Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἵνα δὲ μὴ δόξω πάλιν τὰ αὐτὰ σοφίζεσθαι, καθὼς ἐμὴνυσεν ὁ βα σιλεὺς περὶ τούτων, αὐταῖς λέξεσιν ὑποτάξω. πάντα δὲ ἀ στέρα ἢ ἐπὶ τοῦ ἰδίου τόπου που ἐπιπαρόντα ἢ καὶἐπὶ τῶν τετραγώνων ὄντα, ἐάνπερ ᾖ προσφορώτερος ἐπὶ τῆς γενέσεως ἢ βλα πτικὸς ἐπὶ τῶν ὁμοίων τόπων, ἐάνπερ ἦ βλαβερὸν ὑπὸ τῶν τῆς γενέσεως χρόνων. εἰ δὲ δ μὲν ὠφέλιμος ὑπάρχει, ὁ δὲ βλαβερός, καὶ τύχωσιν ἑκάτεροι ἐπὶ ἰδίου τόπου ἢ τετραγώνου, καὶ ὁ μὲν περιποιῶν ἐπιμερίσει ἐπὶ τὸνκ ακοποιοῦ τόπον ἐπιπαρελθών, δ δὲ στερητικὸς γενήσεται ὧν προεμέρισε, χάριν τοῦ ἑκάτερον αὐτῶν ἐκ τετραγώνου γενομένους τὸν μὲν δοτικὸν γεγονέναι, τὸν δὲ ἕτερον ἐπιμαρτυρήσαντα τῇ δόσει τῆς βλάβης τὸ μεῖον ἀποδεδειχέναι. πάλιν λέγει· νοεῖν δὲ χρὴ καὶ τὸν τῶν χρόνων κρατοῦντα τὸ πῶς τέτακται πρὸς τὰ τῆς γενέσεως πράγματα, ἔτι δὲ τοὺς ἐπικρατήτορας καὶ περιποιητικοὺς ἢ βλαπτικοὺς τόπους. οὐκ ἐπὶ μόνης δὲ τῆς καταρχῆς τῶν χρόνων, ὅπου τετεύχασιν οἱ ἀστέρες, συνορατεός δ τρόπος ἔσται ὁλοτελῶς, ἀλλὰ καὶ ἐν τοῖς διαμέσοις προσκοπητέον τὰς ἐπεμβάσεις τῶν λοιπῶν ἀστέρων τὰς τῶν προσμ αρτυρούν των ἢ συμ παρε δρευόν των τῷ δε σπόζον τι τῶν χρόνων, συμ παραλαμβανομένων δὲ καὶ Ερμοῦ καὶ Σε λήνης. ἐνδέχεται γὰρ ἐπὶ τῆς καταρχής τῶν χρόνω συμφόρων ὄνυ των αὐτῶν τὸν ἀγα θοπο ιὸν ἐπὶ τοῦ περιπο ιητκοῦ ῦτόπου παρεῖναι ἢ μεθ᾿  δπόσον ὖν δήποθεν χρόνον τὴν ἐπέμβασιν ποτεῖσθαι, κακοποιὸν δὲ ἐποἰὸν δὲ ἐπεμβεβηκέναι· καὶ τῶν κρόνων καλῶν ὄντων ἀπο βολὴν τῶν ἐἲσοδιασθέντων ποτήσεται. εἰ δὲ τῶν κρόνων κατὰ τὸ ἐναλλὰξ ἀποβὰντων ἀγαθοποιὸς ἐπὶ τοῦ περιποιητικοῦ τὑχῃ, δ δὲ κακοποιὸς χρηματίσας πρὸς τὴν γένεσιν τύχῃ, ἐφ᾿  ὦν χρόνων δ κακοποιὸς ἐπικρατεῖ, τότε πάντοτε περιποιητικὸς ἔσται δ χρόνος οὐδενὶ τῶν χρόνων ἐναντιω ὅντων, προσεπισημανθήσεται δὲ ταῖς προσκυπούσαις δυσκολίαις καὶ ἀντερείσεσι.

