Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Προέγραψα μὲν οὖν ταῦτα καὶ αὐτὸς σεμνυνόμενος ἐπὶ τῇ περιχυθείσῃ μοι ὑπὸ τοῦ δαίμονος οὐρανίᾳ θεωρίᾳ, ἥτις νῦν ἀτιμάζεται καὶ ἀπελαύνεται, καὶ προγενεστέρα ὑπάρχουσα καὶ τὰ πάντα διέπουσα τῷ βίῳ, ἦς ἄνευθεν οὐδὲν οὔτʼ ἐστιν οὔτʼ ἔσται, ποτὲ δὲ ἐπίφθονον δοκεῖ καὶ τοὔνομα κεκτῆσθαι, ὅτε οἱ πρὸ ἡμῶν ἐπὶ τούτῳ ηὔχουν καὶ ἐμακαρίζοντο. ἄχθομαι οὖν καὶ ζηλωτὴς τυγχάνω τῶν παλαιῶν βασιλέων τε καὶ τυράννων καὶ τῶν περὶ τὰ τοιαῦτα ἐσπουδακότων, ἐπεὶ μὴ τοῖς αὐτοῖς ηὐτύχησα βιῶναι χρόνοις εὐπαρρησίαστον καὶ ἄφθονον τὸν αἰθέρα καὶ τὴν ἀναζήτησιν κεκτημένοις. εἰς τοσοῦτον γὰρ ἐπιθυμίας καὶ ἀρετῆς ἔσπευσαν, ὡς τὰ ἐπὶ γῆς καταλιπόντας οὐρανοβατεῖν ἀθανάτοις ψυχαῖς καὶ θείαις καὶ ἱεραῖς γνώμαις συνεπιστήσοντας, καθὼς καὶ ὁ Νεχεψὼ ἐμαρτύρησε λέγων· ἔδοξε δέ μοι πάννυχον πρὸς ἀέρα --- καὶ μοί τις ἐξηχησεν οὐρανοῦ βοή, τῇ σάρκας μὲν ἀμφέκειτο πέπλος κυανόχρους κνέφας προτείνων καὶ τὰ ἐξῆς. τίς γὰρ οὐκ ἂν κρίναι ταύτην τὴν θεωρίαν πασῶν προὔχειν καὶ μακαριωτάτην τυγχάνειν, ἐν ἧ Ἡλίου μὲν τακτοὶ δρόμοι κατὰ πρόσθεσιν καὶ ἀφαίρεσιν ἀριθμῶν τροπαῖς ἐπεμβαίνοντες καιρῶν μεταβολὰς προσημαίνουσιν, ἀνατολὰς καὶ δύσεις, ἡμέρας καὶ νύκτας, ὡρῶν καιρῶν κρύος καὶ θάλπος, ἀέρων εὐκρασίας, ἔτι δὲ συνιδεῖν ἐστι καὶ Μήνης ἀνωμάλους δρόμονς, προσνεύσεις τε καὶ ἀναχωρήθεις, αὐξήσεις τε καὶ μειώσεις, ὕψος τε καὶ βάθος, ἀνέμων φοράς, συναφάς καὶ ἀπορροίας, ἐκλείψεις τε καὶ σκιαθμοὺς καὶ τὰ λοιπὰ πάντας ἐκ τούτων δοκεῖ συνεστάναι τά τε ἐπὶ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ καὶ ἀρχὴ καὶ τὸ τέλος τῶν γεννωμένων. τῶν δὲ λοιπῶν ἀστέρων πέντε αἱ πορεῖαι καὶ ἄστατοι δρόμοι καὶ ποικίλαι φάσεις, ἀλλὰ καίπερ ἀνώμαλοι καὶ πλανῆται ὀνομαζόμενοι ἐστηριγμένην τὴν φύσιν κέκτηνται καὶ διὰ τακτῶν ἀνακυκλήσεων καὶ περιόδων εἰς τοὺς αὐτοὺς ἀποκαθίστανται τόπους.

[*](6 καίπερ προγ. Us. 8 ὁπότε V 10 ad sqq. cf. Riess Νecheps. fr. 1 Retzenatein Poimandres p. 4 καὶ del. Reitz. 14 ἕσπευσα V, corr. Us. 15 φωναῖς συνεπιτηρήσοντας Reitz.; an ζωαῖς συνεπιστατήσοντας? συνεπισπεύσοντας Rad. 17 totus trimeter excidisse vid. κοητῆ V 18 κυανόχρα V, corr. Us. 23 del. Keil Plasberg. καίριον Diels 24 fors. εὐκρ. 〈καὶ δυσκρασίας〉 26 ἀνέμων φοράς post εὐκρασίας v. 1 transfert Plasberg; at luna habet quosdam βαθμοῖς καὶ ἀνέμους (cf. Val. I 13 etc.) 27 〈ἃ〉 ἐκ Rad. 29 del. Reitz. σκολιαὶ πορεῖαι Reitz. πέντε αἱ] παντοῖαι Rad.)
