Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Χρὴ μὲν οὖν πρὸ πάντων καὶ περὶ ταύτης τῆς βίβλου ὅρκον προτάξαι τοῖς ἐντυγχάνουσιν, ὅπως πεφυλαγμένως καὶ μυστικῶς ἔχωσι τὰ λεγόμενα ποικίλως γάρ καὶ ἀκολούθως τάς προκειμένας αἱρέσεις ἐθέμην εἰς προτροπὴν καὶ ἀγωγὴν φιλόκαλον πολλὴν δύναμιν ἐχούσας, ὅπως ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μείζονα τὴν ἐπιθυμίαν ἐπεκτείνωσι καὶ μὴ διαλιπόντες ψόγον καθʼ ἡμῶν οἴσονται. βέλτιον οὖν ἐστι προγυμνασθέντας ταῖς συντεταγμέναις ὑφ’ ἡμῶν βίβλοις ἐπὶ ταύτας ἐλθεῖν· ἐκ γὰρ τῶν καθολικῶν καὶ μερικῶν συγκρίσεων ἄπταιστος ἡ διαίρεσις καὶ σεβάσμιος κριθήσεται. καὶ καθάπερ ἄν εἴς τινα ἀκρώρειαν διὰ βαθμῶν καὶ περικαμπῶν τόπων ἀνελθὼν τις μετά πολλοῦ πόνου καὶ εὑρὼν ναοῦ κατασκευὴν καὶ πολυτέλειαν ἀγαλμάτων χρυσοῦ τε καὶ ἀργύρου ήδ᾿  ἐλέφαντος καὶ τινα τινα ἁλουργήματα ἀμετανόητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ἄνοδον καὶ μεθʼ ἡδονῆς θρησκεύει φαντασιούμενος οὐρανίοις θεοῖς προσομιλεῖν, τὸν αὐτὸν τρόπον καὶ οἱ ταῖς παραγγελίαις ἡμῶν πειθόμενοι· οὕς ὁρκίζω Ἡλἰου μὲν ἱερὸν κύκλον καὶ Σελήνης ἀνωμάλους δρόμους τῶν τε λοιπῶν ἀστέρων δυνάμεις καὶ κύκλον δυοκαίδεκα ζῳδίων ἀποκρύφ οις ταῦτα ἔχειν καὶ τοῖς ἀπαιδεύτοις ἥ ἀμυήτοις μὴ μεταδιδόναι τιμήν τε καὶ μνήμην τῳ εἰσηγησαμένῳ ἀπονέμειν. εὐορκοῦσι μὲν εὖ εἴη καὶ καταθύμιοι οἱ προκείμενοι θεοί, ἐπιορκοῦσι δὲ τὰ ἐναντία.