Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν. πολλάκις δὲ οἱ αὐτοὶ ἀστέρες πολλῶν πραγμάτων δεσπόζουσιν, ἅτινα ἀποτελέσουσι κατὰ τοὺς ἰδίους χρόνους. κἂν ὁμόσε δὲ τύχωσιν τῷ αὐτῷ χρόνῳ, τὰ πράγματα προδηλώσουσι· γνωστέοι δὲ οἱ χρόνοι ἐκ τῆς τῶν ζῳδίων ἀναφορᾶς καὶ ἐκ τῆς ἑκάστου ἀστέρος περιόδου. ἐὰν μὲν οὖν ἐπίκεντροι τύχωσιν ἤ ἐπαναφερόμενοι, τάς ἀναφορὰς καὶ τὰς ἑκάστου ἀστέρος περιόδους ὁλοκλήρους μερίζουσι· καὶ εἰ μὲν πλείων ἡ περίοδος εὑρίσκοιτο τῆς τοῦ ζῳδίου ἀναφορᾶς, ὁ τοὺς χρόνους ἔχων τὴν περίοδον μεριεῖ· εἰ δὲ ἡ ἀναφορὰ τῆς περίοδου πλείων, τὴν ἀναφοράν μεριοῦμεν· ποτὲ δὲ τὰ ὁλόκληρα αὐτῶν ἔτη μερίσουσι. πολλοὶ δὲ ἅμα παρόντες, εἰ μὲν περίοδοι ἐκ πάντων ὑπερβάλλοιεν τῆς ἀναφορᾶς μέγεθος, τὰς περιόδους μερίζουσιν· εἰ δὲ ἐλάττους εὑρίσκοιντο αἱ περίοδοι τῆς ἀναφορᾶς, τὴν ἀναφοράν μεριοῦσιν. --- ἀλλὰ οἱ λόγον πρὸς μερίσαν ἔχοντες ζῴδιον οἱ γάρ μὴ ἔχοντες λόγον ὥσπερ ἀπὸ τῶν ἀποκλιμάτων οὕτως μερίζουσι τὰ ἐλάχιστα. εἰ δέ τις ἰδιοπροσωπῶν ἢ ἄλλο τι οἰκεῖον ἔχων ζῴδιον τύχῃ, τὴν τοῦ ζῳδίου ἀναφορὰν μόνην μεριεῖ, Τὰ δʼ ἀποτελέσματα γίνεται συμπεραιουμένων τῶν ἀναφορῶν ἢ τῶν περιόδων. ἐὰν δέ πως τοῖς ἀποκλίμασιν εὑρίσκωνται, οὔτε τἀς ἑαυτῶν ἀναφοράς οὔτε τὰς περιόδους τελείας μερίζουσι.

Χρὴ δὲ καὶ τοῦτο προγινώσκειν, ὅτι οὐ πάντοτε οἱ κακοποιοὶ βλαπτικοὶ τυγχάνουσιν, ἀλλὰ καὶ ὠφέλιμοι καὶ ζωῆς καὶ δόξης παραίτιοι, ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ κινδύνων καὶ βλάβης παρεκτικοί. ἅπερ διὰ τῆς οἰκείας αὐτῶν σχηματογραφίας ἢ καὶ ἐναντιότητος προγινώσκεται. κατελαβόμην μὲν οὖν τοὺς κακοποιἀπεράτων [*](2 non intellego 9 cf. IV 17—24 17 ὁλοκλήρως V 21 αἰτῶν an αὐτῆς in V, incertum 22 ὐπερβέλλειεν V 24 excidit fere οὐ μὴν πάντες τὰς μεγίστας περιόδους μεριοῦσιν 25 possis ὥσπερ οἱ ἐπὶ των 30 εὐρίσκονται V)

266
οὺς ἐκ πείρας ἐπὶ μὲν τῶν μετρίων καὶ ταπεινῶν γενέσεων ἀληκακοποιούς· ἀλλεπαλλήλοις γάρ κακοῖς περιτρέπουσι, κἀν πρὸς ὀλίγον ἀγαθοποιοὶ βοηθεῖν δόξωσιν, ἀφαιροῦνται τά περικτηθέντα καὶ ἀπράκτους καὶ δυστυχεῖς κατασκευάζουσι· πλήν τινας εὐεκτοῦντας περὶ σῶμα καὶ ὀρεκτικούς περὶ τάς γραφὰς καὶ ἀδιαφόρους καὶ ἱλαροὺς περὶ τάς πράξεις καὶ μεθʼ ἡδονῆς κοπιῶντας. ἐπὶ δὲ τῶν μειζόνων πρακτικούς καὶ ἐπιδόξους καὶ περιποιητικούς· ἀλλʼ ὅμως οὐδʼ οὕτως λείπονται τῆς οἰκείας αὐτῶν φύσεως· ἕξουσι γάρ τὸ τολμηρὸν καὶ ἐπίφοβον καὶ τυραννικὸν καὶ τὸ πλεονεκτικὸν καὶ τὸ ἀναιρετικὸν καὶ ἀλλοτρίων ἐπιθυμεῖν καὶ παρανόμοις καὶ βιαίοις πράγμασι μολύνεσθαι τό τε καθαιρειικὸν τῆς δόξης καὶ τὸ εὐμετάβολον τῆς τύχης. ὅθεν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἡγεμονίας οὐδὲ τὸν βίον ὁμαλῶς διευθύνουσι, θορύβοις δὲ καὶ ἐπιβουλαῖς περιπίπτουσι πολέμοις τε καὶ ὄχλων ἐπαναστάσεσι καὶ ὕβρεσι. Συμβαίνει δὲ πολλάκις καὶ ἐπί τινων γίνεσθαι λοιμούς, ἐμπρηθμούς, ἀρορίας καρπῶν, κατακλυσμούς, σεισμοὺς κατὰ τὴν ἑκάστου κακοποιοῦ δχηματογραφίαν. ὅθεν καὶ ἃ ἕτεροι ἐνεδείξαντο αὐτοῖς πάσχοντες ἀνιαρῶς διάγουσι καὶ θανάτοις δὲ βιαίοις ἢ ἀπροσδοκήτοις περιπεσόντες ἀπέτισαν δίκας. τῶν δὲ τοιούτων καὶ ἡ τύχη μυθώδης καὶ τὸ τέλος πολυθρύληττον γίνεται.

Ἵνα δὲ συντόμως τὴν ἀπόδειξιν ποιησώμεθα, ὁποῖον ἂν σχῆμα ἐπὶ γενέσεως οἱ ἀστέρες εὑρίσκωνται ποιούμενοι πρὸς ἀλλήλους, ἤτοι ἀγαθὸν ἢ φαῦλον κατὰ τὴν ὑπόστασιν τῆς καταβολῆς, ἐκεῖνο ἀποτελέσουσι τῶν χρόνων δεσπόζοντες. οἱ μέντοι καθυπερτεροῦντες ἢ ἐναντιούμενοι δυναμικὼτεροί εἰσιν, εὐτονώτεροι δὲ καὶ βεδαιότεροι πρὸς ἀποτέλεσμα οἱ οἰκείοις καὶ ἐπικαίροις ζῳδίοις ὄντες καὶ οἱ τῶν χρόνων δεσπόζοντες. μέντοι Κρόνου καὶ Διὸς διάμετρον πρακτικὸν καὶ ὠφέλιμον διαλαμβανέσθω καὶ μάλιστα ἐν τοῖς οἰκείοις ζῳδίοις, ἐάνπερ μὴ ἀναλύηται ὑπὸ ἑτέρας κακωτικῆς δυνάμεως. ὁμοίως δὲ καὶ ἡ Διὸς καὶ Ἄρεως σχηματογραφία, ἐὰν ἐν οἰκείοις τύχῃ, ἀγαθή· καὶ ἕτερος δὲ ἐν ἑτέρου ζῳδίῳ παρὼν καὶ λόγον ἔχων πρακτικὸς καὶ ὠφέλιμος ἐν τοῖς ἐπιβάλλουσι χρόνοις. χρηματίσει δὲ καὶ ἐκαστος ἀστὴρ σιντελειουμένης τῆς ἰδίας μεγίστης περιόδου.

