Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τοὺς οὖν μάλιστα βουλομένους πᾶσαν αἵρεσιν μεθοδικὴν --- προσέχειν, ἐπειδὴ ἕκαστος τῶν συνταγματογράφων ἰδίως καὶ ποικίλως τὰς αἱρέσεις πραγματευσάμενος ἀποκρύφως καὶ ἐφθονημένως τὰς ἐπιλύσεις μὴ ἐκθέμενος εἴασεν, ἐγὼ δὲ διὰ πολλοῦ πόνου καὶ πολλῆς πείρας ζητήσας προέταξα. τοῦτο δέ μοι δοκεῖ μέγιστον, ἐξελέγξαι ἀλλοτρίας ἐνθυμήσεις μυστικῶς κατακεχωσμένας, ἐπεὶ καὶ αὐτὸς πολλὰς δυνάμεις διὰ πολλῶν λόγων ὕλης δυνάμενος συντάξαι οὐκ ήβουλήθην ὅμοιον ἑαυτὸν ἀποδεῖξαι τοῖς ματαιολόγοις· γελοῖον γὰρ ἂν εἴη ἐνάρχεσθαι κατά τινων λέγειν μὴ ἐπιγνόντα πρότερον τὸ ἴδιον ἁμάρτημα. ὅθεν ἐὰν πλειστάκις περὶ τῆς ἐμῆς ἀφ θονίας καὶ ἁπλότητος ὑπομιμνήσκω, συγγνωστέος ὁ λόγος· ἔπαθον γὰρ πολλὰ καὶ πολὺν πόνον ἐπηνεγκάμην καὶ ὑπὸ πολλῶν ἐβουκολήθην καὶ τὰ δοκοῦντά μοι ἀπερείσια χρήματα ἐξανάλωσα πειθόμενος γόησι καὶ πλεονέκταις ἀνθρώποις. ἀλλʼ ὅμως διὰ τῆς ἐμῆς ἐγκρατείας καὶ φιλομαθείας περιεγενόμην τῶν αἱρέσεων ἅς οὐ μόνον οἱ ἐντυγχάνοντες καὶ ἐπιγνόντες τὸ ἀκριβὲς μεθʼ ἡδονῆς καθʼ ἡμῶν εἰσοίσουσι ἔπαινον, ἀλλὰ καί τινες διὰ τὸ ἀφελὲς ἐπιφ θονήσουσι καὶ κακολογήσουσσιν ἐπαρασάμενοι διὰ τὴν τῶν μυστικῶν καὶ ἀποκρύφ ων φωταγωγίαν ἢ καὶ ἐκκόψουσί τινας αἱρέσεις ἐκ τῆς ἐμῆς συντάξεως. πρὸς τοὺς τοιούτους οὖν ἀρὰς ἐθέμην δείξας, ἃ οῖμαι αὐτοὺς πείσεσθαι.
Οἱ οὖν ἐντυγχάνοντες ταῖς ὑφ’ ἡμῶν συντεταγμέναις βίβλοις πάσας αἱρέσεις διελεγχούσαις μὴ λεγέτωσαν· αὕτη μέν ἐστιν τοῦ βασιλέως, ἑτέρα δὲ Πετοσ ίρεως, ἄλλη δὲ Κρι ιτο δήμου καὶ τῶν λοιπῶν, ἀλλʼ ἰδέτωσαν ὅτι ἐκεῖνοι μὲν προθέμενοι κωφῶς καὶ κατεζητημένως ἀνυπόστατον τὴν ἐπιστήμην κατέδειξαν, ἡμεῖς δὲ τὰς ἐπιλύσεις ποιησάμενοι οὐ μόνον θνήσκουσαν τὴν αἵρεσιν ἀνερρώσαμεν, ἀλλὰ καὶ ἑαυτῶν δόξαν κατεψηφι ισάμεθα καὶ ἑτέρους δὲ ἀξίους ἐμυσταγωγήσαμεν, οὐ χρημάτων προτροπῇ θελχθέντες ἀλλὰ φιλομαθεῖς καὶ ἐπιθυμητὰς ἐπιγνόντες· καὶ γὰρ αὐτοὶ τοιούτῳ χαρακτῆρι αἱρέσεως ἐχαλιναγωγήθημεν.