Παρ᾿ ἔκαστα δὲ ἐπιτηρεῖν τὰς ἐκάστου ἀστέρος ἐπεμβάσεις [*](4 ἰόντα V 5 haec lacunosa 6 ὑπὸ] aut ἐπὶ aut τὸν τ. γ χρόνον scr. 8 καὶ abundat 12 ἐπιμαρτυρῆσαι Va „damno llato minuit quod alter dedit “ mire dictum 14 ὅπως Us. 21 συμπαραλαμβανόμενον ut vid. V 25 δήποτε usitatum 31 τότε Us] τοῦτο V 34 ἀνταιρέσεσι V, corr. Us. Seqq. non praesto non esse Nechepsonis)

292
εἰς τὰ προσήκοντα τῇ γενέσει ζῴδια· καὶ τῆς Σελήνης ἐπιμελῶς τοὺς δρόμους σκοπεῖν· ὁπότε γὰρ ἐπʼ ἀνατολῆς τύχη ἐν τοῖς τετραγώνοις τοῖς δεξιοῖς ἢ εὐωνύμοις ὑπὸ Ἄρεως ἢ Κρόνου κατοπτευομένη, προφυλακτέα ἡ παράδοσις ἔσται, ὅπερ οὐδὲν ὄφελος. κἂν μὲν ἐν χρόνοις κακοποιῶν τοῦτο συμβῇ, οἷον ἐπὶ τῶν τοῦ Ἄρεως χρόνων, συνοχαῖς καὶ βάρεσι γίνονται ἢ τραυμάτων περιπλοκαῖς· εἰ δὲ δ τοῦ Ερμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σὺν τῷ τοῦ Ἄρεως ἢ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἀρεως, γραπτῶν γὰρ χάριν τὴν ἐπιφορὰν ἢ τὴν σύσχεσιν ἔσεσθαι σημαίνει· Κρόνος δὲ ἐπιμαρτυράμενος ἢ συμπαρὼν χάριν παλαιῶν τινῶν ἢ χρόνων ἢ πατρικῶν ἢ τῶν ὁμοίων ἢ πρεσβυτέρας κεφαλῆς χάριν. ἐπὰν δὲ τῶν χρόνων δ τῆς Ἀφροδίτης τὴν κυρίαν ἔχῃ, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ τῶν τῆς Ἀφροδίτης οἴκων τύχῃ, γυναικείας χάριν κεφαλῆς· εἰ δὲ Ἀφροδίτη τοῦ Διὸς τοὺς χρόνους τύχῃ, ἐπὶ δὲ τῶν τοῦ Διὸς ὁ τοῦ Ἄρεως τύχη, βσιλικῶν χάριν ἢ καὶ μεγιστᾶνός τινος· ἰσχάνουσι δὲ καὶ προκοπὰς μεγίστας, ἐπὰν τῶν χρόνων τοῦ Διὸς ὄντων τοῦ Διὸς ἐπὶ τοῦ κατὰ κορυφὴν ἢ τοῦ περιποιητικοῦ σὺν τῷ τοῦ Ἄρεως ὑπάρχῃ. σκοπεῖν οὖν δεήσει ἐπί τε τοῦ Διὸς καὶ τοῦ Ἄρεως πράσσειν παρεχόντων, ἐπὰν ὁ τοῦ Κρόνου τὴν ἐπέμβασιν ἐπιλάβῃ καὶ τὴν ἐναντιότητα, ἷνα οἱ χρόνοι τῶν πράξεων ἐναντίοι γένωνται. εἰ δὲ ὁ τοῦ Ερμοῦ τὴν κυρίαν ἔχει, ὁ δὲ τοῦ Διὸς ἐπʼ αὐτοῦ παρέξει, τοῖς χρόνοις τούτοις ἐπὶ πράγματος προβιβασθήσεται καὶ καλῶς διάξει· κἂν μὲν ἐπὶ τῆς γενέσεως τύχῃ καλῶς διακείμενος, μείζονας τὰς πράξεις ἕξει κατὰ τὴν ἐπὶ τῆς γενέσεως διαστολήν· ἐναλλοιοῦται γὰρ ταῦτα ἐκείνοις καὶ ἐκεῖνα τούτοις ἐπὶ τῶν ἐκ γενετῆς διαστολῶν. τῶν γὰρ προδηκόντων κατὰ γένεσιν τόπων ἀκυρολογήτων κατὰ τὰς θέσεις τῶν ἀστέρων φανέντων, ἐπὰν δοτῆρες οἱ χρόνοι