[*](5 γραφάς] nempe συναφάς (═ μίξεις) vel τροφάς 7 μεζόνων sc. γενέσεων cf. v. 1 10 τὸ tertium] τῶν V 11 παράνομον V nolui παρανόμων 22 συντόμῳ V 28 εὑρίσκονται V 24 ἤτοι Rad.] εἴ τι V)
267

Τῶν μὲν οὖν καθολικῶν χρόνων κατά σύγκρισιν προκειμένων λεπτομερεστέραν διαίρεσιν ἐκ πείρας καὶ πόνου ἐξηρευνημένην ὑποτάξω. προλέγω δὲ πᾶσι τοῖς τὰ βέλτιστα μετιέναι βουλομένοις καὶ μάλιστα ταῖς ἡμετέραις αἱρέσεσιν ἢ καὶ τοῖς πολυχρονίαν νόσον τοῦ μαθήματος ἀνίατον κτησαμένοις νηπτεκῶς περὶ τὴν ἀγωγὴν φέρεσθαι καὶ μή παρέργμς μηδεμιῇ αἱρέσει χρησαμένους ἀποφαίνεσθαι. πολλάκις γάρ μιᾷ μὲν συνδραμοῦσα τὸν χρόνον ἀγαθόν τε --- ἐσήμανεν (ὅπερ καὶ γενήσεται, ἐάν μόνη τῶν χρόνων κυριεύσῃ). ἐὰν δὲ καὶ ἄλλαι κακοποιῶν συνδράμωσιν, οὐ μόνον τὸ ἀγαθὸν ἀνέτρεψαν, ἀλλὰ καὶ φαύλων παραίτιοι γεγόνασι. κἂν μὲν εὔτονος ἡ τῶν ἀγαθοποιῶν χρονογραφί ία κατὰ τὴν γένεσιν τύχῃ, πρᾶξις ἢ δόξα γενήσεται μετʼ ἐναντιωμάτων καὶ ἀναλωμάτων· ἐὰν δὲ ἡ τῶν κακοποιῶν, ἀπραξίαι καὶ ζημίαι καὶ θόρυβοι παρακολουθήσουσι, μέρις ἄν ἡ τῶν ἀγαθοποιῶν χρηματίσῃ. πολλάκις μὲν οὖν ἀστὴρ ἔν τινι ζῳδίῳ ὑπάρχων καὶ συντελέσας ἰδίαν περίοδον ἢ τὴν τοῦ ζῳδίου χρονογραφ ίαν καὶ δοκῶν ἀπολείπειν τοὺς χρόνους --- συναρμοζόμενος καὶ ἑτέρου ἀποτελέσματος αἴτιος καθίσταται ἢ καὶ ἐν τοῖς αὐτοῖς πράγμασι διακατέχει τὴν γένεσιν. προσπαραληπτέον δὲ καὶ τάς ἑξαγώνους πλευράς, καὶ μάλιστα ὅταν μόναι χρηματίζωσιν, ὡς εὐτόνους καὶ εὐεργετικάς. ἐπὶ μέντοι τῶν νηπίων γενέσεων χρὴ τοὺς χρόνους τῶν μαρτυριῶν λογίζεσθαι, πρῶτον ἡμέρας, εἶτα αὐτὰ τὰ ἔτη. Ὡς ἐπὶ ὑποδείγματος δὲ γενέσεις ὑποτάξωμεν, ἃς μετὰ ἀκριβείας ἐδοκιμάσαμεν ἔν τισιν ἀποτελέσμασι καὶ ὡς παρέτυχον. οἶον ὑποδείγματος χάριν Ἡλιος Σελήνη Ερμῆς Τοξόδτῃ, Κθρόνος Καρκίνῳ, Ζεὺς ὡροσκόπος Σκορπίῳ, Ἄρης Αίγόκερῳ, Ἀφροδίτη Ὑδροχόῳ, κλῆρος τύχης Σκορπίῳ· κλίμα δεύτερον. τῷ λγ΄ ἐφυγαδεύθη· ἡ γὰρ τοῦ ζῳδίου ἀναφορά, ἐν ᾦ ἦν Κρόνος, ἐναντιουμένου Ἄρεως καὶ ἑξάγωνος Σελήνης στάσις πρὸς Ἀρροδίτην ἐπιβουλὴν ἐδήλου διὰ θηλυκῶν προσώπων κατὰ τὰ λγ΄ ἔτη. καὶ τῷ μὲν κζ΄ ἔτει ἔσχε κίνδυνον διὰ τὸν Αἰγόκερων καὶ τῷ λ΄ ἔτει καὶ [*](1 in mg. γ΄ (ex δ΄ ut vid) V 6 ὑπάξω V 7 haec non sana; possis αἱρέσεσιν 〈ἐσχολακόσιν〉 10 μία V 11 excidit v. g. καὶ πρακτκὸν 20 structura turbata vid. 31 ζῳδίου] χρόνου V Cancri in altero climate anaphora esi XXXII)

268
τῷ μ΄ σωματικὰ πάθη περὶ τὰς ὁψεις καὶ τοὺς πόδας· Καρκίνου γὰρ περίοδος κε΄ καὶ Ἄρεως ἐναντιουμένου ιέ . καὶ ἔως μὲν μβ΄ ἡ τοῦ Ἄρεως περίοδος καὶ ἡ τοῦ Αίγόκερω ἀναφορὰ ἐχρημάτισεν, ἐν οῖς πολλὰ αἴτια ἐγένετο· ὅθεν ὁρικῶς ἐπὶ τῶν τοιούτων σχημάτων προλέγειν χρή, ἐὰν μή πως ἀκτὶς ἀγαθοποιῶν συνδραμοῦσα τὰ πολλὰ τῶν φαύλων ἐκκόψῃ.

Ἄλλη. Ἥλιος Ἀχροδίτη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρω. Ἄρης Ἑρμῆς Παρθένῳ, Σελήνη Τοξότῃ, ὡροσκόπος Ζυγῷ· κλίμα γ΄ . τῷ λθʼ ἔτει ἐφυγαδεύθη. τοῦ Κριοῦ ἀναφορὰ κʼ· ἐκεῖ Κρόνος, καὶ Ἡλἰου διαμετροῦντος ιθ΄ ήναντιώθησαν γὰρ ἀμφότεροι τοῖς ἰδίοις ὑψώμασιν. ἔσχε μὲν οὖν καὶ ἐν τοῖς ἐμπροσθεν χρόνοις κλιμακτῆρας, ἀλλὰ πρὸς σύγκρισιν τῆς προκειμένης γενέσεως (ἐστι γὰρ ἀδελφός) παρεφυλάξαμεν τὸ λθ΄ ἔτος· θαυμάζειν οὖν δεῖ τὴν φύσιν, ὅτι ἐπὶ τὸ αὐτὸ συνήγαγεν τούς χρόνους, καίτοι έν διαφόροις κλίμασι γεννηθέντων.