[*](3 sq. fuit fere ἐκμανθάνειν ἀξιῷ ἐμαυτῷ προσέχειν 4 συνταγμάτων V 6 sq. structura turbata, possis ⟨πλανᾶσθαι τοὺς ἐντυγχάνοντας⟩ εἴασεν 9 ἐπὶ V δυνάμεις scribit pro ἀγωγάς, μεθόδους 13 sq. ὑπομιμνήσθω συγγνωστέως V 17 ἐγκρατίας V 18 possis αἷς vel ὥστε 20 ἔπενον V 23 ἃ] ἃς V, quo servato possis δεινάς 25 συντεταγμένοις V 26 διελεγχούσης V 28 ὅτοι V 34 χαρακτὴρ νεμέσεως V)Ἔστω οὖν ὁ λόγος ἡμῖν πάλιν εἰς τὸν περὶ χρόνων ζωῆς τόπον. πᾶσαι μὲν οὖν αἱ προσυντεταγμέναι ἀγωγαὶ κατʼ ἰδίαν αἵρεσιν ἀκριβεῖς καὶ δεδοκιμασμέναι, καὶ αὕτη δὲ δοκιμαστὴ καὶ θαυμαστὴ τριζῳδία. περιέχει δὲ οὕτως. μαθὼν ἀκριβῶς τὴν σεληνιακὴν καὶ ἡλιακὴν μοῖραν πρὸς τὴν ὡροσκοποῦσαν τῆς γενέσεως εἰσέρχομαι εἰς τὸ ὑποκείμενον ὄργανον καὶ κατὰ τὸν ὑποταχθησόμενον τρόπον ἐπιγνοὺς τὸν λήγοντα τῆς τριζῳδίας τόπον ἐκ τῆς ἡλιακῆς μοίρας ἔρχομαι ἐπὶ τὸ ὡροσκοποῦν ζῴδιον καὶ ἐπιγνούς, κατὰ πόστης μοίρας τυγχάνει, ἐκτίθεμαι τοῦτον ἡλιακὸν γνώμονα. εἶτα ὁμοίως καὶ εἰς τὸ τῆς Σελήνης ζῴδιον παράκειται καὶ εἰς ἐκεῖνο εἰσενέγκας τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας πάλιν ὁρᾷς, τίνος τόπος ζῳδίου τυγχάνει· κἀκεῖνο εἰσενέγκας εἰς τὸ ὡροσκοοῦν ζῴδιον ἡγοῦμαι σεληνιακὸν γνώμονα καὶ συγκρίνω, πότερον ὁ ἡλιακὸς ὑπερέχει ἢ ὁ σεληνιακός. ἐὰν μὲν γὰρ ὁ τοῦ Ἡλίου προάγῃ, πρόσθεσιν ἡ ὥρα ἔχει τῶν ἀνὰ μέσον ζῳδίων· ἐὰν δὲ ὁ τῆς Σελήνης, ἀφαίρεσιν. οὗτος γάρ ἐστιν ἀναγκαστικὸς καὶ φυσικὸς ὡροσκόπος· ὅθεν μή τις ξενισθῇ, ἐὰν ἐν ἄλλῳ ζῳδίῳ ὑπονοῶν εἶναι τὸν ὡροσκόπον ἐν ἑτέρῳ εὕρῃ. μετὰ δὲ τὴν πρόσθεσιν ἢ ἀφ αίρεσιν ἐπιγνούς, πόσων μοιρῶν ὁ ὡροσκόπος ἐστίν, εἰσελθὼν εἰς τὰς τῆς τριζῳδίας ἀναφορὰς σκοπῶ, πόσα ἔτη παράκεινται τῇ εὑρεθείσῃ μοίρᾳ κατὰ τὸ κλίμα, καὶ ἀποφαίνομαι· παραπεσούσης δὲ μιᾶς ἢ καὶ δευτέρας μοίρας ἡλιακῆς ἤτοι σεληνιακῆς ἢ καὶ τῆς ὡροσκοπικῆς ἀσύμφωνα τὰ πράγματα κριθήσεται.
