Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πρὸ παντὸς μὲν τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς στήσαντας σκοπεῖν δεήσει τὴν προγενομένην σύνοδον, ἐάνπερ συνοδικὴ τυγχάνῃ ἡ γένεσις, πότε δὲ γέγονε καὶ πόστη ὥρᾳ καὶ πόστῃ μοίρᾳ τοῦ ζῳδίου, καὶ οὕτως λαβὼν ἀπʼ αὐτοῦ ἕως τῆς γεννητικῆς ἡμέρας τε καὶ ὥρας γενόμενον πλῆθος τῶν ἡμερῶν τε καὶ ὡρῶν στοχάζεται, πόσον ἐστὶ μέρος τοῦ ἀπὸ συνόδου ἐπὶ τὴν πανσέληνον χρόνου, τουτέστι τῶν ιε΄ ἡμερῶν, καὶ τοῦτο ἐκκρούειν ἀπὸ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐπὶ τῶν ἡμέρας γενομένων, νυκτὸς δὲ ἀπὸ τοῦ διαμετροῦντος· τὸ δὲ περιλειπόμενον ἡγεῖσθαι μέρος ὥρας. ἢ καὶ ἄλλως ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν ἐξαριθμήσαντας καὶ τούτων τὸ ιβ΄ λαβόντας σκοπεῖν, πόστον μέρος ἐστὶ τῶν ιε΄ καὶ τοσαύτας ἀφελόντας ἐκ τοῦ μεγέθους τὸ περιλειφθὲν μέρος ὥρας ἡγεῖσθαι. ἐὰν οὖν δοθῇ ὥρα δ΄, ψηφιζομένων ὡρῶν γ΄ καὶ τοῦ μέρους· οὐ γὰρ δύνανται πάντες πεπληρωμέναις ὥραις γεννᾶσθαι. ὅθεν καὶ οἱ δίδυμοι πολλὴν διαρορὰν χουσι παρὰ τὰς ἐναλλαγὰς τῶν ὡρῶν καὶ τῶν ζῳδίων καὶ τῶν συνδέσμων· συμβαίνει γάρ τὸν μὲν ὀλιγοχρόνιον γίνεσθαι ἢ παραυτίκα τελευτῆσαι, τὸν δὲ πολυχρόνιον, τῆς ὥρας ἀπὸ συνδέσμου ἢ εἰς σύνδεσμον ἐκπεσούσης. ἐὰν δέ πως ἀπὸ πανσελήνου ἡ Σελήνη φέρηται, τῷ αὐτῷ τρόπῳ χρὴ λογίζεσθαι καὶ ποιεῖν τὸ μέρος· ὅταν δὲ συνοδεύσῃ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἢ κατὰ τὸ πανσεληνιακὸν ζῴδιον τύχῃ μηδέπω β΄ ἢ γ΄ μοίρας ἀπέχουσα τοῦ Ἡλίου, πλήρης ἡ ὥρα κριθήσεται. ὅσας δ᾿  ἂν ἀποστῇ μοίρας, ἐκεῖνο μέρος ἔσται, τουτέστιν ὁ φωτισμὸς τῆς Σελήνης, ὡς ἂν τύχῃ ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου· ἐὰν δέ ποτε μὴ συμφωνῇ ἡ ὥρα τῇ αἱρέσει, ἀναδραμόντες μίαν μοῖραν ἢ καὶ ἐπιπροσθέντες εὑρήσομεν τὴν πλάνην τοῦ δεδωκότος καὶ μάλιστα ἐπὶ τῶν τετελευτηκότων· ἐκ γὰρ τούτων καὶ ἔτη τῶν ζώντων [*](10 πόστῃ bis] πῶς τῆ V 11 λαβὼν iterat Va 19 ἐστὶ] ἐπὶ V 20 nempe ψηφιζόμεθα 23 ἀναλλαγὰς V 25 τὸν] τὴν V 32 ἡ πανσέληνος V)

298
ἔστιν εὑρεῖν. ὅθεν πρὸς τὴν ἐπιζήτησιν οὐ χρὴ ἀμελῶς φέρεσθαι, ἀλλὰ μετὰ πάσης ἀκριβείας πραγματευσάμενον ἐπισταμένως ἀποφαίνεσθαι. σκοπεῖν δὲ δεῖν, πότερον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ μοίρας ἕως ἐπὶ τὴν γεννητικὴν ἡμέραν, τουτέστιν ἕως τῆς σεληνιακῆς μοίρας χρὴ λαμβάνειν διάστημα, ἢ ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακήν, ἢ ἀπὸ τοῦ φωτισμοῦ τουτέστιν ἀπὸ τῆς διαμετρούσης τὸν Ἡλιον μοίρας ἕως τῆς πανσελήνου.