Ἄλλη. Ἥλιος Ἑρμῆς ὡροσκόπος Τοξδτη, Σελήνη Καρκίν. Κρόνος Λέοντι, Ζεύς Αίγόκερῳ, Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Σκορπίῳ· κλίμα β΄ . τῷ λδ’ ἔτει γυναικὸς θάνατος, τοῖς Λέοντος ἴθ’ καὶ Σκορπίου ιε΄ ῇ αὐτοῦ τοῦ Ἄρεως. ἀμφότεροι δὲ οἱ κακοποιοὶ ἐμπεριέσχον τὴν Ἀχροδίτην. τῷ δὲ λς΄ ἔτει διὰ τὴν αἰτίαν τοῦ θανάτου τῆς γυναικὸς ὡς ἐπιδουλευθείσης ἔμελλε κινδυνεύειν ἐπὶ βασιλέως κατηγορηθείς, πλὴν ἐφυγαδεύθη· τὰ γὰρ λϚ΄ ἔτη ἀναφορά Λέοντος, ὁμοίως δὲ καὶ Σκορπίου, ἔνθα ἔτυχεν Ἀρροδίτη καθυπερτερουμένη ὑπὸ Κρόνου. ἔμελλε δὲ καὶ φιλανθρμωποτέρα χρονογραφία γίνεσθαι τῷ λζ΄ ἔτει, Διὸς ιβ΄ καὶ Σελήνης κατὰ διάμετρον κε . πολλαὶ μὲν οὖν καὶ ἄλλαι ἐπὶ τῶν παρῳχημένων καὶ μελλόντων ἐχρημάτιζον, ἀλλʼ ἅς αὐτὸς ἀκριβέστερον ἐπέγνων καὶ αἷς παρέτυχον, ἐκείνας ἀναγκαῖον ἡγησάμην προτάξαι.

Ἄ λλη. Ἥλιος Ἄρης Ἀχροδίτη Τοξδτῃ, Σελήνη Ζυγῷ. Κρόνος Διδύμοις, Ζεὺς Παρθένῳ, Ερμῆς Σκορπίῳ, ώροσκόπος Αίγόκερῳ. τῷ ιθ’ ἔτει πατρὸς βιαιοθανασία καὶ αὐτὸς ἀρθαλμοὺς πονήσας ἐπηρώθη· ἐν δὲ τῷ αύτῷ ἔτει ἐξενίτευσε καὶ κίνδυνον κατὰ θάλασσαν ἔσχε· ἐχρημάτισε γὰρ Ἡλἰου περίοδος συνόντος Ἄρεως καὶ διαμετροῦντος Κρόνου. τῷ δὲ κ΄ ἔτει χρησμῷ θεοῦ ἀγωγῇ καὶ χρίσμασιν ἀνέβλεψε· ἐχρημάτισε μὲν γὰρ τότε Κρόνος τῶν δὲ Διδύμων τὰ κ΄ δόντων, ὅθεν καὶ πολλὰ κακὰ ἔπαθε καὶ ἡ Παρθένος τὰ κ΄ ἐδήλου Διὸς ἐπόντος, ἢ Διὸς ιβ΄ καὶ τῆς [*](1 Cancer dominae suae Lunae annos dat 4 an μερμμῶς? 13 ec, frater sex annis minor, ut eius annus XXXIX congruat cum XXXIII. maioris natu 22 ἔτει V 24 κμθυπερτερουμένης V 35 nolui ἀρωγᾷ)

269
κατὰ τετράγμωνον Ἀφροδίτης ή γίνεται κ΄. καὶ πρὸς πολλούς οὖν ἀστέρας ὁ χρόνος ἐχώρησε, πλὴν δυναμικοὶ οἱ χρηματίζοντες· οἱ δὲ συμπαρόντες ἥ μαρτυροῦντες ἥττονες εἰς εὐεργετεῖν ἢ κακοποιεῖν, ἀλλʼ ὅμως σθένουσι, καὶ μάλισθʼ ὅταν καθὼς προείπομεν συναιρετιστοῦ ζῴδιον ἢ ὕψωμα ἢ τρίγωνον ἔχωσι. τὴν αὐτὴν οὖν δύναμιν ἔσχον οἶ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ οἱ ἐν ἀποκλμασι τετευχότες, ἐνεργέστερος δὲ Ζεὺς ζῳδίῳ καὶ τόπῳ περὶ θεοῦ καὶ ξένης· ἄλλως τε καὶ ἐὰν ἰσαναφόροις ζῳδίοις ἤ ὁμοζώνοις εὑρεθῶσιν, εἰσὶν εὔτονοι ὡς κατὰ μαρτυρίαν, καὶ μάλισθʼ ὅταν ἐπίκεντρα ἢ χρηματίζοντα τὰ ζῴδια εὑρεθῇ. Αλλη. Ἡλιος Ζεὺς ὡροσκόπος Καρκίνῳ, Σελήνη Τοξότῃ, Κρόνος Διδύμοις, Ἄρης Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Λέοντι· κλίμα γ΄ ἐν ἐπισήμῳ τάξει στρατευσάμενος κατηγορίᾳ περιπεσὼν τῷ λη΄ ἔτει καθῃρέθη τῆς δόξης. ἐχρημάτισε γὰρ ἡ ἀναφορὰ τοῦ Ταύρου κγ΄ καὶ Ἀρεως περίοδος ιε΄ . γίνονται λη΄ , ἀλλὰ καὶ ἑξάγμωνος πλευρὰ θρόνου καὶ Ἀφροδίτης λη΄ ἀπὸ μὲν οὖν τοῦ λζ΄ ἔτους φθόνους καὶ ἐναντιώματα ὑπέμεινε· Σελήνη γὰρ τὰ κε΄ ἐδήλου καὶ Τοξότης τὰ ιβ΄. γίνονται λζ΄, ἐναντιουμένου Κρόνου· ἀλλὰ καὶ Καρκίνος κε΄ καὶ Ζεὺς ιβ΄, ὅθεν μικρᾶς βοηθείας ἔτυχε. τῷ δὲ λθ΄ ἔτει ἀπολογηθεὶς καὶ δεηθεὶς οὐδὲν ἴσχυσε κατορθῶσαι· Ἑρμῆς γὰρ Λέοντι ὢν τὰς κ΄ ἐμέρισε καὶ τοῦ ζῳδίου ιθ’, καθυπερτερηθεὶς δὲ ὑπὸ τοῦ τὸ αἴτιον ἀποτελοῦντος ἥττων ἐγένετο. ἄλλως τε καὶ ἔμελλεν ἑτέρου ἐναντιώματος ἄρχεσθαι Κρόνος. Διδύμων ἀναφορὰ κη΄ καὶ Τοξότου ιβ΄. γίνονται μ΄ γέγονεν οὖν καὶ ἐν τούτοις τοῖς χρόνοις καὶ ἐν ξενιτείαις καὶ προδοσίας ἀπὸ γυναxκὸς ἔσχε διὰ γραπτὰ καὶ ὑπόχρεως ἐγένετο καὶ ἐπὶ δούλοις ἐλυπήθη, ὧν μὲν διʼ ἀλλοτρίωσιν, ὧν δὲ διὰ φθορὰν καὶ ζημίαν· καὶ αὐτὸς δὲ σωματικῶς ὠχλήθη. ἐπὰν οὖν κακοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τινὶ ὑπὸ ἀγαθοποιῶν ὐποαίνεσθαι, οὐ παντελὴς μείωσις οὐδʼ ἀδοξία παρακολουθήσεται. προυποσπείρονται γὰρ φιλίαι καὶ ἐλπίδες, διʼ ὧν γενόμενος εὐπαρηγόρητος καθίσταται. ὁμοίως δὲ ἐὰν ἀγαθοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τι κακοποιὸν συντρέχειν, αἱ μὲν φιλίαι εἰς ἔχθρας συγκατατίθενται καὶ κατʼ ἀλίγον δὲ τοῦ βίου μείωσις γίνεται, τῆς δὲ δόξης καθαίρεσις κατασκευάζεται. ἐὰν δέ πως οἱ τριγώνοις ἥ ἑξαγώνοις ἢ καθʼ ἑτέραν μαρτυρίαν χρηματίσωσιν ἀστέρες, δὲ τῷ ἐξῆς [*](7 nempe τόπῳ 〈τῷ〉 11 in mg. έ ut vid. V 13 κατηρία V 16 sc. XXX anni Saturni et VIII Veneris 22 ἧττον V 29 μέλλε Va) μέλλει Vb nempe τι pro τινὶ 32 an τις κακοποιός? 33 expectes μετατίθsνται. 34 an κατʼ ὀλ. τοῦ μὲν βίου?)
270
χρόνῳ μὴ συντρέχῃ ἑτέρα μαρτυρία, ἡ πρώτη διακρατήσει· ἢ κἂν ἐξ ὑστέρου οἱ αὐτοὶ ἀστέρες παραλάβωσι τὸν χρόνον, τὴν αὐτὴν δύναμιν τῶν ἀποτελεσμάτων ἐνδείξονται ἐν τοῖς αὑτοῖς πράγμασιν ἢ ταῖς αὐταῖς δόξαις διακρατοῦντες, μέχρις ἂν ἑτέρα δύναμις Ἀρηματίσῃ.