Εἰ δέ τις βούλοιτο ἐλέγχειν, ἀναδραμὼν μίαν ἢ καὶ δύο μοίρας ἢ καὶ ἐπιπροσθεὶς τῇ ἡλιακῇ ἢ σεληνιακῇ, ἐάνπερ δοκῇ πεπλανῆσθαι, ἤ καὶ ἕτερον ὡροσκόπον λογισάμενος τῷ αὐτῷ τρόπῳ πραγματευσάσθω· καὶ τὴν ὁδὸν ἐξευρήσει. τοῦτο δʼ ἔξεστι δοκιμάζειν ἐκ τῶν ἤδη τετελευτηκότων καὶ μὴ πιστεύειν τοῖς πεπλανημένας ἐξ ἀκοῆς γενέσεις κομίζουσιν καὶ δοκεῖν διαπταίειν, ἀλλὰ κρίνοντα βεβαίαν τὴν ὑπόθεσιν μὴ ξενίζεσθαι. προσπαραληπτέον δὲ ἀναγκαίως ἐνταῦθα τὰς ἀκτινοβολίας καὶ τὰς συμπαρουσίας τῶν κακοποιῶν πρός τε τὸν Ἡλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τόν τε οἰκοδεσποτικὸν λόγον· ἐκ γὰρ τούτων καὶ οἱ ὅροι τῆς ὑποστάσεως καταλαμβάνονται. πρὸς δὲ τοὺς ἀχρόνους ἢ ὀλιγοχρονίους [*](1 εἰς] ἐκ V 2 προσυντεταγαμέναι V 3 δοκιμαστιμὴ καὶ θαυμαστικὴ V 6 εἰσέρχομεν V ὑπὸ χθησόμενον V 11 ὁρᾷς] ὁεωρᾶς V, sequentia sana esse non praesto 15 προάγει V ὥραν V 16 οὗτ(ως) V 19 ἀφαίρεσι V 26 δοκεῖ V 28 πραγματεύσασθαι V 31 πρὸς παραληπταίον V 32 ἀνακαίως V)
Ἥ δὲ πῆξις τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὄρων συνέστηκεν οὕτως. ἔστω οὖν ὑποδείγματος χάριν κατὰ δεύτερον κλίμα τὸν Κριὸν ἀναφέρεσθαι ἐν κ΄· ταῦτα ἐδίπλωσα, γίγνονται μ΄ . προσέταξα τὴν α΄ μοῖραν ο μ΄ , αἵτινές εἰσι μη΄· τὴν β΄ μοῖραν α΄ κ΄ τὴν γ΄ β΄ ο, τὴν δ΄ β΄ μ΄, τὴν ε΄ γ΄ κ΄ καὶ ἕως τῆς λ΄ μοίρας ἐπισυναγόμενα τὰ ο μ΄ πληροῖ τὰ κ΄ ἔτη.
Ἑξῆς δὲ τὸν β΄ ὅρον οὕτως συναρμόσομεν κατὰ τὴν α΄ μοῖραν ἀκολούθως. ἐπεὶ ὁ Ταῦρος ἀναφέρεται ἐν κδ΄ ταύτας ἐδίπλωσα, γίγνονται μη΄, ἅς προσέθηκα ταῖς κ΄ τοῦ Κριοῦ· καὶ γίγνονται κατὰ τὴν α΄ μοῖραν τοῦ Γαύρου κ΄ μή , κατὰ τὴν β΄ μοῖραν κα΄ λϚ΄, κατὰ δὲ τὴν γ΄ κβ΄ κδ΄, κατὰ δὲ τὴν δ΄ κγ΄ ιβ΄, κατὰ δὲ τὴν ε΄ κδ΄ ο· καὶ ἐξῆς ἕως τῆς λ΄ μοίρας τὰς ο μη΄ ταῖς κ΄ ἐπιπροσθέντες εὑρήσομεν ιδ΄ ο.