τύχωσι, καθάπερ προείπαμεν, ἐπὶ τοῦ περιποιητικοῦ παρῆν ὁ ἀστήρ. προσοδικῶς οὖν γενόμενος οὐ παράμονα ποιήσει τὰ προσοδιασθέντα ὑπὸ τῶν ἀνοικείως κατὰ γένεσιν ἠστερισμένων τὰ δὲ ὑπὸ τῶν ἰδίως πρὸς ἑκάστην γένεσιν ἠστερισμένων δοθέντα, ἐπὰν οἰκείως τύχη κατὰ τοὺς χρόνους ὁοθέντα, κυρίως περιέσται, ἐπὰν οἱ πλείους τῶν ἀστέρων τῶν ἀγαθοποιῶν συμπροσῶσιν ὁποτέρῳ εἴτε καὶ ἐπὶ τῶν προσκυρούντων τῇ γενέσει ζῳδίων ἐπιμαρτυρῶσι τῷ κρατοῦντι τῶν χρόνων ὑπὸ τὸν τῆς γενέσεως καιρόν. τοῦ δὲ [*](9 τῷ] τῶν V 11 possis χρονίων (cf. 107, 33) πατρικῶν V] νεκρικῶν H 15 nempe ⟨κατέχουσα⟩ τύχῃ 18 ὑπάρχει V 22 nempe ἀπʼ αὐτοῦ παραδέξηται τοὺς χρόνους, τότε ἐπὶ πρ. 30 nempe παροὁικὸς παράμεινα V 34 ὁπότεροι V 36 τῶν...καιρῶν V)
293
τοῦ Κρόνου ἐπιλαβόντος τὸν τόπον ἐναντιότητα καὶ ψύξιν ἀποτελεῖ τῶν πράξεων· εἰ δὲ καὶ τὸν τῶν ἐπόντων ἀστέρων τόπον ἐπιλάβῃ, ὁ δὲ τοῦ Ἄρεως τὸν περιποιητικὸν ἐπέχῃ τοῦ τοῦ Κρόνου καὶ τὸν τῶν πράξεων τόπον ἔχοντος, καὶ κινδύνοις ἰσοθανάτοις περιβαλεῖ, δεῖ μὲν οὖν νοεῖν πάντοτε τὸν τοῦ Κρόνου κατὰ τὸ περιποιητικὸν ζῴδιον ἐπόντα βλαπτικὸν ὑπάρχοντα καὶ ἐπὶ τοῦ τούτου ἐναντίου ἐπί τε τὸν τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ κατὰ τὴν ὁποτέρου τούτων διαστσλήν. τὸ δʼ ὅμοιον ἀποτελεῖ καὶ ὁ τοῦ Ἑρμοῦ ἐπὶ τῶν τῆς Σελήνης καὶ τῶν οἰκείων ζῳδίων μαρτυρούμενος ὑπὸ Ἄρεως καὶ Κρόνου· τὸ δʼ αὐτὸ καὶ ὁ τῆς Ἀφροδίτης· πᾶς δὲ ἀστὴρ ἐπιπαρὼν τοῖς κατὰ γένεσιν ζῳδίοις οἰκείως ἐπί τε τοὺς Ἡλίου καὶ Σελήνης τόπους καὶ συγκερασθεὶς τῇ προκειμένῃ συγκρατικῇ διαστολῇ. τὸ δʼ ὅμοιον ἀποδείκνυσι τῶν ἀποτελεσμάτων τῆς κυρίας τοῦ δεσπόζοντος τῶν χρόνων συνεπικρατούσης σὺν τοῖς παρατυγχάνουσι τῶν λοιπῶν ἀστέρων. πάντοτε δὲ δεῖ τηρεῖν κατὰ φάσιν τὴν Σελήνην ἀπὸ συνόδου φωτιζομένην τοῖς τετραγώνοις μάλιστα ἐπὶ τοῦ δεκάτου ζῳδίου, καθὼς πρόκειται, ὑπὸ τῶν κακοποιῶν μαρτυρουμένην εἰ δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ Κρόνου ἐπὶ τῶν ἐναντίων τόπων θεωρούμενοι κατὰ τὸν τῆς γενέσεως χρόνον καὶ τοὺς κυρίους τόπους διαπορευομένης τῆς Σελήνης. ὠφέλιμος δέ ἐστιν ἐπὶ τοὺς τῶν ἀγαθοποιῶν τόπους παριοῦσα, εἴπερ ἐπὶ τῶν ἐπικαιρίων τῆς γενέσεως τόπων τετευχυῖα καταλαμβάνεται.

