Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁμοίως δὲ καὶ περὶ τῶν πρακτικῶν καὶ ἀπράκτων χρόνων στοιχητέον, μετὰ τοὺς ἐνιαυσίους χρόνους μηνιαίους ἐπιμερίζειν τοῖς χρηματίζουσι ζῳδίοις καὶ τοῖς τούτων οἰκοδεσπόταις. καὶ ὥσπερ κανονικῆς συμπήξεως φυσικῆς ἐχούσης διὰ πολυχώρων ἀριθμῶν καὶ λεπτομερῶν μορίων εἰς στερεὰν σύμπηξιν τὴν ἁρμονίαν οὐ καθεστῶσαν ὁρῶμεν μὴ προκειμένης τῆς ἀρχῆς τοῦ ἀριθμοῦ ἐνδηλοτέρας, οὕτως χρὴ καὶ τοὺς βουλομένους διʼ ἀκριβείας διεξιέναι ἀρξαμένους ἀπὸ ὡρῶν καὶ μηνῶν κατάγειν τοὺς χρόνους πολυμερῶς ἐπὶ τοσοῦτον, μέχρις οὗ ἡ τοῦ ζητουμένου χρονογραφία ἐπιτρέπῃ. οὕτως γὰρ εὑρήσομεν ἀναφο ορᾶς μὲν ἕτερον χρονοκρατοῦντα, περιόδου δὲ ἕτερον καὶ προκειμένου πλατικῶς [*](11 μῆνες V 13 i. e. sic queque 38 + 19 efficiunt 57 menses (possis τοὺς αὐτοὺς) 17 fort. 〈ὁ〉 χρόνος 21 in mg. ε΄ V 27 fort. ὡς ἐπὶ καν. fort. φυσικῶς 31 (i. e. ὡροσκόπου) V 34 πλαστμεῶς V)

275
τοῦ ἀποτελέσματος ἀγαθοῦ ἢ φαύλου ἐν ταῖς μεταξὺ ἡμέραις καὶ μησὶ τὸ ἐναντίον γίνεται, καὶ ποτὰ μὲν δοκεῖ προλαμβάνειν ποτὲ δὲ μετέπειτα γίνεσθαι. ὅνπερ οὖν τρόπον λίθος ἀκοντισθεὶς ἐπί τι χάλκειον δαιδπλούργημα τὴν μὲν εὐθεῖαν στιγμήν ἔχει, τὸν δὲ ὖχον ἐπὶ πολύ κατασὲευάζει, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀστέρες, ἐπὰν τῶν χρόνων κυριεύσωσι, πρὸς ἀλίγον ἐνδειξάμενοι ἀποτέλεσμα ὑστέρων ἀπηχήματος τρόπον ἐνεργοῦσιν. οἶ μὲν οὖν σχηματισμοὶ τῶν ἀστέρων καὶ αἱ πρὸς ἀλλήλους μαρτυρίαι εὐτονοῦσιν τοῖς ἁρμόζουσι χρόνοις, ἐξαιρέτως δὲ αἰ πρὸς τὸν κλῆρον τῆς τύχης. τά γὰρ ὅλα ἐκ τούτου συνορᾶται καὶ συνέστηκεν καὶ ἐκ τοῦ οἰκοδεσπότου.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Διδύμοις, Σελήνη Ὑδροχόῳ, ρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξδότῃ, ὡροσκόπος Ζυγῷ, κλίμα α’. ἔστω ἡμᾶς ζητεῖν ἔτος μβ΄. ἔλαβον τὴν ἀναφορὰν τοῦ Ζυγοῦ λή κ΄, ἅ ἐστιν ἔτη λή μῆνες καὶ πάλιν τούτων ἰσάριθμοι μῆνες λή , οἳ εἰσιν ἔτη γ΄ μῆνες γίνονται ὁμοῦ ἔτη μα΄ μῆνες Ϛ΄ τούτῳ τῳ ἔτει ἐκ πολέμου φεύγων καὶ ἀπὸ ἵππου πεσὼν ἐπελθόντων τῶν πολεμίων καὶ πολλῶν ἀναιρεθέντων καὶ αὐτὸς τρωθεὶς συνεφυρήθη ἑτέροις πτώμασι καὶ ὑποκριθεὶς νεκρὸς διέφυγε τὸν κίνδυνον καὶ διέμεινεν εἰς τὴν τῶν πολεμίων χώραν ἕως τοῦ πδ΄ ἔτους στρατεύματος ἡγούμενος. προσεπικατήγαγον οὖν τοῖς προκειμένοις ἔτεσι καὶ τούς Ἀφροδίτης μῆνας ή διὰ τὸν Ζυγὸν καὶ Ἄρεως ἐπικειμένου μῆνας ιε΄· ἄλλως τε καὶ τὸ διάμετρον Κρόνου καὶ Σελήνης ἐχρημάτιζε κατʼ ἐκεῖνον τὸν χρόνον· Λέοντος ἀναφορὰ λε΄ καὶ Κρόνου μῆνες νζ΄ καὶ Ἀφροδίτης μῆνες η΄ καὶ Σελήνης μῆνες κε΄ καὶ Λέοντος μῆνες ιθ’· γίνεται ὁμοῦ ἔτη μδ΄ μὴν α΄. ὥστε ἐχʼ ὅσον μὲν ἡ γένεσις χωρεῖ, πλῆθος ἀναφορῶν οὐ περιόδων διδόναι χρή. ἔπειτα δὲ μῆνας καὶ ἡμέρας, ἕως ἐπὶ λεπτομερέστατον τοῦ χρόνου τὸ ἀποτέλεσμα καταντήση· ὅθεν ἐπὶ πάσης γενέσεως παρατηρητέον τὰ τετράγωνα καὶ διάμετρα, μάλιστα κακοποιῶν συσχηματιζομένων ἀνοικείως. δυσεκλύτοις γάρ καὶ ἀλλεπαλλήλοις πράγμασι περιτρέπουσιν οἱ γοῦν τοιοῦτοι ἐν τῷ βίῳ ἀθλοῦσι δυσκαταγωνίστοις καιροῖς παλαίοντες, εὔθραυστοι δὲ ὄντες καὶ ὀλισθηροὶ [*](4 mire dictum: motum lapidis puncto temporis fieri dicere volebat; possis στιγμιαίαν 6 fort. 〈τὸ〉 ἀποτ. 10 τῆς τ τύχης V 11 τοῦ] τούτου v 13 excidit Mars in Libra ut vid. positus (cf. v. 23) 16 μῆνας V 19 nempe οὕτω κριθεὶς 22 τοὺς] τοῖς V 23 sc. quod Venus domina est Librae μῆνες V 25 sq. μῆνας quater V 26 Leo tribuit Solis menses 28 περϊόδον ut vid. V ἔπειτα δὲ] ἐπνίτοιγε V 30 καταντήσει V 34 όλιστηροὶ V)