Τὸν τρίτον ὅρον οὕτως ἐπισυντάξομεν ἀκολούθως. τὴν α΄ μοῖραν τοῦ τρίτου ὅρου μδ΄ νϚ΄ , κατὰ δὲ τὴν β΄ με΄ νβ΄, κατὰ δὲ τὴν γ΄ μς΄ μή , κατὰ δὲ τὴν δ΄ μζ΄ μδ΄ , κατὰ δὲ τὴν ε΄ μή μ΄ . καὶ ἕως τῶν λ΄. τὰς οὔν νς΄ ἐπισυντάξαντες εὑρήσομεν οβ΄. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων προστάξαντες τὴν ἀναφορὰν τοῦ ζῳδίου ἐν τῷ α΄ ὅρῳ καὶ ἐπικατάγοντες εὑρήσομεν, ἐν δὲ τῷ β΄ τοῦ ἑξῆς ζῳδίου, ἐν δὲ τῷ γ΄ τοῦ γ΄ ζῳδίου, καθʼ ὅ κλίμα τις βούλεται.
Περὶ μὲν οὖν τῶν ἀναφορῶν καὶ ἐν τῇ α΄ βίβλῳ ἐδηλώσαμεν, νυνὶ δὲ τοὺς ὅρους διεκρίναμεν. διδασκαλικῶς μὲν οὖν οἶμαι καὶ προκεῖσθαι τὴν ὑρήγησιν· καὶ ἦν ἀρκετὸν κατὰ τοὺς λοιποὺς ἐᾶσαι ἢ καὶ ὑποτάξαντας γενέσεις οὐ μόνον ἑπτά, ὥς τινες, ἀλλὰ καὶ πλείους τὰς αἰτίας μὴ ἐκφῆναι· οὐ χρὴ δὲ συνεξομοιοῦσθαι κακίᾳ καὶ φθόνῳ. μή τις δὲ ἡμᾶς δόξη εὐμετάγνωτον ἦθος εἰληφέναι, ὑποτάξομαι δὲ ἀποδείξεις γενέσεων. ὅτι δὲ ταύτῃ τῇ ἀγωγῇ καὶ ο ἱ παλαιοὶ κέχρηνται, πρόδηλον ἡμῖν γέγονεν καὶ ἐκ τοῦ μυστικῶς εἰρηκέναι τὸν συγγαφ έα· ὄρον παν τὸς ἀποτελεῖ ζωῆς χρόνου ὁ κατὰ τὴν ἀναφορὰν τυχὼν τόπος· [*](1 seqq. in S fol. 144 sqq. 6 tricies minuta quadragena sunt mille du- centa i. e. viginti partes, quibus idem annorum numerus respondet 15 ἐπι- συντάξομαι S 18 ἐπὶσυναξέως S 20 ὅρων S 21 τῶ γ΄ ζωδἰου S 23 I cap. VII 25 προσκεῖσθαι S 26 fort. 〈διάρθρωτον〉 ἐᾶσαι ὑπο- τάξαντες S 27 ἐκφάναι S 29 fort. ὑποτάξω καὶ ἀπ. 31 Petosiridis fr. novum ορου S 32 χρόνους ex -νος S)
Ὑπόδειγμα γενέσεως. Ἔστω δὲ ἐπὶ ὑποδείγματος γένεσις Νέρωνος ἔτος α΄ Ἀθὺρ β΄ ὥρα γ΄ νυκτερινή. Ἥλιος Σκορπίῳ μοίρᾳ ι΄ Σελήνη Ὑδροχόῳ μοίρᾳ λ΄, ὡροσκόπος Τοξότῃ. τὰς τ΄ Ἡλίου μοίρας εἰς τὸ ὄργανον εἰσφέρω τὸ προκείμενον κατὰ τὸν Σκορπίον καὶ εὑρὼν παρακειμένους Ἱχθῦς εἰς τοὺς Ἰχθῦς πάλιν τὰς ι΄ τοῦ Ἡλίου μοίρας εἰσήνεγκα τοῦ ὡροσκόπου καὶ εὑρὼν παρακείμενον Ζυγὸν ζητῶ ἐν τῷ Γοξότῃ· εὗρον περὶ μοίρας ιδ΄ ιε΄. οὗτος οὖν