Ἄλλη. Ἡλιος Κρόνος Ζεὺς Ερμῆς Τοξδτη, Σελήνη Καρκίνῳ. Ἄρης Παρθένῳ, Ἀφροδίτη ὡροσκόπος Ζυγῷ· κλίμα α΄. τῷ ξθ΄ ἔτει ἡγεμονίας κατηξιώθη καὶ ἐπίφοβος καὶ εὐφαντασίωτος γενόμενος καὶ ὑπὸ πολλῶν μακαρισθεὶς διεφθονήθη καὶ θορύβοις ὀχλικοῖς καὶ ταραχαῖς περιπεσών ἀτέλεστον τὴν ἀρχὴν ἐκτήσατο, ἐπωδύνοις νόσοις καὶ θανάτῳ προληφθείς· ἐχρημάτισε γάρ τότε ἡ ἀναφορὰ τοῦ Ζυγοῦ λή κ΄ καὶ ἡ τοῦ Καρκίνου λα΄ μ΄. γίνονται ξθ΄· ἔνθα οἱ κακοποιοὶ ἐτύγχανον· ἀλλὰ καὶ Κρόνου λ΄ καὶ Ἡλίου ιθ΄ καὶ Ἑρμοῦ κ΄ γίνονται ξθ΄ καὶ πάλιν Παρθένου λη΄ κ΄, Διὸς ιβ΄ Ηλίου ιθ΄ γίνονται ξθ΄. πάντες οὖν οἱ ἀστέρες ἐχρημάτισαν καὶ ἕκαστος αὐτῶν κατὰ τὴν ἰδίαν φύσιν καὶ θχηματογρασίαν τὸ ἴδιον ἀπετέλεσεν.

Ὅτι δἓ οἱ πλείους τῶν ἀστέρων ἢ καὶ πάντες κατὰ τὸν αὐτὸν χρόνον δύνανται ἐνεργεῖν πρὸς τὰ ἀποτελέσματα, ἐκ τούτων ἔστι συνιδεῖν. εὑρίσκομεν ἐν τῷ κοσμικῷ καταστήματι τῆς γῆς κατὰ πᾶσαν ἡμέραν καὶ πᾶσαν ὥραν πράγματα γινόμενα, οῖον γέννας θανάτους κληρονομίας δόξας καθαιρέσεις σίνη πάθη καὶ τὰ λοιπά, ὅσα τῳ τῶν ἀνθρώπων βίῳ συνέστηκεν ἀγαθά τε καὶ φαῦλα. ὁ γὰρ κόσμος σφαιρηδὸν εἰλούμενος καὶ τὰς τῶν ἀστέρων ἀπορροίας εἰς τὸν οὐρανὸν πέμπων οὐδὲν ἄπρακτον ἀποτελεῖ οὐδʼ ἀργόν, κατὰ πᾶσαν δὲ στιγμῆς παρέγκλισιν πολλὰ τῷ βίῳ καινίζει, ἅπερ ἕκαστος ἄλλοτε ἄλλως ὑπομένων τὸν τῆς εἱμαρμένῆς. ἐκπληροῖ σκοπόν. πολλοὶ μὲν οὖν περὶ τὰ τοιάδε ἐσχολακότες πολλὰς βίβλους καὶ πολλὰς αἱρέσεις συνέταξαν· καίτοι γε πάντες διηγήματα αἰώνια μεγάλα καὶ πολλὰ κατέλιvπον τοῖς ἀνθρώποις. ὅνπερ οὖν τρόπον οἱ πλούσιοι μὲν τῇ φαντασίᾳ, πολλὰ δὲ ὀφείλοντες τοῖς κληρονόμοις καταλείπουσιν, οἵτινες κατʼ ἀρχάς μὲν ἡδέως φέρονται ἀλίγων ἁψάμενοι καὶ πολλῶν ὀλιγοχρόνιον τὴν κτῆσιν ἔχοντες (ἡ γάρ πρόφασις τῆς ἁγνείας τῦφον μέγαν [*](8 ἐπὶ χόβω V 25 εἰσ οὖ V οὐδὲ V 30 sanumne αἰώνια? κατέλειπον Va 32 〈ὀλίγα〉 τοῖς Diels 33 fort. πολλῶν ἁ. καὶ ὀλίγων ὀλ. multa quidem attrectant, sed pauca accipiunt ac ne haec quidem in longum tempus, ἐλπίδων pro ὀλίγων Diets 34 ἐχόντων V fort. ἀγνοίας (idem Us.))

