Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Τραϊανοῦ ἔτος τη΄ Θὼθ ιδ΄ εἰς ιε΄ ὥρα νυκτερινὴ θ΄. Ἥλιος Παρθένῳ κβ΄ Σελήνη Ὑδροχόῳ δ΄ ὡροσκόπος Λέοντι --- παράκειται Λέων. ἐν Λέοντι τῇ α΄ β΄ γ΄ παράκειται Τοξότης· τοῦτον ἐν Λέοντι τῷ ὡροσκοποῦντι ὁμοίως εὗρον περὶ τὴν αὑτὴν μοῖραν α΄ β΄ γ΄. ὡροσκοπεῖ Λέοντος μοῖρα α΄ , ἧ παράκειται κατὰ τὸ α΄ κλίμα ἔτος α΄ ἐτελεύτα τῷ α΄ ἔτει.

Ἄλλη. Ἀντωνίνου ἔτος ε΄ Τυβὶ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ ια΄. Ἥλιος Ὑδροχόῳ ς΄, Σελήνη Γούρῳ κη΄ . ὡροσκόπος Ἀἰγόκερῳ ζ΄ . τῷ Ὑδροχόῳ παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν Αἰγόκερῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας α΄ β΄ τῇ δὲ κη΄ σεληνιακῇ μοίρᾳ ἐν Γαύρῳ παράκειται Κριός. ἐν Κρίῷ τὴν α΄ β΄ εἰσενέγκας εὗρον Λέοντα· τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας ι΄ ια΄ . τὰ μεταξύ σελίδια γ΄ ἀφ αιρῶ ἀπὸ τῆς β΄ τῆς Παρθένου τὰς γ΄ . καὶ γίνονται λοιπαὶ Τοξότου κη΄ , αἵ εἰσιν μῆνες· ἐτελεύτα ἐτῶν γ΄ .

Ἄλλη. Ἀντωνίνου ἔτος ιε΄ Τυβὶ ιβ΄ ὥρα ἡμερινὴ α΄. Ἡλιος Αἰγόκερῳ κ΄ . Σελήνη Διδύμοις κη΄ , ὡροσκόπος Αἰγόκερῳ. ταῖς κ΄ [*](19 πα΄] γ΄ ια΄ S 27 τιμὶ S 29 τοῦτον] Geminorum nota in S 31 τὴν] τῆ S 33 debebat ἀπὸ τῆς ς΄ τοῦ Αἰγόκερω, si horoscopus bene traditur 36 τυμὶ S)

308
τοῦ Αἰγόρερω παράκειται Ζυγός· ἐν Ζυγῷ Ἰχθύες· τούτους ἐν τῷ ὡροσκοποῦντι εὗρον Αἰγόκερῳ περὶ μοίρας κθ΄ λ΄. εἶτα ταῖς κη΄ σεληνιακαῖς μοίραις ἐν Διδύμοις ⟨εὗρον⟩ παρακείμενον Ὑδροχόον, ἐν Ὑδροχόῳ ταῖς κθ΄ μοίραις τοῦ ἡλιακοῦ γνώμονος εὖρον πάλιν Ὑδροχόον. τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας κγ΄ κδ΄· τὰ δὲ μεταξὺ σελίδια β΄ ἃ προσέθηκα ταῖς κθ΄ τοῦ Αἰγόκερω. καὶ γέγονεν ὁ ὡροσκόπος Ὑδροχόῳ μοίρᾳ α΄ , ἧ παράκειται κατὰ τὸ Ϛ΄ κλίμα ο μδ΄· ἐτελεύτα ἐν τῷ α΄.

Ἄλλη. Ἀντωνίνου ἔτος κα΄ Ἀθύρ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Τοξότῃ ς΄, Σελήνη Ὑδροχόῳ ε΄ . ὡροσκόπος Καρκίνῳ. ταῖς ς΄ τοῦ Τοξότου παράκειται Καρκίνος· ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ τὴν αὐτὴν Ϛ΄ μοῖραν. ὁμοίως ταῖς τῆς Σελήνης γ΄ μοίραις ἐν Ὑδροχόῳ παράκειται Καρκίνος· ἐν Καρκίνῳ Ϛ΄ παράκειται Παρθένος. Παρθένον ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας κ΄· τὰ μεταξὺ σελίδια ε΄· ταύτας ἀφεῖλον ἀπὸ τῶν ς΄ καὶ λοιπαὶ γίνεται Καρκίνου μοῖρα α΄ , ἥτις καὶ ὡροσκοπεῖ. ταύτῃ παράκειται α΄ β΄ ἔζησεν μα΄ .

