Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καὶ ταῦτα μέν, ὦ Μάρκε, μετὰ πολλοῦ πόνου καὶ ἐγκρατείας ζητήσας καὶ ἀνευρὼν συνέταξα καὶ τὰς αἱρέσεις ἐξεδόμην. τοιγαροῦν ὁρκίζω σε Ἥλιον καὶ Σελήνην καὶ τῶν πέντε ἀστέρων τοὺς δρόμους φύσιν τε καὶ πρόνοιαν καὶ τὰ τέσσαρα στοιχεῖα μὴ ταχέως τινὶ μεταδοῦναι καὶ ταῦτα ἀμαθεῖ μηδ’ ὡς ἔτυχε, λογισάμενον τὸν πόνον καὶ τὸν πόθον καὶ τὴν πολυχρονίαν εἰς τὰ τοιαῦτα διατριβήν τε καὶ ζήτησιν. τοῦ γὰρ χρόνου τὴν πρᾶξιν εἰκάσας ἀντὶ πολλῶν σοι χρημάτων κατέλιπον τὸ γὰρ ἀργύριον εὐανάλωτον καὶ ἐπίφθονον καὶ εὐεπιβούλευτον ὑπάρχει, τὰ δὲ συντάγματά μου καὶ βίον σοι καὶ δόξαν καὶ τιμὴν καὶ ἡδονὴν καὶ ὠφέλειαν παρέξει, ἐάνπερ κοσμίως καὶ ἀσφαλῶς ἐνεχθῇς, καθὼς προγέγραπται, καὶ μὴ ἐγκληματικῶς μηδʼ ἀκροθιγῶς. καὶ αὐτὸς οὖν ὁμοίαν τὴν κακοπάθειαν ἡγησάμενος, ὥσπερ ἄν εἰ αὐτὸς συνέταξας — ἀλλʼ ὅμως [*](7 τὸν] nempe τῶν (sc. τόπων) 11 pempe πᾶς τε 19 structura perturbata τὸν ἐναντίον τόπον V 23 τετευχυίας καταλαμβάνονται V dubito an Nechepsonis verba huc usque pertineant 28 ὡς] ὃς V λογισά- μενος V 30 haec non intellego 34 ἐνεχθῇ V)

294
ἐκακοπάθησας παραλαμβάνων καὶ ἀνεκρίθης ἀξίαν ἀμοιβὴν κομιδάμενος, μετάδος τοῖς δυναμένοις· τοῦτο δὲ ποιήσας ἐμὲ μὲν καὶ τὸ μάθημα δοξάσεις, σαυτὸν δὲ ὠφελήσεις καὶ φιλόπονον καὶ φιλόκαλον ἀποδείξεις. εὐορκοῦντι μέν σοι καταθύμιος συντέλεια.