Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἄλλη. Ἀδριανοῦ ἔτος θ΄ Φαμενὼθ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Κριῷ ς΄, Σελήνη Κριῷ λ΄, ὡροσκόπος Σκορπίῳ. ταῖς ς΄ τοῦ Κριοῦ παράκειται Τοξότης, ἐν Τοξότῃ ταῖς ς΄ Καρκίνος· τοῦτον ἐν Σκορπίῳ εὗρον περὶ μοίρας κβ΄· οὗτος ἔσται [*](1 τοῦτον S 14 Παρθένον] Cancri signum S 17 numeri corrupti 19 ἔφερον tradebant 21 κγ΄] κα΄ S Ἡλίου] immo Γαύρου 23 ἓν] πρῶ- τον S 25 numeri turbati 31 ἐζητημένου S 32 ρ i. e. νυκτε- ρινὴ ὥρα S)
Ἄλλη. Ἀδριανοῦ ἔτος ιε΄ Ἐπιφὶ ις΄ ὥρα ἡμερινὴ γ΄ . Ἥλιος Καρκίνῳ κ΄ , Σελήνη Διδύμοις κε΄, ὡροσκόπος Παρθένῳ. ταῖς κ΄ τοῦ Καρκίνου παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον ἐν τῇ κ΄ μοίρᾳ. ὁμοίως ταῖς τῆς Σελήνης μοίραις κέ παράκειται Ὑδροχόος· Ὑδροχόῳ ἐν ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη Κριός· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κθ΄ ἐπεὶ οὖν ὁ σεληνιακὸς γνώμων προάγει τὸν ἡλιακὸν γνώμονα, τὰ μεταξὺ σελίδιά ἐστι β΄ . ταύτας ἀφαιρῶ ἐκ τῶν κ΄ καὶ λοιπαὶ γίγνονται ἐν Παρθένῳ μοῖραι ιη΄ . τὴν δὲ διευκρίνησιν οὕτως ἐποιησάμην ἔλαβον τὰς λοιπὰς τῆς Παρθένου μοίρας ιβ΄ καὶ ἅπερ εἶχεν ὁ Ἥλιος κ΄ καὶ ἃς ἐπέχει ἡ Σελήνη κε΄ καὶ γίγνονται νζ΄ . ταῦτα ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ κατέληξεν Καρκίνῳ μοίραις κζ΄ , αἵτινες σημαίνουσι τόπον Ὑδροχόου. Ὑδροχόον ζητῶν ἐν Παρθένῳ εὗρον περὶ μοίρας κς΄ τὰ δὲ μεταξὺ τῆς ιη΄ μοίρας σελίδια η΄ ἀφαιρῶ ἐκ τῶν η΄· λοιπαὶ γίγνονται ις΄ Παρθένου, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα κα΄ κ΄. ἐτελεύτα τῷ κα΄ ἔτει.