Ἄλλη. κλίμα Ϛ΄ Τραϊανοῦ ἔτος η΄ Φαρμουθὶ κς΄ . ὡροσκόπον οἱ πλείους ἔφερον Καρκίνῳ βουλόμενοί που ἀγαθοποιοὺς κεντρῶσαι, εὕρομεν δὲ ἡμεῖς ἐκ τῶν πραγμάτων Διδύμοις· Ἥλιος Ταύρῳ γ΄ , Σελήνη Γοξότῃ κγ΄ . ταῖς γ΄ μοίραις τοῦ Ἥλίου παράκειται Ὑδροχόος· ἐν τούτῳ τὰς κγ΄ εὗρον Σκορπίῳ· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας ιη΄ . τὸ μεταξὺ σελίδιον ἓν προστίθημι ταῖς κγ΄ καὶ γίνονται κδ΄ αἵτινες ἐν Διδύμοις ὡροσκόπουν. εἰσελθὼν κατὰ τὸ γ΄ κλίμα εὗρον κδ΄ νε΄. ἐβίωσεν ἔτη κβ΄ ἡμέρας με΄ .

Ταῖς μὲν οὖν συντεταγμέναις παραγγελίαις καὶ κλιμακτηρικαῖς ἀγωγαῖς προσέχων τις οὐ διαμαρτήσει. ὥσπερ δὲ οἰκοδεσπότης ἢ αἵρεσις ἢ ἀκτινοβολία ὅτε μὲν πρόσθεσιν ἐτῶν ἔχει ὅτε δὲ ἀφαίρεσιν κατὰ τὰς τῶν ἀγαθοποιῶν μαρτυρίας, τὸν αὐτὸν τρόπον καὶ αὕτη ἡ ἀγωγὴ ἔχει. ἔστι δὲ ἡ διάκρισις μετὰ πολλοῦ πόνου οὕτως ἡμῖν ἐζητημένη, ἣν καὶ ὑποτάξομεν διʼ ὑποδειγμάτων.

Ἄλλη. Ἀδριανοῦ ἔτος θ΄ Φαμενὼθ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Κριῷ ς΄, Σελήνη Κριῷ λ΄, ὡροσκόπος Σκορπίῳ. ταῖς ς΄ τοῦ Κριοῦ παράκειται Τοξότης, ἐν Τοξότῃ ταῖς ς΄ Καρκίνος· τοῦτον ἐν Σκορπίῳ εὗρον περὶ μοίρας κβ΄· οὗτος ἔσται [*](1 τοῦτον S 14 Παρθένον] Cancri signum S 17 numeri corrupti 19 ἔφερον tradebant 21 κγ΄] κα΄ S Ἡλίου] immo Γαύρου 23 ἓν] πρῶ- τον S 25 numeri turbati 31 ἐζητημένου S 32 ρ i. e. νυκτε- ρινὴ ὥρα S)