271
αὐτοῖς περιτίθησιν), ἐπὰν δὲ δίκαις καὶ μόχθοις καὶ ἐναντιώμασι περιπέσωσιν, αἱροῦνται οὐ μόνον τῆς κενοδόξου κληρονομίας ἀπαλλαγῆναι, ἀλλὰ καὶ ὧν ἡδέως ἐκέκτηντο διὰ τὸν φθόνον καὶ τὴν μέριμναν, τὸν αὐτὸν τρόπον καὶ οἶ πολλαῖς ὕλαις συνταγμάτων ἐνδιατρίψαντες πολυχρονίαν νόσον μή θεραπεύσαντες προσαπώλεσαν καὶ τὸν νοῦν καὶ τὴν προῦπάρχουσαν παιδείαν καὶ τὴν πρᾶξιν. ἐγὼ δὲ εἰ καὶ φαντασίᾳ λόγων πλήθει βίβλων οὐ περιπεφρούρημαι, ἀλλʼ οὖν γε τῇ συντομίᾳ καὶ ἀληθείᾳ συγκεκόσμημαι· ὥστε τούς κληρονόμους ἄτερ δίκης καὶ φθόνου καρπώσασθαι, ἐφʼ ὅσον χρόνον διαμένουσι, τοὺς μὲν προσιόντας μετὰ πόνου καὶ ἀκριβείας πολλὰ τῶν ἀποτελεσμάτων, τοὺς δὲ ἀκροθιγῶς ἢ ἀκολάστως ὀλίγα, πλὴν περισσότερα καὶ μείζονα τῶν διὰ μοχθηρίας καὶ πολυχρονιότητος ἑτέραις αἱρέσεσιν ἐσχολακότων. ἐπεὶ οὖν αὐτὸς θησαυροῦ μηνυτὴς ἐγενόμην καὶ οὐ μόνον τοὺς παραφυλάσσοντας τόπους ἐμήνυσα, ἀλλὰ καί τινα τῶν ἀποκειμένων ἐφώτισα, συνεπινοεῖν δὲ δεῖ καὶ τοῦς ἐντυγχάνοντας, ὅπως κατὰ βάθους ὀρύττοντες τὰ μυστικῶς κατακεχωθμένα ἀνεύρωσιν. δεῖ μέντοι καὶ τὸν ἀπογραψάμενον τῇ ἐμῇ αἱρέσει προγικώσκειν τὸ ἴδιον διάθεμα ὁποίαν δὴ ὑπόστασιν κέκτηται, καὶ κατὰ τοὺς πρακτικοὺς χρόνους ἐπιβάλλεσθαι τοῖς ἀποτελέσμασιν, ἵνα καὶ ὠφελείας ἢ μαρτυρίας τύχῃ ἐὰν δὲ κακοποιοῖς χρόνοις ἐπιβάληται, ἀποτυχὼν διʼ ἄγνοιαν ἢ παραλιπών τινα τόπον μέμψεται τὴν ἀγωγήν. ἀλλʼ ὅμως, ἐὰν μετὰ ἀκριβείας τις ζητῇ, οὐ διαψευσθήσεται τῆς δωρεᾶς ἢ καὶ τοσαύτης τιμῆς καταξιωθήσεται, ὅσην οἱ τῶν καιροφίλων τις ἐδήλου κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν. ταῦτα δὲ ἐν τοῖς ἐμαυτοῦ πεπειρακώς ἐδήλωσα· ὥστε οὐ δεῖ μέμφεσθαι τοὺς χρόνους οὔτε ἐμαυτῷ οὔτε τῇ προγνώσει, ἀλλὰ καταμαθόντα τὸ μέγεθος τῆς ἑαυτοῦ γενέσεως συστρατεύεσθαι τοῖς καιροῖς γενναίως καὶ ἀλύπως (οὐδὲν γὰρ ἀνύει μοχθηρῶς διάγων καὶ ἑτέρων τύχαις ἐξισοῦσθαι βουλόμενος ἑαυτόν), ἔχειν δὲ κατὰ νοῦν τὸ τοιοῦτον·
  • ἄγου δέ μ᾿ ὧ Ζεῦ καὶ σύ γʼ ἡ πεπρμμένη,
  • ὅποι πο θʼ ὑμῖν εἰμι διατεταγμένος.
  • ὡς ἕψομαίγ᾿ ἄοκνος. ἂν δὲ μὴ θέλω,
  • κακὸς γενόμενος αὐτὸ τοῦτο πείσομαι
  • [*](3 hoc quoque simile claudicat 10 “ quam diu ibris meis vacant,, 11 δὲ ἀκροθιχῶς] δϊακροθίγως V 12 ἀκολάστους V 15 an ἐναποκ.?. 17 όρύττοντας V 19 δὴ] δϊ V ex corr. 21 an κακοποιοῦ? 25 οἱ] ἡ V nempe καιροφυλάκαων 26 debebat πεπειραμένος 32 Cleanth. fr. 527 (supra p. 261, 24) σύ χʼ ὴ V 35 κακῶς V)
    272
    καὶ τό·
  • γινομένῳ ἐπένησε λίνῳ, δτε μιν τέκε μήτηρ
  • καί.
  • μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν.
  • Πότερον οἱ παλαιοὶ τὴν ἐνέργειαν τῆς προγνώσεως ἐπιστάμενοι διὰ τὸ μεγαλαυχὲς καὶ ἀνθρωπίνῃ φύσει δυσέφικτον φθόνῳ ἐνεχθέντες ἀπέκρυψαν ἢ μὴ καταλαμβανόμενοι, ἅπερ ἡ φύσις διήρθρωσε καὶ ἐνομοθέτησε καὶ ἀνάγκῃ περικλείσασα ἀρθόνως ἀνθρώποις ἐδωρήσατο, ὅμως ἠνίξαντο, οὐκ ἔχω λέγειν. οὐδὲν γάρ μοι δοκεῖ τῶν ἐν κόσμῳ καλλίστων στοιχείων καὶ πλείστων καὶ μεγάλων δημιουργημάτων ὑπὸ τοῦ θεοῦ ἐθονημένον ἀνθρώποις πρὸς καιρικὴν χρῆσιν· οὐδὲ γὰρ ἄν προέδειξε τὸ θεῖον μὴ βουληθὲν παρέχειν. ἀλλʼ ἐκεῖνοι μὲν ὡς ἠθέλησαν ἢ ὡς δδυνήθησαν· διὸ καὶ τὸ κάτω κεφάλαιον αὐτῶν μνημονεύων θαυμάζω τὴν γνώμην σκολιάν τε καὶ δυσθήρατον. ἐγὼ δὲ ὅσα ποτὲ μὲν εἶρον διὰ πείρας προέδειξα, ὅσα δὲ καὶ ἐν τῷ μεταξὺ χρόνῳ ἐπεξεῦρον, οὐκ ἐβουλήθην ἀποκρύψαι διὰ τὸ παράδοξον τῶν πολλῶν ἀποτελεσμάτων, ἀγαθῶν τε καὶ φαύλων, ἐν ὀλίγῳ χρόνῳ γενομένων ἢ καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπιμενόντων· ἡ δὲ ὑποκειμένη ὑποδιαίρεσις διδάξει τοὺς φιλομαθεῖς· ταύτην γάρ προκρίνας μὲν πασῶν καὶ συγκοσμῆσαι βουλόμενος ἀλλεπαλλήλως κατὰ τὴν λεπτομέρειαν διασαφ ήσω. ἡ γάρ πλατικὴ θεωρία ἀμαυροτάτην τάξιν ἔχουσα διὰ τὴν ἀκόλαστον τῶν ἐντυγχανόντων γνώμην ἐλέγχεται ῥᾳδίως. μὴ ὑπολάβῃ δέ τις διὰ τὸ ποικίλον καὶ πολυμερὲς τεχνικὸν ὑπάρχειν τὸν λόγον, ἀλλʼ ἐκθειάζειν τὴν φύσιν· πολλοὶ μὲν γὰρ πολλὰς αἱρέσεις διαγραψάμενοι οὐδεμίαν βεβαίαν συνέταξαν.

