Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τῶν μὲν οὖν καθολικῶν χρόνων κατά σύγκρισιν προκειμένων λεπτομερεστέραν διαίρεσιν ἐκ πείρας καὶ πόνου ἐξηρευνημένην ὑποτάξω. προλέγω δὲ πᾶσι τοῖς τὰ βέλτιστα μετιέναι βουλομένοις καὶ μάλιστα ταῖς ἡμετέραις αἱρέσεσιν ἢ καὶ τοῖς πολυχρονίαν νόσον τοῦ μαθήματος ἀνίατον κτησαμένοις νηπτεκῶς περὶ τὴν ἀγωγὴν φέρεσθαι καὶ μή παρέργμς μηδεμιῇ αἱρέσει χρησαμένους ἀποφαίνεσθαι. πολλάκις γάρ μιᾷ μὲν συνδραμοῦσα τὸν χρόνον ἀγαθόν τε --- ἐσήμανεν (ὅπερ καὶ γενήσεται, ἐάν μόνη τῶν χρόνων κυριεύσῃ). ἐὰν δὲ καὶ ἄλλαι κακοποιῶν συνδράμωσιν, οὐ μόνον τὸ ἀγαθὸν ἀνέτρεψαν, ἀλλὰ καὶ φαύλων παραίτιοι γεγόνασι. κἂν μὲν εὔτονος ἡ τῶν ἀγαθοποιῶν χρονογραφί ία κατὰ τὴν γένεσιν τύχῃ, πρᾶξις ἢ δόξα γενήσεται μετʼ ἐναντιωμάτων καὶ ἀναλωμάτων· ἐὰν δὲ ἡ τῶν κακοποιῶν, ἀπραξίαι καὶ ζημίαι καὶ θόρυβοι παρακολουθήσουσι, μέρις ἄν ἡ τῶν ἀγαθοποιῶν χρηματίσῃ. πολλάκις μὲν οὖν ἀστὴρ ἔν τινι ζῳδίῳ ὑπάρχων καὶ συντελέσας ἰδίαν περίοδον ἢ τὴν τοῦ ζῳδίου χρονογραφ ίαν καὶ δοκῶν ἀπολείπειν τοὺς χρόνους --- συναρμοζόμενος καὶ ἑτέρου ἀποτελέσματος αἴτιος καθίσταται ἢ καὶ ἐν τοῖς αὐτοῖς πράγμασι διακατέχει τὴν γένεσιν. προσπαραληπτέον δὲ καὶ τάς ἑξαγώνους πλευράς, καὶ μάλιστα ὅταν μόναι χρηματίζωσιν, ὡς εὐτόνους καὶ εὐεργετικάς. ἐπὶ μέντοι τῶν νηπίων γενέσεων χρὴ τοὺς χρόνους τῶν μαρτυριῶν λογίζεσθαι, πρῶτον ἡμέρας, εἶτα αὐτὰ τὰ ἔτη. Ὡς ἐπὶ ὑποδείγματος δὲ γενέσεις ὑποτάξωμεν, ἃς μετὰ ἀκριβείας ἐδοκιμάσαμεν ἔν τισιν ἀποτελέσμασι καὶ ὡς παρέτυχον. οἶον ὑποδείγματος χάριν Ἡλιος Σελήνη Ερμῆς Τοξόδτῃ, Κθρόνος Καρκίνῳ, Ζεὺς ὡροσκόπος Σκορπίῳ, Ἄρης Αίγόκερῳ, Ἀφροδίτη Ὑδροχόῳ, κλῆρος τύχης Σκορπίῳ· κλίμα δεύτερον. τῷ λγ΄ ἐφυγαδεύθη· ἡ γὰρ τοῦ ζῳδίου ἀναφορά, ἐν ᾦ ἦν Κρόνος, ἐναντιουμένου Ἄρεως καὶ ἑξάγωνος Σελήνης στάσις πρὸς Ἀρροδίτην ἐπιβουλὴν ἐδήλου διὰ θηλυκῶν προσώπων κατὰ τὰ λγ΄ ἔτη. καὶ τῷ μὲν κζ΄ ἔτει ἔσχε κίνδυνον διὰ τὸν Αἰγόκερων καὶ τῷ λ΄ ἔτει καὶ [*](1 in mg. γ΄ (ex δ΄ ut vid) V 6 ὑπάξω V 7 haec non sana; possis αἱρέσεσιν 〈ἐσχολακόσιν〉 10 μία V 11 excidit v. g. καὶ πρακτκὸν 20 structura turbata vid. 31 ζῳδίου] χρόνου V Cancri in altero climate anaphora esi XXXII)
Ἄλλη. Ἥλιος Ἀχροδίτη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρω. Ἄρης Ἑρμῆς Παρθένῳ, Σελήνη Τοξότῃ, ὡροσκόπος Ζυγῷ· κλίμα γ΄ . τῷ λθʼ ἔτει ἐφυγαδεύθη. τοῦ Κριοῦ ἀναφορὰ κʼ· ἐκεῖ Κρόνος, καὶ Ἡλἰου διαμετροῦντος ιθ΄ ήναντιώθησαν γὰρ ἀμφότεροι τοῖς ἰδίοις ὑψώμασιν. ἔσχε μὲν οὖν καὶ ἐν τοῖς ἐμπροσθεν χρόνοις κλιμακτῆρας, ἀλλὰ πρὸς σύγκρισιν τῆς προκειμένης γενέσεως (ἐστι γὰρ ἀδελφός) παρεφυλάξαμεν τὸ λθ΄ ἔτος· θαυμάζειν οὖν δεῖ τὴν φύσιν, ὅτι ἐπὶ τὸ αὐτὸ συνήγαγεν τούς χρόνους, καίτοι έν διαφόροις κλίμασι γεννηθέντων.