309
ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἰσελθὼν καὶ κατὰ τὰς λ΄ τῆς Σελήνης μοίρας εὗρον Σκορπίον· Σκορπίῳ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κβ΄ εὗρον περὶ τὸν αὐτόν. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ γνώμονι· τὴν οὖν διάκρισιν οὕτως ἐποιησάμην. ἔλαβον τὰς λοιπὰς ὡροσκόπου μοίρας η΄ καὶ ἅς ἐπέχει ὁ Ἥλιος μοίρας ς΄ καὶ ἅς ἐπέχει ἡ Σελήνη μοίρας λ΄ καὶ γίνονται μοῖραι μδ΄ ταύτας ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου Κριοῦ καὶ κατέληξεν περὶ τὴν δ΄ καὶ ι΄ μοῖραν τοῦ Ταύρου ἐν τόπῳ Διδύμων. τούτους ζητῶ Σκορπίῳ τῷ ὡροσκόπῳ καὶ εὗρον περὶ μοίρας ιβ΄. τὰς οὖν μεταξὺ τῆς κβ΄ μοίρας σελίδιά ἐστι γ΄ ταύτας προστίθημι ταῖς κβ΄ μοίραις καὶ γίνονται ὡροσκοποῦσαι διευκρινημένως ἐν Σκορπίῳ μοῖραι κε΄ , αἷς παράκεινται κατὰ τὸ ς΄ κλίμα ἐν τῷ α΄ ὅρῳ λα΄ κη΄ ἐτελεύτα τῷ λα΄ ἔτει. οἱ μέντοι πλεῖστοι περιφεύγοντες τὴν τοῦ Ἄρεως ἀντίζυγον στάσιν ἔφερον Ζυγῷ τὸν ὡροσκόπον.

Ἄλλη. Ἀδριανοῦ ἔτος ιε΄ Ἐπιφὶ ις΄ ὥρα ἡμερινὴ γ΄ . Ἥλιος Καρκίνῳ κ΄ , Σελήνη Διδύμοις κε΄, ὡροσκόπος Παρθένῳ. ταῖς κ΄ τοῦ Καρκίνου παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον ἐν τῇ κ΄ μοίρᾳ. ὁμοίως ταῖς τῆς Σελήνης μοίραις κέ παράκειται Ὑδροχόος· Ὑδροχόῳ ἐν ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη Κριός· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κθ΄ ἐπεὶ οὖν ὁ σεληνιακὸς γνώμων προάγει τὸν ἡλιακὸν γνώμονα, τὰ μεταξὺ σελίδιά ἐστι β΄ . ταύτας ἀφαιρῶ ἐκ τῶν κ΄ καὶ λοιπαὶ γίγνονται ἐν Παρθένῳ μοῖραι ιη΄ . τὴν δὲ διευκρίνησιν οὕτως ἐποιησάμην ἔλαβον τὰς λοιπὰς τῆς Παρθένου μοίρας ιβ΄ καὶ ἅπερ εἶχεν ὁ Ἥλιος κ΄ καὶ ἃς ἐπέχει ἡ Σελήνη κε΄ καὶ γίγνονται νζ΄ . ταῦτα ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ κατέληξεν Καρκίνῳ μοίραις κζ΄ , αἵτινες σημαίνουσι τόπον Ὑδροχόου. Ὑδροχόον ζητῶν ἐν Παρθένῳ εὗρον περὶ μοίρας κς΄ τὰ δὲ μεταξὺ τῆς ιη΄ μοίρας σελίδια η΄ ἀφαιρῶ ἐκ τῶν η΄· λοιπαὶ γίγνονται ις΄ Παρθένου, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα κα΄ κ΄. ἐτελεύτα τῷ κα΄ ἔτει.

Ἄλλη. Νέρωνος ἔτος ιδ΄ Θὼθ ιδ΄ εἰς ιε΄ ὥρα νυκτὸς ια΄. Ἥλιος Παρθένῳ κε΄, Σελήνη Κρίῷ ι΄, ὡροσκόπος Παρθένῳ. ταῖς κε΄ μοίραις τῆς Παρθένου παράκειται Αἰγόκερως, ἐν Αίγόκερῳ κε΄ παράκειται Σκορπίος· τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίἀπέχει [*](6 S λ΄] α΄ S 14 πλεῖστον S 16 ἔτο S 22 sq. debebat τοῦ ἡλιακοῦ γνώμονος, at cf. 310, 18 26 nempe ἅσπερ 29 aut hic κς΄ aut infra η΄ aut ις΄ corrigendum 30 λοιπὰ S)