242

Τὰ νῦν δὲ ἡ ἐξίχνευσις καὶ κατόρθωσις τῶν πραγμάτων ὑπὸ τοῦ φόβου ἀμαυροῦνται καὶ προμαραίνονται, ἡ δὲ διάνοια ἀρνουμένη καὶ ἀστήρικτος λογισμοῦ ὑπάρχουσα τοῖς αὑτοῖς οὐκ ἐπιω ἀλλʼ ἄλλοτε ἀλλαχοῦ πηδῶσα τὴν πρώτην λήθην ἀναλαμβάνει. εὐπροαίρετος δέ τις ὤν καὶ φιλόκαλος ῥᾳδίως ὄκνον ἀναλαμβάνει καὶ ἀμαθίαν αἱρεῖται μᾶλλον ἢ ἐπικίνδυνον ἀρετήν· ἀλλʼ ὅμως ἐπὶ πάντων ἡ ἐπιθυμία κρατεῖ καὶ κολαζομένη καὶ λυπουμένη ἐπιμένει ἐπὶ τοῖς αὑτοῖς. ἐμὲ δὲ οὔθʼ ἵππων δρόμοι ποικίλοι καὶ ταχεῖα μάστιγος ῥοπὴ ἀνεπτέρωσεν οὔτε ῥυθμοὶ ὀρχηστῶν καὶ αὐλῶν καὶ Μούσης καὶ κεκλασμένης ἀοιδῆς θέλξις ματαία ἔτερψεν οὔθʼ ὅσα ποτὲ διὰ μεθόδων ἡ χλεύης ἐπάγεται τούς ἀκούοντας, ἀλλʼ οὐδὲ μὴν ἐπιβλαβέσι καὶ ἐπωρελέσιν πράξεσιν ἡδονῇ καὶ λύπῃ μεμερισμέναις ἐκοινώνησα οὔτε μυσαράς τε καὶ ἐπαχθεῖς --- ἔσχον, ἀλλὰ θείᾳ καὶ σεβασμίᾳ θεωρίᾳ τῶν οὐρανίων ἐντυχών ἠβουλήθην καὶ τὸν τρόπον μου ἐκκαθᾶραι πάσης κακίας καὶ παντὸς μολυσμοῦ καὶ τὴν ψυχὴν ἀθάνατον προλεῖψαι. ἔνθὲν καὶ τὰ θεῖά μοι προσομιλεῖν ἐδόκει καὶ διανοητικόν μου πρὸς τὴν ἀναζήτησιν νηπτικὸν ἐκεκτήμην. ἐπεὶ οὖν πολλά τε καὶ θαυμαστὰ συνέταξα δυνάμενα παρά τοὺς ἀρχαίους πείσειν τούς ἐντυγχάνοντας, ἀναπολήσας ὅτι οἱ ἀρχαῖοι πολλὰς ἀγωγὰς προέθεντο δυσλύτους καὶ αἰνιγματώδεις, ἀναγκαίως ἔσχον ταύτῃ τῇ συντάξει μυστικὰς καὶ ἀπορρήτους ἀγωγὰς προτάξαι περί τε χρόνων ἐμπράκτων καὶ περὶ ἐσομένων. οὕτως γὰρ εὐκατάληπτος φανεῖσα ἡ ἐπιστήμη καὶ ὑπὸ τῆς ἀληθείας στηριζομένη μὲν μῖσος ἀποδιώξει, μετάνοιαν δὲ πολλὴν ἐνδειξαμένη ἱερὰ καὶ σεβάσμιος προδειχθήσεται. εἰ δὲ δοκεῖ πολλάκις περὶ τῶν αὐτῶν λέγεσθαι, ἀδιάφορον· ἃ μὲν γὰρ ἐντυγχάνων τοῖς προγενομένοις συνέτασσον διὰ τῆς ἐπιθυμίας καὶ εὑρέσεως αἰφνίδιον (ἐνθουσιᾷ γὰρ ὁ συγγράφμν, μάλιστα δὲ περὶ τούτων, καὶ θεῷ προσομιλεῖν δοκεῖ), ἃ δὲ καὶ ἐπίτηδες, ὥστε εἴ τις φθόνος προσδραμὼν λυμήνηται τὰς συντάξεις ἡμῶν, εὑρεθῆναι καὶ ἑτέροις συγγεγραμμένα.