Καὶ ταῦτα μέν, ὦ Μάρκε, μετὰ πολλοῦ πόνου καὶ ἐγκρατείας ζητήσας καὶ ἀνευρὼν συνέταξα καὶ τὰς αἱρέσεις ἐξεδόμην. τοιγαροῦν ὁρκίζω σε Ἥλιον καὶ Σελήνην καὶ τῶν πέντε ἀστέρων τοὺς δρόμους φύσιν τε καὶ πρόνοιαν καὶ τὰ τέσσαρα στοιχεῖα μὴ ταχέως τινὶ μεταδοῦναι καὶ ταῦτα ἀμαθεῖ μηδ’ ὡς ἔτυχε, λογισάμενον τὸν πόνον καὶ τὸν πόθον καὶ τὴν πολυχρονίαν εἰς τὰ τοιαῦτα διατριβήν τε καὶ ζήτησιν. τοῦ γὰρ χρόνου τὴν πρᾶξιν εἰκάσας ἀντὶ πολλῶν σοι χρημάτων κατέλιπον τὸ γὰρ ἀργύριον εὐανάλωτον καὶ ἐπίφθονον καὶ εὐεπιβούλευτον ὑπάρχει, τὰ δὲ συντάγματά μου καὶ βίον σοι καὶ δόξαν καὶ τιμὴν καὶ ἡδονὴν καὶ ὠφέλειαν παρέξει, ἐάνπερ κοσμίως καὶ ἀσφαλῶς ἐνεχθῇς, καθὼς προγέγραπται, καὶ μὴ ἐγκληματικῶς μηδʼ ἀκροθιγῶς. καὶ αὐτὸς οὖν ὁμοίαν τὴν κακοπάθειαν ἡγησάμενος, ὥσπερ ἄν εἰ αὐτὸς συνέταξας — ἀλλʼ ὅμως [*](7 τὸν] nempe τῶν (sc. τόπων) 11 pempe πᾶς τε 19 structura perturbata τὸν ἐναντίον τόπον V 23 τετευχυίας καταλαμβάνονται V dubito an Nechepsonis verba huc usque pertineant 28 ὡς] ὃς V λογισά- μενος V 30 haec non intellego 34 ἐνεχθῇ V)

294
ἐκακοπάθησας παραλαμβάνων καὶ ἀνεκρίθης ἀξίαν ἀμοιβὴν κομιδάμενος, μετάδος τοῖς δυναμένοις· τοῦτο δὲ ποιήσας ἐμὲ μὲν καὶ τὸ μάθημα δοξάσεις, σαυτὸν δὲ ὠφελήσεις καὶ φιλόπονον καὶ φιλόκαλον ἀποδείξεις. εὐορκοῦντι μέν σοι καταθύμιος συντέλεια.

Οὺεττίου Οὐάλεντος Ἀντιοχέως τῆς πρὸς Δάφνην γενεθλιαλογουμένων βιβλίον ζ᾿  τετέλεσται.

[*](2 an τοῖς ⟨χωρῆσαι⟩? 5 alteram  formulae partem ipse om. vid. (cf. 263,23))
295

Τὸ ὄργανον τὴν πῆξιν ἔχει ἀπὸ α΄ ἕως μοίρας θ΄ τοιαύτην. τῇ α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκειται ἀριθμὸς β΄, τῇ β΄ δ΄, τῇ γ΄ ς΄, τῇ δ΄ η΄, τῇ ε΄ ι΄, τῇ ς΄ ιβ΄, τουτέσι παραύξησις μοιρῶν β΄· εἶτα ἀπὸ τῆς ζ΄ μοίρας συνδέσμου λύσις, παραύξησις προσθέσεως μοιρῶν ιδ΄ καὶ γίνονται ἐπὶ τῆς μοίρας ζ΄ μοῖραι κϚ΄, ἐπὶ τῆς η΄ μοίρας κη΄, ἐπὶ τῆς θ΄ μοίρας λ΄ ἐπὶ τῆς ι΄ β΄, ἐπὶ τῆς ια΄ δ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ἔπειτα πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται ἐπὶ τῆς ιγ΄ μοίρας κ΄, ἐπὶ τῆς ιδ΄ μοίρας κβ΄, ἐπὶ τῆς ιε΄ μοίρας κδ΄, ἐπὶ τῆς ις΄ μοίρας κς΄ . ἐπὶ τῆς ιζ΄ μοίρας