Ἄλλη. Ἥλιος Ἑρμῆς ὡροσκόπος Τοξδτη, Σελήνη Καρκίν. Κρόνος Λέοντι, Ζεύς Αίγόκερῳ, Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Σκορπίῳ· κλίμα β΄ . τῷ λδ’ ἔτει γυναικὸς θάνατος, τοῖς Λέοντος ἴθ’ καὶ Σκορπίου ιε΄ ῇ αὐτοῦ τοῦ Ἄρεως. ἀμφότεροι δὲ οἱ κακοποιοὶ ἐμπεριέσχον τὴν Ἀχροδίτην. τῷ δὲ λς΄ ἔτει διὰ τὴν αἰτίαν τοῦ θανάτου τῆς γυναικὸς ὡς ἐπιδουλευθείσης ἔμελλε κινδυνεύειν ἐπὶ βασιλέως κατηγορηθείς, πλὴν ἐφυγαδεύθη· τὰ γὰρ λϚ΄ ἔτη ἀναφορά Λέοντος, ὁμοίως δὲ καὶ Σκορπίου, ἔνθα ἔτυχεν Ἀρροδίτη καθυπερτερουμένη ὑπὸ Κρόνου. ἔμελλε δὲ καὶ φιλανθρμωποτέρα χρονογραφία γίνεσθαι τῷ λζ΄ ἔτει, Διὸς ιβ΄ καὶ Σελήνης κατὰ διάμετρον κε . πολλαὶ μὲν οὖν καὶ ἄλλαι ἐπὶ τῶν παρῳχημένων καὶ μελλόντων ἐχρημάτιζον, ἀλλʼ ἅς αὐτὸς ἀκριβέστερον ἐπέγνων καὶ αἷς παρέτυχον, ἐκείνας ἀναγκαῖον ἡγησάμην προτάξαι.
Ἄ λλη. Ἥλιος Ἄρης Ἀχροδίτη Τοξδτῃ, Σελήνη Ζυγῷ. Κρόνος Διδύμοις, Ζεὺς Παρθένῳ, Ερμῆς Σκορπίῳ, ώροσκόπος Αίγόκερῳ. τῷ ιθ’ ἔτει πατρὸς βιαιοθανασία καὶ αὐτὸς ἀρθαλμοὺς πονήσας ἐπηρώθη· ἐν δὲ τῷ αύτῷ ἔτει ἐξενίτευσε καὶ κίνδυνον κατὰ θάλασσαν ἔσχε· ἐχρημάτισε γὰρ Ἡλἰου περίοδος συνόντος Ἄρεως καὶ διαμετροῦντος Κρόνου. τῷ δὲ κ΄ ἔτει χρησμῷ θεοῦ ἀγωγῇ καὶ χρίσμασιν ἀνέβλεψε· ἐχρημάτισε μὲν γὰρ τότε Κρόνος τῶν δὲ Διδύμων τὰ κ΄ δόντων, ὅθεν καὶ πολλὰ κακὰ ἔπαθε καὶ ἡ Παρθένος τὰ κ΄ ἐδήλου Διὸς ἐπόντος, ἢ Διὸς ιβ΄ καὶ τῆς [*](1 Cancer dominae suae Lunae annos dat 4 an μερμμῶς? 13 ec, frater sex annis minor, ut eius annus XXXIX congruat cum XXXIII. maioris natu 22 ἔτει V 24 κμθυπερτερουμένης V 35 nolui ἀρωγᾷ)