[*](2 ἀμοιροῦνται V δονουμένη Diels αἰωρουμένη Rad. 9 ταχεῖαν μ. ῥοπὴν V 10 διαύλων V, δι᾿ αὐλῶν Us. possis ἐκλυούσης καὶ κεκλ. θέλξεως Va 11 an μεθόδων σκευῆς ? μυθωδῶν Diels 12 possis delere ἀλλʼ aut μὴν, sed V. a vetusto particulorum usu aberrat 13 possis μεμιγμέναις 14 ἑταίρας suppl. Us. 15 τόπον V 17 πρσλῆψαι V, cf. Catal. II 183, 3 post μοι ἴδει Va προσωμιλεῖν V 18 νϊπτικὸν Vb, ληπτικὸν Cumont 20 πεῖσαι Us. ἀναπολέσας V 23 poesis περὶ ἐμβάσεων 27 ἃ] ἕνα V, ἔνια Diels 30 ὥστε add. Diels, 〈ἵν᾿ 〉 ἤν τις . . . εὑρεθῇ Us.)
243

Καὶ ἡ μὲν τῶν χρόνων διαίρεσις κατὰ ζῳδιακὴν καὶ πλατικὴν ἀποτελεσματογραφίαν ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· νυνὶ δὲ περὶ μοιρικῆς διαστάσεως καὶ συναφῆς λεκτέον, ἣν καὶ πρότερον ἠνιξάμην· ἡ δὲ πεῖρά με προηγάγετο ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς ἀστερίσαντας τὸν χρόνον μοιρικῶς ἐκ τῆς τῶν αἰωνίων κανόνων πραγματείας χρὴ λαμβάνειν ἀπὸ ἑνὸς ἑκάστου ἀστέρος μοίρας ἐφ᾿ ὃν βούλεταί τις, ἤτοι σύνεγγυς ὄντα καὶ πόρρωθεν, κατὰ τὸν ἐπιδεχόμενον χρόνον καὶ τὴν ἀκολουθίαν τῶν ζῳδίων μέχρις ἄλλου ἀστέρος μοιρικῆς συναντήσεως· καὶ συλλογισάμενον πλῆθος τῶν μοιρῶν κατατάσσειν εἰς τὰς ἑκάστου ἀστέρος περιοδικάς ὥρας καὶ ἡμέρας μῆνας ἐνιαυτούς, καὶ κατὰ τὸν συντελειωθέντα χρόνον προλέγειν τὰ τῶν ἀστέρων ἀποτελέσματα ἐκ τε τῆς ἰδίας φυσικῆς ἐνεργείας καὶ ἐκ τῆς τῶν παραδόσεων πρὸς ἕκαστον ἀποτελεσματογραφίας. ἐὰν δέ πως συναχθεὶς ἀριθμὸς ἥττων ᾖ τοῦ χρόνου, σκοπήσαντας λεῖπον πόσον ἐστὶ προλέγειν μετὰ τοσοῦτον χρόνον γίνεσθαι ἀποτέλεσμα· ἐὰν δὲ πλεονάῃ, ἀφελόντας τὸν συνέχοντα πάλιν τὰς λοιπὰς ἀπὸ τῆς ἀφετικῆς μοίρας ἀπολύειν καὶ σκοπεῖν, μή τινες τῶν ἀστέρων ἀκτῖνες προσνεύσωσι τῇ μοίρᾳ ἤτοι κατὰ γένεσιν ἢ κατʼ ἐπέμβασιν· οὕτως γάρ εἴωθεν ἐξαίρετα καὶ μεγάλα γίνεσθαι ἀποτελέσματα.