κη΄, ἐπὶ τῆς ιη΄ μοίρας λ΄ εἶτα συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται μοῖραι μδ΄ ἐξ ὧν ἀφελὼν τὰς λ΄ λοιπαὶ ιδ΄· αὗται ἔσονται ἐπὶ τῆς ιθ΄ μοίρας, ἐπὶ τῆς κ΄ ις΄, ἐπὶ τῆς κα΄. ιη΄ . ἐπὶ τῆς κβ΄ κ΄, ἐπὶ τῆς κγ΄ κβ΄, ἐπὶ τῆς κδ΄ κδ΄ καὶ πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται λη΄ , ἐξ ὧν ἀφελὼν τὰς λ΄ λοιπαὶ η΄ αὗται ἔσονται ἐπὶ τῆς κε΄ , ἐπὶ τῆς κς΄ ί, ἐπὶ τῆς κζ΄ ιβ΄, ἐπὶ τῆς κη΄ ιδ΄ . ἐπὶ τῆς κθ΄ ιϚ΄ , ἐπὶ τῆς λ΄ ιη΄ . ὥστε κατὰ μὲν μοίρας Ϛ΄ συνδέσμου λύσις ἔσται προστιθεμένων τῶν ιδ΄ μοιρῶν καὶ ἐφε ξῆς τῶν τῆς παραυξήσεως β΄ ἐπὶ πάντων ζῳδίων. ἕξει οὖν ὁ μὲν Ζυγὸς ἐπὶ τῆς α΄ μοίρας παρακειμένας β΄ ἐπὶ δὲ τῆς λ΄ μοίρας ιη΄ . ὁμοίως δὲ τοῖς αὐτοῖς ἀριθμοῖς τοῦ Ζυγοῦ ὅ τε Λέων καὶ οἱ Ιχθύες ὠργανοθέτηνται. εἶτα ἀκολούθως Σκορπίος ἕξει ἐπὶ μὲν τῆς α΄ μοίρας ιδ΄ καὶ τῆς παραυξήσεως τῶν β΄ προστιθεμένων γενήσονται ἕως τῆς Ϛ΄ μοίρας κδ΄ καὶ ὁμοίως τῶν συνδέσμων λυομένων ἔξει τῇ μοίρᾳ λ΄ παρακειμένας λ΄ . τοὺς δὲ αὐτοὺς ἀριθμοὺς ἕξει ὅ τε Κριὸς καὶ ἡ Παρθένος. Ἵνα δὲ συντομωτέραν τὴν πῆξιν δηλώσωμεν πρὸς τό τινας [*](4 θ΄] nempe ς΄ 8 προθέσεως V (item v. 10, 13) 14 τὰς] τὰ V)

296
καὶ ὅλον τὸ ὄργανον μνημονεύειν, οὕτως λογιζόμεθα ἐπὶ προσθέσεως· ἐπὶ τῆς πρώτης μοίρας τοῦ Ζυγοῦ παρακειμένους ἔχει β΄· ταύταις προσέθηκα ιβ΄ τοῦ κύκλου καὶ γίνονται ιδ΄ ταύτας ὁ Σκορπίος ἐπὶ τῆς α΄ μοίρας ἕξει. πάλιν τὰς ιδ΄ προσέθηκα ταῖς β΄ καὶ γίνονται κϚ΄ ταύτας ὁ Τοξότης ἕξει ἐπὶ τῆς α΄ μοίρας καὶ ἐφεξῆς ἀνὰ ιβ΄ προστιθέντες εὑρήσομεν τοῦ ἐξῆς ζῳδίου ταύτας παρακειμένας τῇ α΄ μοίρᾳ· αἷς ἐπισυνθέντες τὰς ιβ΄ καὶ λύοντες συνδέσμους τῇ τῶν ιδ΄ μοιρῶν συνθέσει ὅλον τὸ ἀργανον συμπήξομεν. ὅσας οὖν ὁ Τοξότης ἔχει παρακειμένας, τοσαύτας καὶ Γαῦρος· ὅσας ὁ Ὑδροχόος, τοσαύτας καὶ ὁ Καρκίνος· ὅσας ὁ Αἰγόκερως, τοσαύτας καὶ οἱ Δίδυμοι. καὶ ἔσται τούτων ἰσοδυναμία μὲν καὶ ἀλληλουχία, διάφορος δὲ διὰ τὰς ἀνωμαλίας τῶν ἀναφορῶν. ἔστι δὲ τὸ ὄργανον τοῦτο ἔχον καὶ τὰ ἔτη παρακείμενα τοῖς ἀριθμοῖς καὶ ταῖς μοίραις ὑποδείγματος χάριν. τὴν δὲ ἀκρίβειαν καὶ ἕκαστον κλίμα καὶ τὰς τῶν τόπων ἀλλαγὰς οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἕξουσι.