    Τοιγαροῦν ἐπὶ τὰ προκείμενα βαδιστέον. οἶ μὲν οὖν θανατικοὶ κλιμακτῆρες καταληπτέοι ἔσονται, καθὼς ἐν τῷ περὶ χρόνων ζωῆς προέταξα καὶ νῦν δὲ ἐν τούτῳ ἀκριβέστερον δηλώσω. ἐκ τριῶν ὅδρων θυνεστώτων τῶν χρόνμων, ἐλαχίστου μέσου καὶ μεγίστου, [*](1 τῶ Va 2 Iliad. V 128; cf. Ω 210, η 198 3 Ilisd. Ζ 488 5 in mg. δ΄ V 9 ἢ] οἱ ut vid. V 11 ὁμοίως V ἥνοἰξαντο (η ex οι?) Va 12 κάλλιστον στοιχεῖον V 13 ἐφνονημένον V 16 καὶ] κατὰ Us. 18 προσέδειξα V 20 nempe γινομένων 21 διαίρεσις Va 22 μὲν absurdum, προκρινόμενος Diels 24 διασαφήσει V, corr. Us.)

    273
    τὴν σύγκρασιν οὕτως ἀνεῦρον· ἐκ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ οἰκοδεσπότου λογιζόμενος τάς περιόδους τῶν ἀστέρων καὶ τὰς ἀναφοράς τῶν ζῳδίων, πρῶτον ὥρας εῖτα ἡμέρας εῖτα μῆνας εῖτα ἔτη, ἢ ὧν μὲν ὥρας ὧν δὲ ἡμέρας ὧν δὲ μῆνας ὧν δὲ ἐνιαυτούς, κατὰ τούς ἐπικέντρους καὶ ἀνατολικούς ἀστέρας καὶ τὰ οἰκεῖα σχήματα ἡμέρας εῖτα μῆνας εῖτα τάς περιόδους. ἐπὶ μὲν γάρ τῶν ἤδη τὴν ἡλικίαν προβεβηκότων δυνατὸν τὰς περιόδους καὶ τὰς ἀναφοράς μερίζειν , ἐπὶ δὲ τῶν νηπίων ἀπὸ τῶν ἐλαχίστων ἀρξάμενος.

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Ζεὺς ἀρχαῖς Κριοῦ, Κρόνος Κριῷ. Ἄρης Τοξότῃ, Ἑρμῆς Αίγόκερῳ, ὡροσκόπος Σκορπίῳ, κλῆρος τύχης Ζυγῷ, κλίμα Ϛ΄ οἱ μερίζοντες οὗτοι· Ἀφροδίτη διὰ τὸν Ζυγόν, Κρόνος διὰ τὸ τὴν Ἀφροδίτην εῖναι Ὑδροχόῳ, Ἄρης διὰ τὸ τὸν Κρόνον Κριῷ εἶναι. ἐλογισάμην οὖν κατά τε τάς περιόδους καὶ τὰς ἀναφοράς πρῶτον ὥρας εῖτα ἡμέρας εἷτα μῆνας οὕτως· ἔλαβον τοῦ Ζυγοῦ ἡμέρας η΄ καὶ ὥρας η΄ καὶ πάλιν τοῦ Ζυγοῦ ἀναφορὰς κλίματος Ϛ΄ ὥρας γ΄ . καὶ ἐπεὶ Ἀφροδίτη Ὑδροχόῳ ἐστίν, ἔλαβον Κρόνου ὥρας νζ΄, καὶ πάλιν ἐπεὶ ὁ Κρόνος ἐν τῷ Κρίῷ ἐστιν, ἔλαβον Ἄρεως ὥρας ιέ γίνονται ἐπὶ τὸ αὐτὸ ἡμέραι η΄ καὶ ὧραι ρκγ΄ , αἵ εἰσιν ἡμέραι ε’ ὧραι γ΄ γίνονται αἱ πᾶσαι ἡμέραι ιγ΄ ὧραι γ΄· ἔζησεν ἡμέρας ιγ΄ ὥρας γ΄ .

    Ἄλλη. Ἡλιος Ἀχροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Αἰγόκερ. Κρόνος Σκορπίῳ, Ζεὺς Υδροχόῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ταύρῳ, κλῆρος τύχης Σκορπίῳ, ὁ κύριος Λἑοντι. ὁ τούτου κύριος Καρκίνῳ τάς ὥρας καὶ τὰς ἡμέρας τῶν τε ἀστέρων καὶ τῶν ζῳδίων παρεληλύθει· διὰ τοῦτο οὖν τρίτῳ τόπῳ μῆνας ἐλογισάμην· Ἄρεως μῆνες ξς΄ καὶ ιε΄ καὶ Ἡλίου τοῦ ἐν Καρκίνῳ μῆνες κε΄ γίνονται μῆνες ρς΄ , οἵ εἰσιν ἔτη η΄ μῆνες ι΄ Ταύτας προεθέμην τὰς γενέσεις. προσκοπεῖν οὖν χρὴ τοὺς οἰκοδεσπότας καὶ τοὺς τόπους, μὴ ὑπὸ τῶν κακοποιῶν διακατέχονται ἢ ἐναντιοῦνται ἢ παρʼ αἵρεσιν τύχωσι, καὶ τὰς λοιπὰς παραγγελίας.

    Ἄλλη. Ἥλιος Ερμῆς Ὑὄροχόῳ. Σελήνη Ταύρῳ. Κρόνος Τοξότῃ, Ζεὺς Κριῷ. Ἄρης Αἰγόκερῳ, Ἀφροδίτη ὡροσκόπος Ἰχθύσι. κλίμα ς΄ κλῆρος τύχης Διδύμοις. ἔλαβον Ερμοῦ μῆνας ος΄ . καὶ ἐπεὶ Ἑρμῆς ἐν Ὑδροχόῳ ἐστίν, ἔλαβον τοῦ Υδροχόου τὴν ἀναφοφοράν μῆνας κγ΄ καὶ Κρόνου ἐν Τοξότῃ ὄντος τοῦ Τοξότου μῆνας [*](5 nempe 〈ἤ〉 κατὰ 7 δυνατοὶ V 9 nempe ἀρξαμένους, fort. manca oratio 13 εὸ] τὸν Va 18 fort. κγ V 25 Leonis dominus Sol. qui in Cancro est i. e. torio loco; sequentia fort. acunosa Valens.)

    274
    λγ΄ γίνονται οἱ πάντες μῆνες ρλβ΄ , ἃ γίνεται ἔτη ια΄· τοσούτων ἐτελεύτα. τὰς δὲ λεπτομερεῖς ἡμέρας καὶ σταλαγμιαίας ὥρας ἀπὸ τῆς ἑκάστου ἀστέρος περιόδου τὸ ιβ΄ λαμβάνοντες εὑρήσομεν.

    Συμμερίζουσι δὲ οἱ ἀστέρες ἀλλήλοις οἰκείως κείμενοι καὶ τῆς αἱρέσεως ὄντες. οἷον Ἥλιος Ἑρμῆς Καρκίνῳ, Σελήνη Ἄρης Ζυγῷ, Κρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξότη, ὡροσκόπος Αἰγόκερῳ, κλίμα Ϛ΄, ὁ κλῆρος τῆς τύχης Τοξότῃ. τούτου ὁ κύριος Ζεὺς ἐπίκειται τῷ κλήρῳ. ἐμέρισεν οὖν τὴν ἀναφορὰν τοῦ Τοξότου ἔτη λγ΄ καὶ τὴν ἰδίαν περίοδον ἔτη ιβ΄ γίνεται ἔτη με΄ τούτῳ οὖν τρίγανος Κρόνος ὑπάρχμων συνεμέρισε τῆς ἰδίας περιόδου μῆνας νζ΄ γίνεται ἔτη ἔγγιστα ν΄· ἐν τούτῳ καὶ ἐτελεύτα. εἰ δέ τις λογίσηται καὶ τῆς τοῦ Λέοντος ἀναφορᾶς μῆνας λή καὶ Ἡλίου μῆνας ιθ’, τοσούτους μῆνας συνάξει.