ἔσται ὁ ἡλιακὸς γνώμων ὁ ὡροσκοπικός, ὃν καὶ σημειοῦμαι. μετὰ τοῦτο ἔρχομαι ἐπὶ τὸ τῆς Σελήνης ζῴδιον τουτέστι τὸν Ὑδροχόον καὶ ζητῶ, ταῖς λ΄ μοίραις ποῖον ζῴδιον παράκειται· εὖρον πάλιν Ὑδροχόον εἰς τὸν Ὑδροχόον δὲ εἰσφέρω τὰς εὑρεθείσας τοῦ ἡλιακοῦ γνώμονος ιδ΄ καὶ εὑρίσκω παρακείμενον ζῴδιον Τοξότην. τοῦτο ζητῶ ἐν τῷ ὡροσκόπῳ εὗρον περὶ μοίρας α΄ β΄ γ΄ οὗτος γέγονεν σεληνιακὸς γνώμων ἐν τῷ α΄ σελιδίῳ, ὁ δὲ ἡλιακὸς ἐν τῷ Ϛ΄ σελιδίῳ. ἐπεὶ οὖν ὁ ἡλιακὸς γνώμων τροάγει, τὰ δὲ μεταξὺ σελίδιά ἐστι δ΄ , ἅπερ εἰσὶν μοῖραι δ΄, ταύτας προστίθημι ταῖς προευρεθείσαις τοῦ ἡλιακοῦ γνώμονος μοίραις ιδ΄ ἄρα οὖν ὁ ὡροσκόπος ἔσται Γοξότῃ μοίρα ιη΄· ταύτας ἔχων εἰσέρχομαι εἰς τὰ ἀπογώνια καὶ εὑρίσκω κατὰ τὸ ς΄ κλίμα ἐν τῷ γ΄ ὅρῳ ἔτη ογ΄ καὶ ἐτελεύτησεν τῷ ργ΄ ἔτει. εἰ δὲ ὁ τῆς Σελήνης γνώμων ὑπερεῖχεν, ἀφεῖλον ἂν ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τουτέστι τῶν ιδ΄ τὴν προσθαφαίρεσιν τουτέστι δ΄· καὶ γέγονεν ὁ ὡροσκόπος ἐν Τοξότῃ μοίρᾳ ι΄ .
Ἄλλη. κλίμα δ΄ Τίτου ἔτος α΄ Θαμενώθ᾿ κ΄ εἰς τὴν κα΄. Ἥλιος Ἰχθύσι μοίραις κθ΄, Σελήνη Αίγόκερῳ κζ΄ , ὡροσκόπος Σκορπίῳ ταῖς κθ΄ τοῦ Ἡλίου ἐν τῷ ἀργάνῳ κατὰ τοὺς Ἰχθῦς παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κθ΄ παράκειται Αἰγόκερως· τοῦτον ζητῶ ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι, εὗρον παρακειμένας μοίρας δ΄ ε΄· οὗτος ἡλιακὸς ὡροσκοπικὸς γνώμων, ὅν σημειοῦμαι. εἶτα ἔρχομαι ἐπὶ τὸ σεληνιακὸν ζῴδιον τὸν Αἰγόκερω καὶ κατὰ τὰς κζ΄ μοίρας εὑρίσκω Κριόν. ἐν Κριῷ ζητῶ τὰς δ΄ ε΄ τοῦ ἡλιακοῦ γνώμονος· εὖρον ἐν τῷ β΄ σελιδίῳ περὶ μοίρας δ΄ ε΄ τὸ ζῴδιον [*](1 ἐχομένως S quod si tuearis, possis χρόνων 〈κύριος〉 3 γενέσεων Sb 9 ζητῶν S εὺρὼν S (idem v. 13. 15. 30) 10 οὕτως S ἥλιος γν. S 13 nempe δὴ 15 nempe ἐν τῷ ὅρῳ 17 immo ε΄ σελ. 18 nempe αἵπερ 19 προσευρεθείσαις S 20 ιδ΄] τη΄ S 26 κλίμα] καὶ S 27 εθ΄ ] τθ΄ S 28 παράκεινται S 32 κατὰ] μετὰ S Valens.)