276
ῥᾳδίως σφάλλονται. ἐὰν δὲ καὶ κατοπτεύσωσιν, οὐκ ἀφίστανται μεμφ όμενοι τοὺς θεούς καὶ ὀδυνηρῶς διάγοντες μάτην τὸν θάνατον ἀνακαλοῦνται, ἐκτὸς εἰ μὴ ἑτέρα ἀγαθοποιῶν μαριυρία εὐτονήσασα βοηθήσῃ. ὁπόσον ἂν χρηματίσῃ χρόνον ἀγαθοποιὸς κακοποιῳ, ἡμιτελὲς τὸ φαῦλον ἔσται καὶ εὔκρατον ἐὰν δὲ κατὰ μόνας ὁποῖός τις ἂν ἦ, βέβαιον καὶ πλῆρες τὸ ἀποτέλεσμα δηλοῖ· κωλύεται μὲν γάρ τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοποιοῦ νικώμενον, θραύεται δὲ τὸ φαῦλον ὑπὸ τοῦ ἀγαθοῦ παρηγορούμενον.

Σημαίνεσθαι δεῖ τὰς ἀρχάς καὶ τὰ πέρατα τῶν χρόνων, καθʼ σὓς ἐὰν ἄρξωνται οἱ ἀστέρες χρονοκρατορεῖν ἢ καὶ ἀπολείπειν τοὺς χρόνους. ἐν τούτοις γάρ τὰ ἀποτελέσματα ἐνεργῆ τὴν δύναμιν κέκτηνται· ἐστι δὲ καὶ τοῦτο ἀκριβέστερον ἐξιχνευτέον, τὰ σχήματα τῶν ἀστέρων καὶ τῶν μαρτυριῶν εἰ κατὰ μόνας ἢ ὁμοῦ ὄντων πότερον ἀγαθοποιὸν ἡ κακοποιὸν ἢ μέσον ἢ εὔκρατον ὑπάρχει, ἵνα καὶ πρὸς τοῦτο ἡ ἀπόφασις γένηται. πολλάκις γὰρ διάμετροι καὶ τετράγωνοι σχηματογραφίαι κακοποιῶν οὐδὲν φαῦλον εἰργάσαντο, ἀλλὰ καὶ μᾶλλον ὠφέλησαν διὰ ἰδιοτοπίαν ἥ ἀγαθοποιοῦ μαρτυρίαν ἢ οἰκείου σχήματος αἵρεσιν καὶ ἐν τούτοις οἱ ἀμαθεῖς πλανῶνται. ὅθεν περὶ τῶν αὐτῶν πολλάκις πομιμμνήσκω· ἄμεινον γάρ ἐστι δισσολογοῦντα καὶ πολυλογοῦντα τὴν σύνταξιν ἀκατηγόρητον διαφυλάξαι ἢ τοῖς βασκάνοις καὶ ματαίοις ἀφορμὴν τοῦ κακῶς λέγειν καταλεῖψαι· ἀχθόμενοι γάρ ἐπὶ τῇ ἑτέρων εὐημερίᾳ λοιδοροῦσι τὰ καλῶς ἔχοντα, μήτε παρακολουθεῖν δυνάμενοι τοῖς λεγομένοις μήτε ψέξαι ἃ λέγουσι. Πρὸς τοὺς τοιούτους ὁ λόγος οὗτος ἁρμόσει. λέγεταί ποτε νεανίσκον τινὰ ψέξαντα τὰ Εὐριπίδου δράματα διορθῶσαι· τὸν δʼ Εὐριπίδην