Ὑποδείγματος χάριν ἔστω Ἡλιος Ταύρου μοίρᾳ γ΄ . Σελήνη Κριοῦ μοίρᾳ β΄· τὸ μὲν ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα γίνεται τκθ΄, αἵπερ εἰσὶν ἡμέραι σεληνιακαὶ κζ΄ , τὸ δὲ ἀπὸ τῆς συνοδικῆς ἕως τῆς σεληνιακῆς ἡμερῶν ἐστιν κθ΄  ἀρεῖλον τὰς συνοδικὰς ἡμέρας ἕως πανσελήνου, αἵπερ εἰσὶν ἡμέραι ιε΄ λοιπαὶ γίνονται ἡμέραι ιδ΄ ταύτας πολλαπλασιάζω ἐπὶ τὸν ιβ΄, γίνονται ρξη΄ . τὸ δὲ διάστημα τῆς διαμετρούσης τὸν Ἡλιον μοίρας ἀπὸ Σκορπίου μοίρας γ΄ ἕως τῆς σεληνιακῆς μοίρας γίνεται ρμθ΄ μοῖραι· πλεονάζουσι δὲ αἱ ρξη΄ τῶν ρμθ΄ μόραις ιθ΄· δεῖ γὰρ ἴσους τοὺς ἀριθμοὺς λογίζεσθαι. ἔσται οὖν ἡ διάστασις οὐκ ἀπὸ τῆς συνοδικῆς ἡμέρας καὶ μοίρας, ἀλλʼ ἀπὸ τῆς ἐχομένης τουτέστιν τοῦ φωτισμοῦ τῆς πανσελήνου. δεῖ οὖν ἀφαιρεῖν τοῦ μεγέθους τὸ δοκοῦν περισσὸν εἶναι τῶν ιθ΄ μοιρῶν, ὅπερ ἐστὶν ἡμέρα α΄ ἥμισυ σεληνιακή· ἐὰν οὖν τὴν α΄ ἥμισυ ἡμέραν ἀφέλωμεν ἀπὸ τῶν ιδ΄ ἔσονται λοιπαὶ ιβ΄ ἥμισυ, ὅσαι ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας ἕως ἐπὶ τὴν σεληνιακήν. καὶ ἐπειδὴ τὸ ἀπʼ αὐτῆς τῆς σεληνιακῆς ἕως ἐπὶ τὴν μέλλουσαν σύνοδον διάστημά ἐστι μοιρῶν λβ΄ ὅπερ ἐστὶν ἡμέραι σεληνιακαὶ β΄ ἥμισυ, ἐὰν ταύτας προσθῶμεν ταῖς ιβ΄ ἡμίσει, ἔσονται ιε΄ πλήρης τὰ τοῦ κύκλου· ὁ γὰρ τῆς Σελήνης συνοδικὸς κύκλος ἐστὶν ἡμερῶν κθλ΄, ὁ δὲ περιδρομικὸς ἡμερῶν κζ΄ γ΄ , ὁ δὲ ἀνώμαλος κζ΄  U+2220΄.

Ἄλλως. Λογισάμενος τὸ ἀπὸ συνόδου ἐπὶ τὴν Σελήνην διάστημα ἢ τὸ ἀπὸ πανσελήνου ἐπὶ τὴν Σελήνην, καὶ ἐὰν μὲν ἐντὸς τῶν ρπ΄ μοιρῶν εὑρεθῃ, χρῆσθαι τῷ ὑποδεδειγμένῳ τρόπῳ· ἐὰν δὲ ὑπὲρ τὰς ρπ΄ μοίρας, ἀρ΄ ελόντες τὰς ρπ΄ τὰς λοιπὰς συγκρίνειν, πόστον μέρος ἐστὶ τοῦ δρόμου, καὶ τοῦτο ἐκκρούειν ἐκ τοῦ ὡριαίου μεγέθους.

Ἄλλως. Ἐπεξεύρομεν δὲ καὶ ἄλλως τὸ μέγεθος τὸ τῇ ἡλιακῇ μοίρᾳ παρακείμενον δωδεκαπλασιάσαντες, νυκτὸς δὲ τὸ διάμετρον. πολλαπλασιάσομεν πάλιν τὰς αὐτὰς ἐπὶ τὰς δεδομένας ὥρας τῆς [*](3 de δεῖν cf. Rad. Neue Jahrb. 151, 250. 153, 115 6 τὴν] τῆ V 13 πολλαπλασιάζων V 22 ὅσαι suspectum 23 τὸ] ὅτι V 31 ὑπὸ- δεδειγμένων V 35 ἐπεξάρομεν V)

299
ἀποκυήσεως καὶ ἐκκρούσαντες ἀνὰ τξ΄ τὰς λοιπὰς ἡγεῖσθαι γνώμονα ὡροσκοπικόν ἔπειτα τὸ διάστημα τὸ ἀπὸ Ἡλλίου ἐπὶ Σελήνην λαβὼν πρὸς ἀναφοράν συγκρῖναι τῷ πρώτῳ γνώμονι τῷ ὡροσκοπικῷ· ἐὰν μὲν γάρ πλεονάζῃ ὁ ἡλιακὸς γνώμων, προστίθει τῇ ὥρᾳ, ἐὰν δὲ ἐλλείψῃ, ἀφαίρει. τοσοῦτον δὲ προστιθέναι δεῖ ἢ ἀφαιρεῖν, ὅσον ἂν ἡ ὑπεροχὴ τοῦ ἡλιακοῦ μεγέθους σημαίνῃ· ὁ γὰρ ὁλοτελὴς πρὸ τῆς συγκρίσεως καταληφθήσεται ἐκ τῆς κατὰ τὴν ὥραν ἢ καὶ μέρος ὥρας προσθέσεως καὶ ἀφαιρέσεως.