Ἄλλη. Τραϊανοῦ ἕτος ζ΄ κλίμα β΄ --- ζ΄ εἰς η΄ ὥρα νυκτερινὴ ι΄ Ἥλιος Λέοντι κβ΄, Σελήνη Γαύρῳ ιδ΄, ὡροσκόπος Κριῷ. ἐν τῷ ὀργάνῳ κατὰ τὰς κβ΄ μοίρας τοῦ Ἡλίου ἐν τῷ Λέοντι εὗρον Παρθένον· ἐν Παρθένῳ εἰς τὰς κβ΄ εὗρον Καρκίνον· τοῦτον ζητῶ ἐν ὡροσκόπῳ Κριῷ τὸν Καρκίνον. εὗρον περὶ μοίρας κϚ΄· οὗτος ἔσται ὁ ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἶτα ὁμοίως τὰς Σελήνης μοίρας ιδ΄ ἔχων εἰσέρχομαι εἰς τὸν Ταῦρον καὶ εὑρίσκω παρακειμένους Διδύμους καὶ εἰσφέρω τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κϚ΄ καὶ εὑρίσκω παρακείμενον Ὑδροχόον. τοῦτον ζητῶ ἐν Κριῷ τῷ ὡροσκοποῦντι· εὗρον περὶ μοίρας κα΄· οὗτος γέγονεν σεληνιακὸς γνώμων. μεταξὺ δὲ τούτου καὶ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη σελίδιον α΄ ὅ δηλοῖ μοῖραν α΄ ταύτην προσέθηκα ταῖς προευρεθείσαις μοίραις κϚ΄ καὶ γίνονται μοῖραι κζ΄· ὁ ὡροσκόπος Κριῷ ἔσται μοίραις κζ΄ . εἰσῆλθον εἰς τὰς ἀναφορὰς τοῦ Κριοῦ κατὰ τὸ β΄ κλίμα καὶ εὗρον ἐν τῷ β΄ ὅρῳ κατὰ τὰς κζ΄ παρακείμενα ἔτη μα΄ λϚ΄· ἐτελεύτα τῷ μβ΄ ἔτει.
Ἄλλη. Τραϊανοῦ ἔτος ιη΄ Παϋνὶ ιδ΄ ὥρα ἡμερινὴ ε΄ κδ΄ ὁ Ἥλιος Διδύμοις κ΄, Σελήνη Γαύρῳ κζ΄, ὡροσκόπος Παρθένῳ. ταῖς κ΄ μοίραις τοῦ Ἡλίου παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κ΄ παράκειται Παρθένος· Παρθένον ζητῶ ἐν τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας α΄ β΄ γ΄ οὗτος ἡλιακὸς γνώμων. εἶτα ταῖς τῆς Σελήνης μοίραις κζ΄ παράκειται Κριός· ἐν Κρίῷ τὰς τοῦ ἡλιακοῦ γνώμονος ζητῶ α΄ β΄ γ΄ , εὗρον Λέοντα. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίρας δ΄ ε΄· μεταξὺ δὲ οὐδὲν σελίδιον, ὡροσκόπος Παρθένῳ α΄ μοίρᾳ. εἰσῆλθον εἰς τὰς ἀναφοράς ἐν τῷ α΄ κλίματι καὶ εὗρον κατὰ τὴν α΄ μοῖραν τῆς Παρθένου ἐν τῷ β΄ ὅρῳ ἔτη λθ΄ λϚ΄ ἐτελεύτα ἐτῶν μ΄ .