παραγενόμενον λέγειν· κακῶς γέγραπται, σὺ κρεῖττον ποίησον. τὸν δὲ εἰρηκέναι. γράφειν ποιήματα οὐκ ἐπίσταμαι, τὰ δὲ κακῶς γραφέντα διορθοῦσθαι. τοιγαροῦν κακῶς γράψας, φησί, τὰ σαυτοῦ καλῶς διόρθωσον. καὶ δοκεῖ μὲν ἡ προκειμένη αἵρεσις τὴν εἴσοδον εὐχερεστάτην κεκτῆσθαι, λαβυρινθοειδὲς δὲ τέλος καὶ τὴν δίοδον τοῖς τὸ ἀκριβὲς φιλοπευστοῦσι· τῆς γὰρ ἀρχῆς δραξάμενοι καθάπερ μίτου ὁδηγούσης τῆς Ἀριάδνης, τουτέστι τῆς ἐπιδιαιρέσεως, εἰς τὸν ζητούμενον τόπον καταντήσαντες καὶ εὑρόντες τὸν περαιούμενον χρόνον καὶ τὸ ἀποτέλεσμα, ὡς ὁ Θησεὺς τὸν Μινώταυρον, εἴδησιν μεγίστην ἀναδέξονται.

[*](4 an ἂν 〈οὖν〉? 9 an 〈δὲ〉 δεῖ? πέρατα τῶν χρόνων] παρὰ τὸν χρόνον V an χρονοκρατεῖν? 13 nempe pro εἰ et in sqq. ἀγαθοποιῶν etc. 17 εἰργάσατο V 28 μήτε] μὴδὲ V 24 ὁ λόγος H] ὀλίγος V 26 διορθοῖ V 29 τὰς αὐτοῦ V 30 εὐχαρεστάτην V)
277

Μερίσουσι δὲ οἱ ἀστέρες καὶ τοὺς μέσους χρόνους ὧν δεσπόζουσιν ἐτῶν· Ἥλιος μὲν τὴν ἡμίσειαν τῶν ρκ΄ ἐτῶν κεκτημένος τὰ ξ΄ παραλήψεται καὶ τὰ ἐλάχιστα τὰ ιθ΄ καὶ γίνεται ρθ΄, ὧν τὸ ἥμισυ γίνεται λθ΄ μῆνες Ϛ΄, Σελήνη δὲ τὴν ἡμίσειαν τῶν ρή νδ΄ καὶ ἐλάχιστα κε , καὶ γίνονται ὁμοῦ ρθ΄, ὧν τὸ ἥμισυ λθ΄ μῆνες Ϛ΄. ταῦτα μερίσει. Ἄρης δὲ τὰ μὲν μέγιστα ξϚ΄ καὶ τὰ ἐλάχιστα ιε΄ , καὶ γίνονται πα΄, ὧν τὸ ἥμισυ μί ἔτη καὶ μῆνες Ϛ΄ Ἀφροδίτη τὰ τέλεια πδ΄ καὶ τὰ ἐλάχιστα η΄ . γίνονται 𝒢β΄ , ὧν ἥμισυ μϚ΄ . Ερμῆς τά μέγιστα οϚ΄ καὶ τὰ ἐλάχιστα κ΄ , γίνονται 𝒢Ϛ΄, ὧν τὸ ἥμισυ γίνονται μή Ζεὺς τὰ μέγιστα οθ’ [καὶ τὰ οϚ΄ ] καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄ , ὦν τὸ ἥμισυ γίνονται μέ μῆνες Ϛ΄. οὗτοι οἱ μέσοι χρόνοι φυσικώτεροί μοι ἔδοξαν τυγχάνειν.