Ἄλλη. Ἡλιος Κρόνος Ζεὺς Ερμῆς Τοξδτη, Σελήνη Καρκίνῳ. Ἄρης Παρθένῳ, Ἀφροδίτη ὡροσκόπος Ζυγῷ· κλίμα α΄. τῷ ξθ΄ ἔτει ἡγεμονίας κατηξιώθη καὶ ἐπίφοβος καὶ εὐφαντασίωτος γενόμενος καὶ ὑπὸ πολλῶν μακαρισθεὶς διεφθονήθη καὶ θορύβοις ὀχλικοῖς καὶ ταραχαῖς περιπεσών ἀτέλεστον τὴν ἀρχὴν ἐκτήσατο, ἐπωδύνοις νόσοις καὶ θανάτῳ προληφθείς· ἐχρημάτισε γάρ τότε ἡ ἀναφορὰ τοῦ Ζυγοῦ λή κ΄ καὶ ἡ τοῦ Καρκίνου λα΄ μ΄. γίνονται ξθ΄· ἔνθα οἱ κακοποιοὶ ἐτύγχανον· ἀλλὰ καὶ Κρόνου λ΄ καὶ Ἡλίου ιθ΄ καὶ Ἑρμοῦ κ΄ γίνονται ξθ΄ καὶ πάλιν Παρθένου λη΄ κ΄, Διὸς ιβ΄ Ηλίου ιθ΄ γίνονται ξθ΄. πάντες οὖν οἱ ἀστέρες ἐχρημάτισαν καὶ ἕκαστος αὐτῶν κατὰ τὴν ἰδίαν φύσιν καὶ θχηματογρασίαν τὸ ἴδιον ἀπετέλεσεν.
Ὅτι δἓ οἱ πλείους τῶν ἀστέρων ἢ καὶ πάντες κατὰ τὸν αὐτὸν χρόνον δύνανται ἐνεργεῖν πρὸς τὰ ἀποτελέσματα, ἐκ τούτων ἔστι συνιδεῖν. εὑρίσκομεν ἐν τῷ κοσμικῷ καταστήματι τῆς γῆς κατὰ πᾶσαν ἡμέραν καὶ πᾶσαν ὥραν πράγματα γινόμενα, οῖον γέννας θανάτους κληρονομίας δόξας καθαιρέσεις σίνη πάθη καὶ τὰ λοιπά, ὅσα τῳ τῶν ἀνθρώπων βίῳ συνέστηκεν ἀγαθά τε καὶ φαῦλα. ὁ γὰρ κόσμος σφαιρηδὸν εἰλούμενος καὶ τὰς τῶν ἀστέρων ἀπορροίας εἰς τὸν οὐρανὸν πέμπων οὐδὲν ἄπρακτον ἀποτελεῖ οὐδʼ ἀργόν, κατὰ πᾶσαν δὲ στιγμῆς παρέγκλισιν πολλὰ τῷ βίῳ καινίζει, ἅπερ ἕκαστος ἄλλοτε ἄλλως ὑπομένων τὸν τῆς εἱμαρμένῆς. ἐκπληροῖ σκοπόν. πολλοὶ μὲν οὖν περὶ τὰ τοιάδε ἐσχολακότες πολλὰς βίβλους καὶ πολλὰς αἱρέσεις συνέταξαν· καίτοι γε πάντες διηγήματα αἰώνια μεγάλα καὶ πολλὰ κατέλιvπον τοῖς ἀνθρώποις. ὅνπερ οὖν τρόπον οἱ πλούσιοι μὲν τῇ φαντασίᾳ, πολλὰ δὲ ὀφείλοντες τοῖς κληρονόμοις καταλείπουσιν, οἵτινες κατʼ ἀρχάς μὲν ἡδέως φέρονται ἀλίγων ἁψάμενοι καὶ πολλῶν ὀλιγοχρόνιον τὴν κτῆσιν ἔχοντες (ἡ γάρ πρόφασις τῆς ἁγνείας τῦφον μέγαν [*](8 ἐπὶ χόβω V 25 εἰσ οὖ V οὐδὲ V 30 sanumne αἰώνια? κατέλειπον Va 32 〈ὀλίγα〉 τοῖς Diels 33 fort. πολλῶν ἁ. καὶ ὀλίγων ὀλ. multa quidem attrectant, sed pauca accipiunt ac ne haec quidem in longum tempus, ἐλπίδων pro ὀλίγων Diets 34 ἐχόντων V fort. ἀγνοίας (idem Us.))