Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἔστω οὖν ὁ λόγος ἡμῖν πάλιν εἰς τὸν περὶ χρόνων ζωῆς τόπον. πᾶσαι μὲν οὖν αἱ προσυντεταγμέναι ἀγωγαὶ κατʼ ἰδίαν αἵρεσιν ἀκριβεῖς καὶ δεδοκιμασμέναι, καὶ αὕτη δὲ δοκιμαστὴ καὶ θαυμαστὴ τριζῳδία. περιέχει δὲ οὕτως. μαθὼν ἀκριβῶς τὴν σεληνιακὴν καὶ ἡλιακὴν μοῖραν πρὸς τὴν ὡροσκοποῦσαν τῆς γενέσεως εἰσέρχομαι εἰς τὸ ὑποκείμενον ὄργανον καὶ κατὰ τὸν ὑποταχθησόμενον τρόπον ἐπιγνοὺς τὸν λήγοντα τῆς τριζῳδίας τόπον ἐκ τῆς ἡλιακῆς μοίρας ἔρχομαι ἐπὶ τὸ ὡροσκοποῦν ζῴδιον καὶ ἐπιγνούς, κατὰ πόστης μοίρας τυγχάνει, ἐκτίθεμαι τοῦτον ἡλιακὸν γνώμονα. εἶτα ὁμοίως καὶ εἰς τὸ τῆς Σελήνης ζῴδιον παράκειται καὶ εἰς ἐκεῖνο εἰσενέγκας τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας πάλιν ὁρᾷς, τίνος τόπος ζῳδίου τυγχάνει· κἀκεῖνο εἰσενέγκας εἰς τὸ ὡροσκοοῦν ζῴδιον ἡγοῦμαι σεληνιακὸν γνώμονα καὶ συγκρίνω, πότερον ὁ ἡλιακὸς ὑπερέχει ἢ ὁ σεληνιακός. ἐὰν μὲν γὰρ ὁ τοῦ Ἡλίου προάγῃ, πρόσθεσιν ἡ ὥρα ἔχει τῶν ἀνὰ μέσον ζῳδίων· ἐὰν δὲ ὁ τῆς Σελήνης, ἀφαίρεσιν. οὗτος γάρ ἐστιν ἀναγκαστικὸς καὶ φυσικὸς ὡροσκόπος· ὅθεν μή τις ξενισθῇ, ἐὰν ἐν ἄλλῳ ζῳδίῳ ὑπονοῶν εἶναι τὸν ὡροσκόπον ἐν ἑτέρῳ εὕρῃ. μετὰ δὲ τὴν πρόσθεσιν ἢ ἀφ αίρεσιν ἐπιγνούς, πόσων μοιρῶν ὁ ὡροσκόπος ἐστίν, εἰσελθὼν εἰς τὰς τῆς τριζῳδίας ἀναφορὰς σκοπῶ, πόσα ἔτη παράκεινται τῇ εὑρεθείσῃ μοίρᾳ κατὰ τὸ κλίμα, καὶ ἀποφαίνομαι· παραπεσούσης δὲ μιᾶς ἢ καὶ δευτέρας μοίρας ἡλιακῆς ἤτοι σεληνιακῆς ἢ καὶ τῆς ὡροσκοπικῆς ἀσύμφωνα τὰ πράγματα κριθήσεται.
Εἰ δέ τις βούλοιτο ἐλέγχειν, ἀναδραμὼν μίαν ἢ καὶ δύο μοίρας ἢ καὶ ἐπιπροσθεὶς τῇ ἡλιακῇ ἢ σεληνιακῇ, ἐάνπερ δοκῇ πεπλανῆσθαι, ἤ καὶ ἕτερον ὡροσκόπον λογισάμενος τῷ αὐτῷ τρόπῳ πραγματευσάσθω· καὶ τὴν ὁδὸν ἐξευρήσει. τοῦτο δʼ ἔξεστι δοκιμάζειν ἐκ τῶν ἤδη τετελευτηκότων καὶ μὴ πιστεύειν τοῖς πεπλανημένας ἐξ ἀκοῆς γενέσεις κομίζουσιν καὶ δοκεῖν διαπταίειν, ἀλλὰ κρίνοντα βεβαίαν τὴν ὑπόθεσιν μὴ ξενίζεσθαι. προσπαραληπτέον δὲ ἀναγκαίως ἐνταῦθα τὰς ἀκτινοβολίας καὶ τὰς συμπαρουσίας τῶν κακοποιῶν πρός τε τὸν Ἡλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τόν τε οἰκοδεσποτικὸν λόγον· ἐκ γὰρ τούτων καὶ οἱ ὅροι τῆς ὑποστάσεως καταλαμβάνονται. πρὸς δὲ τοὺς ἀχρόνους ἢ ὀλιγοχρονίους [*](1 εἰς] ἐκ V 2 προσυντεταγαμέναι V 3 δοκιμαστιμὴ καὶ θαυμαστικὴ V 6 εἰσέρχομεν V ὑπὸ χθησόμενον V 11 ὁρᾷς] ὁεωρᾶς V, sequentia sana esse non praesto 15 προάγει V ὥραν V 16 οὗτ(ως) V 19 ἀφαίρεσι V 26 δοκεῖ V 28 πραγματεύσασθαι V 31 πρὸς παραληπταίον V 32 ἀνακαίως V)
Ἥ δὲ πῆξις τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὄρων συνέστηκεν οὕτως. ἔστω οὖν ὑποδείγματος χάριν κατὰ δεύτερον κλίμα τὸν Κριὸν ἀναφέρεσθαι ἐν κ΄· ταῦτα ἐδίπλωσα, γίγνονται μ΄ . προσέταξα τὴν α΄ μοῖραν ο μ΄ , αἵτινές εἰσι μη΄· τὴν β΄ μοῖραν α΄ κ΄ τὴν γ΄ β΄ ο, τὴν δ΄ β΄ μ΄, τὴν ε΄ γ΄ κ΄ καὶ ἕως τῆς λ΄ μοίρας ἐπισυναγόμενα τὰ ο μ΄ πληροῖ τὰ κ΄ ἔτη.
Ἑξῆς δὲ τὸν β΄ ὅρον οὕτως συναρμόσομεν κατὰ τὴν α΄ μοῖραν ἀκολούθως. ἐπεὶ ὁ Ταῦρος ἀναφέρεται ἐν κδ΄ ταύτας ἐδίπλωσα, γίγνονται μη΄, ἅς προσέθηκα ταῖς κ΄ τοῦ Κριοῦ· καὶ γίγνονται κατὰ τὴν α΄ μοῖραν τοῦ Γαύρου κ΄ μή , κατὰ τὴν β΄ μοῖραν κα΄ λϚ΄, κατὰ δὲ τὴν γ΄ κβ΄ κδ΄, κατὰ δὲ τὴν δ΄ κγ΄ ιβ΄, κατὰ δὲ τὴν ε΄ κδ΄ ο· καὶ ἐξῆς ἕως τῆς λ΄ μοίρας τὰς ο μη΄ ταῖς κ΄ ἐπιπροσθέντες εὑρήσομεν ιδ΄ ο.