Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πρὸ παντὸς μὲν τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς στήσαντας σκοπεῖν δεήσει τὴν προγενομένην σύνοδον, ἐάνπερ συνοδικὴ τυγχάνῃ ἡ γένεσις, πότε δὲ γέγονε καὶ πόστη ὥρᾳ καὶ πόστῃ μοίρᾳ τοῦ ζῳδίου, καὶ οὕτως λαβὼν ἀπʼ αὐτοῦ ἕως τῆς γεννητικῆς ἡμέρας τε καὶ ὥρας γενόμενον πλῆθος τῶν ἡμερῶν τε καὶ ὡρῶν στοχάζεται, πόσον ἐστὶ μέρος τοῦ ἀπὸ συνόδου ἐπὶ τὴν πανσέληνον χρόνου, τουτέστι τῶν ιε΄ ἡμερῶν, καὶ τοῦτο ἐκκρούειν ἀπὸ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐπὶ τῶν ἡμέρας γενομένων, νυκτὸς δὲ ἀπὸ τοῦ διαμετροῦντος· τὸ δὲ περιλειπόμενον ἡγεῖσθαι μέρος ὥρας. ἢ καὶ ἄλλως ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν ἐξαριθμήσαντας καὶ τούτων τὸ ιβ΄ λαβόντας σκοπεῖν, πόστον μέρος ἐστὶ τῶν ιε΄ καὶ τοσαύτας ἀφελόντας ἐκ τοῦ μεγέθους τὸ περιλειφθὲν μέρος ὥρας ἡγεῖσθαι. ἐὰν οὖν δοθῇ ὥρα δ΄, ψηφιζομένων ὡρῶν γ΄ καὶ τοῦ μέρους· οὐ γὰρ δύνανται πάντες πεπληρωμέναις ὥραις γεννᾶσθαι. ὅθεν καὶ οἱ δίδυμοι πολλὴν διαρορὰν χουσι παρὰ τὰς ἐναλλαγὰς τῶν ὡρῶν καὶ τῶν ζῳδίων καὶ τῶν συνδέσμων· συμβαίνει γάρ τὸν μὲν ὀλιγοχρόνιον γίνεσθαι ἢ παραυτίκα τελευτῆσαι, τὸν δὲ πολυχρόνιον, τῆς ὥρας ἀπὸ συνδέσμου ἢ εἰς σύνδεσμον ἐκπεσούσης. ἐὰν δέ πως ἀπὸ πανσελήνου ἡ Σελήνη φέρηται, τῷ αὐτῷ τρόπῳ χρὴ λογίζεσθαι καὶ ποιεῖν τὸ μέρος· ὅταν δὲ συνοδεύσῃ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἢ κατὰ τὸ πανσεληνιακὸν ζῴδιον τύχῃ μηδέπω β΄ ἢ γ΄ μοίρας ἀπέχουσα τοῦ Ἡλίου, πλήρης ἡ ὥρα κριθήσεται. ὅσας δ᾿  ἂν ἀποστῇ μοίρας, ἐκεῖνο μέρος ἔσται, τουτέστιν ὁ φωτισμὸς τῆς Σελήνης, ὡς ἂν τύχῃ ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου· ἐὰν δέ ποτε μὴ συμφωνῇ ἡ ὥρα τῇ αἱρέσει, ἀναδραμόντες μίαν μοῖραν ἢ καὶ ἐπιπροσθέντες εὑρήσομεν τὴν πλάνην τοῦ δεδωκότος καὶ μάλιστα ἐπὶ τῶν τετελευτηκότων· ἐκ γὰρ τούτων καὶ ἔτη τῶν ζώντων [*](10 πόστῃ bis] πῶς τῆ V 11 λαβὼν iterat Va 19 ἐστὶ] ἐπὶ V 20 nempe ψηφιζόμεθα 23 ἀναλλαγὰς V 25 τὸν] τὴν V 32 ἡ πανσέληνος V)

298
ἔστιν εὑρεῖν. ὅθεν πρὸς τὴν ἐπιζήτησιν οὐ χρὴ ἀμελῶς φέρεσθαι, ἀλλὰ μετὰ πάσης ἀκριβείας πραγματευσάμενον ἐπισταμένως ἀποφαίνεσθαι. σκοπεῖν δὲ δεῖν, πότερον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ μοίρας ἕως ἐπὶ τὴν γεννητικὴν ἡμέραν, τουτέστιν ἕως τῆς σεληνιακῆς μοίρας χρὴ λαμβάνειν διάστημα, ἢ ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακήν, ἢ ἀπὸ τοῦ φωτισμοῦ τουτέστιν ἀπὸ τῆς διαμετρούσης τὸν Ἡλιον μοίρας ἕως τῆς πανσελήνου.