    Αὗται αἱ γενέσεις δεδοκιμασμέναι ἐξ αὐτοψίας πρόκεινται. εἰ δέ τις ἐξ ἀκοῆς θέλει δοκιμάζειν λαβὼν γένεσιν, διαψευσθήσεται τὴν ἀγωγήν. καὶ ἕτεροι δὲ κλιμακτῆρες σημαίνονται, ὁπόταν κακοποιοῦ σχήματος καὶ μαρτυρίας χρόνος συνδράμῃ ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ὡροσκόπου καὶ τοῦ τούτου κυρίου, ὁπόταν κατὰ διαδοχὴν ἢ ἀντιπαραχώρησιν οἱ ἀστέρες τύχωσι μὴ χρηματίζοντος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ οἰκοδεσπότου.

    Ὁμοίως δὲ καὶ περὶ τῶν πρακτικῶν καὶ ἀπράκτων χρόνων στοιχητέον, μετὰ τοὺς ἐνιαυσίους χρόνους μηνιαίους ἐπιμερίζειν τοῖς χρηματίζουσι ζῳδίοις καὶ τοῖς τούτων οἰκοδεσπόταις. καὶ ὥσπερ κανονικῆς συμπήξεως φυσικῆς ἐχούσης διὰ πολυχώρων ἀριθμῶν καὶ λεπτομερῶν μορίων εἰς στερεὰν σύμπηξιν τὴν ἁρμονίαν οὐ καθεστῶσαν ὁρῶμεν μὴ προκειμένης τῆς ἀρχῆς τοῦ ἀριθμοῦ ἐνδηλοτέρας, οὕτως χρὴ καὶ τοὺς βουλομένους διʼ ἀκριβείας διεξιέναι ἀρξαμένους ἀπὸ ὡρῶν καὶ μηνῶν κατάγειν τοὺς χρόνους πολυμερῶς ἐπὶ τοσοῦτον, μέχρις οὗ ἡ τοῦ ζητουμένου χρονογραφία ἐπιτρέπῃ. οὕτως γὰρ εὑρήσομεν ἀναφο ορᾶς μὲν ἕτερον χρονοκρατοῦντα, περιόδου δὲ ἕτερον καὶ προκειμένου πλατικῶς [*](11 μῆνες V 13 i. e. sic queque 38 + 19 efficiunt 57 menses (possis τοὺς αὐτοὺς) 17 fort. 〈ὁ〉 χρόνος 21 in mg. ε΄ V 27 fort. ὡς ἐπὶ καν. fort. φυσικῶς 31 (i. e. ὡροσκόπου) V 34 πλαστμεῶς V)

    275
    τοῦ ἀποτελέσματος ἀγαθοῦ ἢ φαύλου ἐν ταῖς μεταξὺ ἡμέραις καὶ μησὶ τὸ ἐναντίον γίνεται, καὶ ποτὰ μὲν δοκεῖ προλαμβάνειν ποτὲ δὲ μετέπειτα γίνεσθαι. ὅνπερ οὖν τρόπον λίθος ἀκοντισθεὶς ἐπί τι χάλκειον δαιδπλούργημα τὴν μὲν εὐθεῖαν στιγμήν ἔχει, τὸν δὲ ὖχον ἐπὶ πολύ κατασὲευάζει, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀστέρες, ἐπὰν τῶν χρόνων κυριεύσωσι, πρὸς ἀλίγον ἐνδειξάμενοι ἀποτέλεσμα ὑστέρων ἀπηχήματος τρόπον ἐνεργοῦσιν. οἶ μὲν οὖν σχηματισμοὶ τῶν ἀστέρων καὶ αἱ πρὸς ἀλλήλους μαρτυρίαι εὐτονοῦσιν τοῖς ἁρμόζουσι χρόνοις, ἐξαιρέτως δὲ αἰ πρὸς τὸν κλῆρον τῆς τύχης. τά γὰρ ὅλα ἐκ τούτου συνορᾶται καὶ συνέστηκεν καὶ ἐκ τοῦ οἰκοδεσπότου.

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Διδύμοις, Σελήνη Ὑδροχόῳ, ρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξδότῃ, ὡροσκόπος Ζυγῷ, κλίμα α’. ἔστω ἡμᾶς ζητεῖν ἔτος μβ΄. ἔλαβον τὴν ἀναφορὰν τοῦ Ζυγοῦ λή κ΄, ἅ ἐστιν ἔτη λή μῆνες καὶ πάλιν τούτων ἰσάριθμοι μῆνες λή , οἳ εἰσιν ἔτη γ΄ μῆνες γίνονται ὁμοῦ ἔτη μα΄ μῆνες Ϛ΄ τούτῳ τῳ ἔτει ἐκ πολέμου φεύγων καὶ ἀπὸ ἵππου πεσὼν ἐπελθόντων τῶν πολεμίων καὶ πολλῶν ἀναιρεθέντων καὶ αὐτὸς τρωθεὶς συνεφυρήθη ἑτέροις πτώμασι καὶ ὑποκριθεὶς νεκρὸς διέφυγε τὸν κίνδυνον καὶ διέμεινεν εἰς τὴν τῶν πολεμίων χώραν ἕως τοῦ πδ΄ ἔτους στρατεύματος ἡγούμενος. προσεπικατήγαγον οὖν τοῖς προκειμένοις ἔτεσι καὶ τούς Ἀφροδίτης μῆνας ή διὰ τὸν Ζυγὸν καὶ Ἄρεως ἐπικειμένου μῆνας ιε΄· ἄλλως τε καὶ τὸ διάμετρον Κρόνου καὶ Σελήνης ἐχρημάτιζε κατʼ ἐκεῖνον τὸν χρόνον· Λέοντος ἀναφορὰ λε΄ καὶ Κρόνου μῆνες νζ΄ καὶ Ἀφροδίτης μῆνες η΄ καὶ Σελήνης μῆνες κε΄ καὶ Λέοντος μῆνες ιθ’· γίνεται ὁμοῦ ἔτη μδ΄ μὴν α΄. ὥστε ἐχʼ ὅσον μὲν ἡ γένεσις χωρεῖ, πλῆθος ἀναφορῶν οὐ περιόδων διδόναι χρή. ἔπειτα δὲ μῆνας καὶ ἡμέρας, ἕως ἐπὶ λεπτομερέστατον τοῦ χρόνου τὸ ἀποτέλεσμα καταντήση· ὅθεν ἐπὶ πάσης γενέσεως παρατηρητέον τὰ τετράγωνα καὶ διάμετρα, μάλιστα κακοποιῶν συσχηματιζομένων ἀνοικείως. δυσεκλύτοις γάρ καὶ ἀλλεπαλλήλοις πράγμασι περιτρέπουσιν οἱ γοῦν τοιοῦτοι ἐν τῷ βίῳ ἀθλοῦσι δυσκαταγωνίστοις καιροῖς παλαίοντες, εὔθραυστοι δὲ ὄντες καὶ ὀλισθηροὶ [*](4 mire dictum: motum lapidis puncto temporis fieri dicere volebat; possis στιγμιαίαν 6 fort. 〈τὸ〉 ἀποτ. 10 τῆς τ τύχης V 11 τοῦ] τούτου v 13 excidit Mars in Libra ut vid. positus (cf. v. 23) 16 μῆνας V 19 nempe οὕτω κριθεὶς 22 τοὺς] τοῖς V 23 sc. quod Venus domina est Librae μῆνες V 25 sq. μῆνας quater V 26 Leo tribuit Solis menses 28 περϊόδον ut vid. V ἔπειτα δὲ] ἐπνίτοιγε V 30 καταντήσει V 34 όλιστηροὶ V)

