Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τὸ ὄργανον τὴν πῆξιν ἔχει ἀπὸ α΄ ἕως μοίρας θ΄ τοιαύτην. τῇ α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκειται ἀριθμὸς β΄, τῇ β΄ δ΄, τῇ γ΄ ς΄, τῇ δ΄ η΄, τῇ ε΄ ι΄, τῇ ς΄ ιβ΄, τουτέσι παραύξησις μοιρῶν β΄· εἶτα ἀπὸ τῆς ζ΄ μοίρας συνδέσμου λύσις, παραύξησις προσθέσεως μοιρῶν ιδ΄ καὶ γίνονται ἐπὶ τῆς μοίρας ζ΄ μοῖραι κϚ΄, ἐπὶ τῆς η΄ μοίρας κη΄, ἐπὶ τῆς θ΄ μοίρας λ΄ ἐπὶ τῆς ι΄ β΄, ἐπὶ τῆς ια΄ δ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ἔπειτα πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται ἐπὶ τῆς ιγ΄ μοίρας κ΄, ἐπὶ τῆς ιδ΄ μοίρας κβ΄, ἐπὶ τῆς ιε΄ μοίρας κδ΄, ἐπὶ τῆς ις΄ μοίρας κς΄ . ἐπὶ τῆς ιζ΄ μοίρας κη΄, ἐπὶ τῆς ιη΄ μοίρας λ΄ εἶτα συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται μοῖραι μδ΄ ἐξ ὧν ἀφελὼν τὰς λ΄ λοιπαὶ ιδ΄· αὗται ἔσονται ἐπὶ τῆς ιθ΄ μοίρας, ἐπὶ τῆς κ΄ ις΄, ἐπὶ τῆς κα΄. ιη΄ . ἐπὶ τῆς κβ΄ κ΄, ἐπὶ τῆς κγ΄ κβ΄, ἐπὶ τῆς κδ΄ κδ΄ καὶ πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται λη΄ , ἐξ ὧν ἀφελὼν τὰς λ΄ λοιπαὶ η΄ αὗται ἔσονται ἐπὶ τῆς κε΄ , ἐπὶ τῆς κς΄ ί, ἐπὶ τῆς κζ΄ ιβ΄, ἐπὶ τῆς κη΄ ιδ΄ . ἐπὶ τῆς κθ΄ ιϚ΄ , ἐπὶ τῆς λ΄ ιη΄ . ὥστε κατὰ μὲν μοίρας Ϛ΄ συνδέσμου λύσις ἔσται προστιθεμένων τῶν ιδ΄ μοιρῶν καὶ ἐφε ξῆς τῶν τῆς παραυξήσεως β΄ ἐπὶ πάντων ζῳδίων. ἕξει οὖν ὁ μὲν Ζυγὸς ἐπὶ τῆς α΄ μοίρας παρακειμένας β΄ ἐπὶ δὲ τῆς λ΄ μοίρας ιη΄ . ὁμοίως δὲ τοῖς αὐτοῖς ἀριθμοῖς τοῦ Ζυγοῦ ὅ τε Λέων καὶ οἱ Ιχθύες ὠργανοθέτηνται. εἶτα ἀκολούθως Σκορπίος ἕξει ἐπὶ μὲν τῆς α΄ μοίρας ιδ΄ καὶ τῆς παραυξήσεως τῶν β΄ προστιθεμένων γενήσονται ἕως τῆς Ϛ΄ μοίρας κδ΄ καὶ ὁμοίως τῶν συνδέσμων λυομένων ἔξει τῇ μοίρᾳ λ΄ παρακειμένας λ΄ . τοὺς δὲ αὐτοὺς ἀριθμοὺς ἕξει ὅ τε Κριὸς καὶ ἡ Παρθένος. Ἵνα δὲ συντομωτέραν τὴν πῆξιν δηλώσωμεν πρὸς τό τινας [*](4 θ΄] nempe ς΄ 8 προθέσεως V (item v. 10, 13) 14 τὰς] τὰ V)