310
ρας ια΄. εἶτα τῇ σεληνιακῇ μοίρᾳ ι΄ ἐν Κριῷ παράκειται Παρθένος, ἐν Παρθένῳ ταῖς ια΄ Σκορπίος. λαμβάνω οὖν τὰς λοιπὰς μοίρας τῆς Παρθένου ιθ΄ καὶ ἃς ἐπέχει ὁ Ἥλιος μοίρας κε΄ καὶ ἂς ἐπέχει ἡ Σελήνη ι΄, γίνονται νδ΄ ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Ταύρῳ μοίραις κδ΄ αἷς παράκειται Καρκίνος· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κ΄. τὰ δὲ μεταξὺ σελίδια τῆς ια΄ μοίρας ἐτύγχανεν γ΄ ταύτας ἀφαιρῶ ἀπὸ τῶν ια΄ καὶ λοιπαὶ η΄· τοσούτων μοιρῶν ὁ ὡροσκόπος Παρθένῳ. εἰσελθὼν οὖν εἰς τὰς ἀναφορὰς εὗρον ἐν τῷ γ΄ ὅρῳ τοῦ α΄ κλίματος παρακείμενα ἔτη νϚ΄· τοσούτων ἐτελεύτα.

Ἄλλη. Τραϊανοῦ ἔτος ιβ΄ Παϋνὶ η΄ ὥρα ἡμερινὴ β΄. Ἥλιος Διδύμοις μοίραις ιγ΄ , Σελήνη Αἰγόκερῳ δ΄ , ὡροσκόπος Καρκίνῳ. ταῖς τῶν Διδύμων μοίραις ιγ΄ παράκειται Ζυγός, ἐν Ζυγῷ Παρθένος· ταύτην τῷ ὡροσκοποῦντι Καρκίνῳ εὗρον περὶ μοίρας κ΄. εἶτα ταῖς δ΄ μοίραις τῆς Σελήνης ἐν Αἰγόκερῳ εὗρον Παρθένον, ἐν Παρθένῳ ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὗρον Καρκίνον· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας δ΄ οὗτος σεληνιακὸς γνώμων. ἐπεὶ οὖν προάγει ὁ ἡλιακὸς γνώμων τὸν σεληνιακόν, τὰ δὲ μεταξὺ σελίδια Ϛ΄ , ταύτας προστίθημι ταῖς κ΄ καὶ γίνονται κς΄ μοῖραι, αἵτινες ὡροσκοποῦσιν Καρκίνῳ. εἶτα λαμβάνω τὰς λοιπὰς δ΄ τοῦ Καρκίνου καὶ τὰς ιγ΄ τοῦ Ἡλίου καὶ τὰς δ΄ τῆς Σελήνης, γίνονται κα΄· ταύτας ἀπέλυσα ἀπὸ Αἰγόκερω καὶ καταλήγει περὶ τὴν κα΄ μοῖραν τοῦ αὐτοῦ ζῳδίου. ταύτας ζητῶ ἐν Αἰγόκερῳ, εὗρον Ζυγόν· τοῦτον ἐν Καρκίνῳ, εὗρον περὶ μοίρας ιη΄ . τὰ δὲ μεταξὺ τῆς κϚ΄ σελίδια β΄· ταῦτα προστίθημι πάλιν ταῖς κϚ΄ καὶ γίνονται μοῖραι κη΄ ὡροσκόπος Καρκίνῳ· διευκρινημένος δὲ οὗτος. εἰσελθὼν οὖν εἰς τὸ Ϛ΄ κλίμα εὗρον τῷ μὲν α΄ ὅρῳ παρακείμενα λ΄ κε΄, τῷ δὲ β΄ ξζ΄ νε΄ . τῷ δέ γ΄ ρι΄ κη΄ . τοῦ μὲν α΄ ὅρου λογιζόμεθα ἔτη, τοῦ δὲ β΄ καὶ τοῦ γ΄  μῆνας, οἳ γίγνονται ἔγγιστα ρπα΄, ἃ ἐστιν ἔτη ιε΄, καὶ τὰ τοῦ α΄ ὅρου ἔτη λ΄ γίγνονται ὁμοῦ με΄ ἔτη· ἐτελεύτα δὲ τῷ με΄ ἔτει. πρῶτον δὲ καθὼς προεῖπον τῶν ὅρων τὰς παρακειμένας ὥρας λογίζεσθαι, εἶτα ἡμέρας, εἶτα μῆνας, εἶτα ἔτη.