Τῆς περὶ τὸ ὄργανον οἰκονομίας προκειμένης ἀναγκαῖον ἔσχον καὶ τὴν καταγωγὴν τῆς πήξεως ὑποτάξαι. ἡ μὲν οὖν τῶν συνδέσμων πρόσθεσις, τουτέστιν αἱ ιδ΄, σημαίνουσι τὰ φῶτα τῆς Σελήνης, δὲ δύο τῆς παραυξήσεως δακτύλους Ἡλίου. δὶς δὲ τὰ ιδ΄ γίνονται κη΄ , κύκλος Σελήνης· ἐπεὶ οὖν α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκεινται β΄ , ἐκ τούτων ἀφεῖλον μοῖραν α΄ μ΄· λοιπὰ γίνονται ο κ΄ , ἐστι μέγεθος τρίτον. ταῦτα ἐπὶ τὸν ξ΄ γίνεται ρη΄ ταῦτα ἀναλύω ἔως τῶν ξ΄ καὶ γίνεται μύρια καὶ ὀκτακόσια. ταύτας ποιῶ φμ΄ εἰς κύκλον ἕνα ἥμισυ καὶ γίνεται ο κ΄· ταῦτα ἔσται παρακείμενα ἐπὶ τῆς τοῦ Ζυγοῦ α΄ μοίρας· ταῦτα γ΄ γίνεται ξ΄ , ὅπερ ἐστὶν ἐνιαυτὸς εἷς. προσεπικατάξομεν δὲ καὶ τοὺς λοιποὺς ἐνιαυτοὺς οὕτως, προστιθέντες ἑκάστῳ ἔτει β΄ κ΄. ἔσονται οὖν ἐπὶ τῆς β΄ μοίρας τοῦ Ζυγοῦ β΄ μ΄, ἐπὶ τῆς γ΄ ε΄ ο, ἐπὶ τῆς δ΄ ζ΄ κ΄ , ἐπὶ τῆς ε΄ θ΄ μ΄, ἐπὶ τῆς ς΄ ιβ΄ ο. εἶτα ἐπὶ τοῦ συνδέσμου προσθέντες τὰ τδ΄ φῶτα τῆς Σελήνης τοῖς ιβ΄ ο ἕξομεν κϚ΄ ο· ἐκ τούτων ἀφ είλαμεν α΄ μ΄ , καὶ λοιπὸν ἔσονται ἐπὶ τῆς ζ΄ μοίρας κδ΄ κ΄ ἐπὶ τῆς η΄ μοίρας παλινδρομήσομεν δύο κ΄, καὶ ἔσονται κϚ΄ μ΄, ἐπὶ τῆς θ΄ κθ΄ ο, ἐπὶ τῆς ι΄ α΄ κ΄, ἐπὶ τῆς ια΄ γ΄ μ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ο. ὥστε ἐπὶ τὸν σύνδεσμον καὶ τὸν πρῶτον ἀριθμὸν [*](7 προκειμένας τὴν V 15 nempe καθ΄ ἕκαστον 24 o hic et in sqq. nota nobis usitata nihil significans 25 ξ΄] ? Vα aut Vb 36 nempe τῶν συνδέσμων et τῶν πρώτων ἀριθμῶν)

297
ἀφαιρεῖν δεῖ α΄ μ΄ , ἐπὶ δὲ τῆς παραυξήσεως προστιθέναι β΄ κ΄· τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων οἰκονομεῖν δεῖ. καθάπερ δὲ καὶ ἐπὶ τοῦ α΄ ὀργάνου εὑρίσκομεν τοῦ ἐξῆς ζῳδίου τὸν παρακείμενον ἀριθμὸν τῇ α΄ μοίρᾳ, οὕτως καὶ ἐπὶ τοῦ δευτέρου ὀργάνου εὑρήσομεν.