Ἄλλη· Ἀδριανοῦ ιβ΄ Ἀθὺρ α΄ ὥρα ἡμερινὴ θ΄ κλίμα ε΄ . Ἥλιος Σκορπίῳ η΄, Σελήνη Αίγόκερῳ ιζ΄, ὡροσκόπος Ἰχθύσι μοίραις η΄ . τῷ Σκορπίῳ παράκειται Ταῦρος, ἐν Ταύρῳ Ζυγός· τοῦτον ἐν [*](1 εὑρὼν S 12 τὸν Καρκίνον non delevi, cf. Rh. Mus. LVI 304 21 εἰσελθὼν S 22 εὐρὼν S 26 κ΄ ] κζ΄ S 30 α΄] πρῶιον S 37 ἐν prius abundat, sed cf 309, 18)
Ἄλλη· Οὐεσπασιανοῦ ἔτος α΄ Ἐπιφὶ κβ΄ ὥρα ἡμερινὴ ε΄ κλίμα ς΄. Ἥλιος Καρκίνῳ κη΄ , Σελήνη Σκορπίῳ γ΄ . ὡροσκόπος Ζυγῷ. ταῖς κη΄ μοίραις τοῦ Ἥλἰου παράκειται Ὑδροχόος, ἐν Ὑδροχόῳ ταῖς κη΄ πάλιν Ὑδροχόος· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας δ΄ ε΄ Ϛ΄ . εἶτα ταῖς τῆς Σελήνης μοίραις γ΄ ἐν Σκορπίῳ παράκειται Σκορπίος· ἐν τούτῳ ζητῶ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας δ΄ ε΄, εὗρον παρακείμενον Αἰγόκερων· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας κβ΄. τὰ μεταξὺ σελίδια τοῦ τε ἡλιακοῦ καὶ τοῦ σεληνιακοῦ γνώμονος εὑρέθησαν μοῖραι ζ΄, ἅτινα ἀφαιρῶ ἀπὸ τῶν δ΄ τοῦ Ζυγοῦ, λοιπαὶ γίγνονται Παρθένου μοῖραι κζ΄ , αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται ἐν τῷ ς΄ κλίματι ἐν τῷ β΄ ὅρῳ ἔτη πα΄. ἐτελεύτα ἐτῶν πα΄.
Ἄλλη. Τραϊανοῦ ἔτος τη΄ Θὼθ ιδ΄ εἰς ιε΄ ὥρα νυκτερινὴ θ΄. Ἥλιος Παρθένῳ κβ΄ Σελήνη Ὑδροχόῳ δ΄ ὡροσκόπος Λέοντι --- παράκειται Λέων. ἐν Λέοντι τῇ α΄ β΄ γ΄ παράκειται Τοξότης· τοῦτον ἐν Λέοντι τῷ ὡροσκοποῦντι ὁμοίως εὗρον περὶ τὴν αὑτὴν μοῖραν α΄ β΄ γ΄. ὡροσκοπεῖ Λέοντος μοῖρα α΄ , ἧ παράκειται κατὰ τὸ α΄ κλίμα ἔτος α΄ ἐτελεύτα τῷ α΄ ἔτει.
Ἄλλη. Ἀντωνίνου ἔτος ε΄ Τυβὶ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ ια΄. Ἥλιος Ὑδροχόῳ ς΄, Σελήνη Γούρῳ κη΄ . ὡροσκόπος Ἀἰγόκερῳ ζ΄ . τῷ Ὑδροχόῳ παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν Αἰγόκερῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας α΄ β΄ τῇ δὲ κη΄ σεληνιακῇ μοίρᾳ ἐν Γαύρῳ παράκειται Κριός. ἐν Κρίῷ τὴν α΄ β΄ εἰσενέγκας εὗρον Λέοντα· τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας ι΄ ια΄ . τὰ μεταξύ σελίδια γ΄ ἀφ αιρῶ ἀπὸ τῆς β΄ τῆς Παρθένου τὰς γ΄ . καὶ γίνονται λοιπαὶ Τοξότου κη΄ , αἵ εἰσιν μῆνες· ἐτελεύτα ἐτῶν γ΄ .