Πολλάκις γάρ τῆς πλατικῆς διαιρέσεως μηδὲ φαινούσης τι καὶ ἄλλο μετὰ τὸν συνέχοντα τὸν περιλειπόμενον χρόνον εἰς ἥττονα μηνῶν καὶ ἡμερῶν ἀριθμὸν κατάξαντας καὶ συνέχοντας ἁρμοσαμένους κατὰ ἀνακύκλησιν ἀπολύειν μέχρι τοῦ ζητουμένου χρόνου· ἄλλως τε καὶ ποικίλαι ἀφέσεις καὶ κολλήσεις γινόμεναι τῶν τε ἀγαθοποιῶν καὶ κακοποιῶν ποικίλα καὶ ἀλλεπάλληλα καὶ εὐμετάθετα τὰ ἀποτελέσματα προφαίνουσι. καὶ γὰρ ἐστι συνιδεῖν πολλούς, οἵ ἐνὶ χρόνῳ πολλῶν ἐπειράθησαν πραγμάτων, ἀθρόως συνεκπεσουσῶν τῶν ἀφέσεων ἢ χρηματισασῶν κατὰ τὴν τῶν ζητουμένων χρόνων ἁρμονίαν· ἔνιοι δʼ οὐδʼ ὅλως μεταβολὴν ἔσχον ἀγαθοῦ τε καὶ κακοῦ, ἀλλὰ τοῖς αὐτοῖς ἐπέμειναν· τινὲς δὲ δοξασθέντες ἤ καὶ εἰς ἀνυπέρβλητον τύχην χμωρήσαντες κατὰ τὴν ἐξ [*](1 in mg. β΄ V 9 ὅν] ὧν V 10 καὶ] nempe ἢ 16 ἀποτελεσματογραφίαν V 17 ἧεττον V 21 ἀκτίνας V 25 εαὶ ἄλλο] an καλόν? 26 an κατατάξαντας? cf. l. 12 et 256, 16 29 τε] γε V 31 πολλοὺς οἳ] πολλοὶ V)

244
ἀρχῆς καταβολὴν καὶ ὑπὸ πολλῶν μακαρισθέντες θανάτῳ ἢ κινδύω περιέπεσον ἕτεροι χαλεπῇ καιροῦ περιστάσει γενόμενοι ἡ καὶ ἀστοχήσαντες τῳ βίῳ καὶ μηδεμίαν ἀγαθὴν ἐλπίδα προσδοκήσαντες ἀλλὰ ματαίως ὀδυνηθέντες εἰς τάς αὐτὰς πάλιν ἐπαλινδρόμησαν τύχας ἡ καὶ μείζονα τὴν φαντασίαν ἐκτήσαντο. ἔσθʼ ὅτε γάρ τις ἐκλείψει παράδοσις ἐμπεσοῦσα καὶ μεγάλην ἀπειλὴν ἐνδειξαμένη ἠμαυρώθη ὑπὸ τοῦ κατὰ ἁρμονίαν χρόνου ἑτέρας ἀγαθοποιοῦ παραδόσεως. ὁμοίως δὲ καὶ ἡ τῶν ἀγαθοποιῶν κωλύεται ὑφ᾿ ἑτέρας κακωτικῆς αἰτίας. καὶ οἱ μὲν συνέχοντες μοιρικοὶ ἀριθμοὶ οἶ αὐτοὶ ἀρχῆς παραμένουσι καὶ ἐπὶ τοσοῦτον ἀπολύονται ἀνακυκλούμενοι, ἐφ ὅσον ἂν ζητούμενος χρόνος χωρῇ. καὶ ἐπὶ μὲν τῶν πρακτικῶν καὶ ἐνιαυσιαίων ἀφέσεων κατά τινας ἁρμονικούς ἀριθμούς εἰς τούς αὐτούς τόπους ἢ καὶ τούς ἀστέρας συνεκπίπτουσιν αἱ διαιρέσεις καὶ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων προδηλοῦσιν, ἐπὶ δὲ ταύτης ἄλλοτε ἄλλη συγκιρναμένη κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐναλλοιοῖ τὰ πράγματα καὶ ἀγαθῶν ἢ φο αύλων σἰτία καθίσταται. νηπτικῶς οὖν τοῖς ἀριθμοῖς προσσχητέον καὶ σκοπεῖν τά τε κέντρα καὶ τἀς ἐπαναφοράς καὶ τὰ ἀποκλίματα τά τε ζῴδια, εἰ προσοικείωται τῇ τῶν ἀστέρων παρουσίᾳ, ἀνατολάς τε καὶ δύσεις καὶ τὰς αἱρέσεις καὶ τὰ λοιπά, ὅσα ποτὲ ταῖς προσυντεταγμέναις βίβλοις δεδήλωται, ἵνα μὴ πολυλογῶμεν οὐδὲ γὰρ πρὸς ἀμαθεῖς οὐδʼ ἀμυήτους ἐποιησάμην τούς λόγους. σκοπεῖν δὲ δεῖ καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις· πολύ γάρ συμβάλλονται πρὸς ἀναστρέψαι καὶ κατορθῶσαι τά πράγματα, καὶ μάλισθʼ ὁπότε κατὰ συμπαρουσίαν ἢ ἐπιμαρτυρίαν ἢ ἐναντιότητα ἐπεμβῶσι τοῖς χρηματιστικοῖς τόποις ἢ τὸν τῶν χρόνων δεσπόξοντα κατοπτεύωσιν.