    276
    ῥᾳδίως σφάλλονται. ἐὰν δὲ καὶ κατοπτεύσωσιν, οὐκ ἀφίστανται μεμφ όμενοι τοὺς θεούς καὶ ὀδυνηρῶς διάγοντες μάτην τὸν θάνατον ἀνακαλοῦνται, ἐκτὸς εἰ μὴ ἑτέρα ἀγαθοποιῶν μαριυρία εὐτονήσασα βοηθήσῃ. ὁπόσον ἂν χρηματίσῃ χρόνον ἀγαθοποιὸς κακοποιῳ, ἡμιτελὲς τὸ φαῦλον ἔσται καὶ εὔκρατον ἐὰν δὲ κατὰ μόνας ὁποῖός τις ἂν ἦ, βέβαιον καὶ πλῆρες τὸ ἀποτέλεσμα δηλοῖ· κωλύεται μὲν γάρ τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοποιοῦ νικώμενον, θραύεται δὲ τὸ φαῦλον ὑπὸ τοῦ ἀγαθοῦ παρηγορούμενον.

    Σημαίνεσθαι δεῖ τὰς ἀρχάς καὶ τὰ πέρατα τῶν χρόνων, καθʼ σὓς ἐὰν ἄρξωνται οἱ ἀστέρες χρονοκρατορεῖν ἢ καὶ ἀπολείπειν τοὺς χρόνους. ἐν τούτοις γάρ τὰ ἀποτελέσματα ἐνεργῆ τὴν δύναμιν κέκτηνται· ἐστι δὲ καὶ τοῦτο ἀκριβέστερον ἐξιχνευτέον, τὰ σχήματα τῶν ἀστέρων καὶ τῶν μαρτυριῶν εἰ κατὰ μόνας ἢ ὁμοῦ ὄντων πότερον ἀγαθοποιὸν ἡ κακοποιὸν ἢ μέσον ἢ εὔκρατον ὑπάρχει, ἵνα καὶ πρὸς τοῦτο ἡ ἀπόφασις γένηται. πολλάκις γὰρ διάμετροι καὶ τετράγωνοι σχηματογραφίαι κακοποιῶν οὐδὲν φαῦλον εἰργάσαντο, ἀλλὰ καὶ μᾶλλον ὠφέλησαν διὰ ἰδιοτοπίαν ἥ ἀγαθοποιοῦ μαρτυρίαν ἢ οἰκείου σχήματος αἵρεσιν καὶ ἐν τούτοις οἱ ἀμαθεῖς πλανῶνται. ὅθεν περὶ τῶν αὐτῶν πολλάκις πομιμμνήσκω· ἄμεινον γάρ ἐστι δισσολογοῦντα καὶ πολυλογοῦντα τὴν σύνταξιν ἀκατηγόρητον διαφυλάξαι ἢ τοῖς βασκάνοις καὶ ματαίοις ἀφορμὴν τοῦ κακῶς λέγειν καταλεῖψαι· ἀχθόμενοι γάρ ἐπὶ τῇ ἑτέρων εὐημερίᾳ λοιδοροῦσι τὰ καλῶς ἔχοντα, μήτε παρακολουθεῖν δυνάμενοι τοῖς λεγομένοις μήτε ψέξαι ἃ λέγουσι. Πρὸς τοὺς τοιούτους ὁ λόγος οὗτος ἁρμόσει. λέγεταί ποτε νεανίσκον τινὰ ψέξαντα τὰ Εὐριπίδου δράματα διορθῶσαι· τὸν δʼ Εὐριπίδην παραγενόμενον λέγειν· κακῶς γέγραπται, σὺ κρεῖττον ποίησον. τὸν δὲ εἰρηκέναι. γράφειν ποιήματα οὐκ ἐπίσταμαι, τὰ δὲ κακῶς γραφέντα διορθοῦσθαι. τοιγαροῦν κακῶς γράψας, φησί, τὰ σαυτοῦ καλῶς διόρθωσον. καὶ δοκεῖ μὲν ἡ προκειμένη αἵρεσις τὴν εἴσοδον εὐχερεστάτην κεκτῆσθαι, λαβυρινθοειδὲς δὲ τέλος καὶ τὴν δίοδον τοῖς τὸ ἀκριβὲς φιλοπευστοῦσι· τῆς γὰρ ἀρχῆς δραξάμενοι καθάπερ μίτου ὁδηγούσης τῆς Ἀριάδνης, τουτέστι τῆς ἐπιδιαιρέσεως, εἰς τὸν ζητούμενον τόπον καταντήσαντες καὶ εὑρόντες τὸν περαιούμενον χρόνον καὶ τὸ ἀποτέλεσμα, ὡς ὁ Θησεὺς τὸν Μινώταυρον, εἴδησιν μεγίστην ἀναδέξονται.

    [*](4 an ἂν 〈οὖν〉? 9 an 〈δὲ〉 δεῖ? πέρατα τῶν χρόνων] παρὰ τὸν χρόνον V an χρονοκρατεῖν? 13 nempe pro εἰ et in sqq. ἀγαθοποιῶν etc. 17 εἰργάσατο V 28 μήτε] μὴδὲ V 24 ὁ λόγος H] ὀλίγος V 26 διορθοῖ V 29 τὰς αὐτοῦ V 30 εὐχαρεστάτην V)
    277

    Μερίσουσι δὲ οἱ ἀστέρες καὶ τοὺς μέσους χρόνους ὧν δεσπόζουσιν ἐτῶν· Ἥλιος μὲν τὴν ἡμίσειαν τῶν ρκ΄ ἐτῶν κεκτημένος τὰ ξ΄ παραλήψεται καὶ τὰ ἐλάχιστα τὰ ιθ΄ καὶ γίνεται ρθ΄, ὧν τὸ ἥμισυ γίνεται λθ΄ μῆνες Ϛ΄, Σελήνη δὲ τὴν ἡμίσειαν τῶν ρή νδ΄ καὶ ἐλάχιστα κε , καὶ γίνονται ὁμοῦ ρθ΄, ὧν τὸ ἥμισυ λθ΄ μῆνες Ϛ΄. ταῦτα μερίσει. Ἄρης δὲ τὰ μὲν μέγιστα ξϚ΄ καὶ τὰ ἐλάχιστα ιε΄ , καὶ γίνονται πα΄, ὧν τὸ ἥμισυ μί ἔτη καὶ μῆνες Ϛ΄ Ἀφροδίτη τὰ τέλεια πδ΄ καὶ τὰ ἐλάχιστα η΄ . γίνονται 𝒢β΄ , ὧν ἥμισυ μϚ΄ . Ερμῆς τά μέγιστα οϚ΄ καὶ τὰ ἐλάχιστα κ΄ , γίνονται 𝒢Ϛ΄, ὧν τὸ ἥμισυ γίνονται μή Ζεὺς τὰ μέγιστα οθ’ [καὶ τὰ οϚ΄ ] καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄ , ὦν τὸ ἥμισυ γίνονται μέ μῆνες Ϛ΄. οὗτοι οἱ μέσοι χρόνοι φυσικώτεροί μοι ἔδοξαν τυγχάνειν.