Ἄλλη. Ἀντωνίνου ἔτος ιε΄ Τυβὶ ιβ΄ ὥρα ἡμερινὴ α΄. Ἡλιος Αἰγόκερῳ κ΄ . Σελήνη Διδύμοις κη΄ , ὡροσκόπος Αἰγόκερῳ. ταῖς κ΄ [*](19 πα΄] γ΄ ια΄ S 27 τιμὶ S 29 τοῦτον] Geminorum nota in S 31 τὴν] τῆ S 33 debebat ἀπὸ τῆς ς΄ τοῦ Αἰγόκερω, si horoscopus bene traditur 36 τυμὶ S)
Ἄλλη. Ἀντωνίνου ἔτος κα΄ Ἀθύρ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Τοξότῃ ς΄, Σελήνη Ὑδροχόῳ ε΄ . ὡροσκόπος Καρκίνῳ. ταῖς ς΄ τοῦ Τοξότου παράκειται Καρκίνος· ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ τὴν αὐτὴν Ϛ΄ μοῖραν. ὁμοίως ταῖς τῆς Σελήνης γ΄ μοίραις ἐν Ὑδροχόῳ παράκειται Καρκίνος· ἐν Καρκίνῳ Ϛ΄ παράκειται Παρθένος. Παρθένον ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας κ΄· τὰ μεταξὺ σελίδια ε΄· ταύτας ἀφεῖλον ἀπὸ τῶν ς΄ καὶ λοιπαὶ γίνεται Καρκίνου μοῖρα α΄ , ἥτις καὶ ὡροσκοπεῖ. ταύτῃ παράκειται α΄ β΄ ἔζησεν μα΄ .
Ἄλλη. κλίμα Ϛ΄ Τραϊανοῦ ἔτος η΄ Φαρμουθὶ κς΄ . ὡροσκόπον οἱ πλείους ἔφερον Καρκίνῳ βουλόμενοί που ἀγαθοποιοὺς κεντρῶσαι, εὕρομεν δὲ ἡμεῖς ἐκ τῶν πραγμάτων Διδύμοις· Ἥλιος Ταύρῳ γ΄ , Σελήνη Γοξότῃ κγ΄ . ταῖς γ΄ μοίραις τοῦ Ἥλίου παράκειται Ὑδροχόος· ἐν τούτῳ τὰς κγ΄ εὗρον Σκορπίῳ· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας ιη΄ . τὸ μεταξὺ σελίδιον ἓν προστίθημι ταῖς κγ΄ καὶ γίνονται κδ΄ αἵτινες ἐν Διδύμοις ὡροσκόπουν. εἰσελθὼν κατὰ τὸ γ΄ κλίμα εὗρον κδ΄ νε΄. ἐβίωσεν ἔτη κβ΄ ἡμέρας με΄ .
Ταῖς μὲν οὖν συντεταγμέναις παραγγελίαις καὶ κλιμακτηρικαῖς ἀγωγαῖς προσέχων τις οὐ διαμαρτήσει. ὥσπερ δὲ οἰκοδεσπότης ἢ αἵρεσις ἢ ἀκτινοβολία ὅτε μὲν πρόσθεσιν ἐτῶν ἔχει ὅτε δὲ ἀφαίρεσιν κατὰ τὰς τῶν ἀγαθοποιῶν μαρτυρίας, τὸν αὐτὸν τρόπον καὶ αὕτη ἡ ἀγωγὴ ἔχει. ἔστι δὲ ἡ διάκρισις μετὰ πολλοῦ πόνου οὕτως ἡμῖν ἐζητημένη, ἣν καὶ ὑποτάξομεν διʼ ὑποδειγμάτων.