Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Αλλως δʼ ἂν θέλωμεν εἰδέναι αἱ καταγόμεναι ἡμέραι τίνος ἀστέρος εἰσίν, οὕτως ποιήσωμεν. τὰ καταγόμενα ἐπὶ τὰς τξε΄ δ΄ πολυπλασιάσαντες καὶ τὰς ἀπὸ γενεθλίων ἕως τῆς ζητουμένης ἡμέρας ἐπισυνθέντες καὶ συγκεφαλαιώσαντες ἀφαιροῦμεν κύκλους ἀνὰ ρκθ΄ ἡμερῶν ὅσους δυνάμεθα καὶ σκοποῦμεν, πόσοι κύκλοι [*](8 U+2220, num voluerit V dubium 11 μῆνας V ἑαυτῶν ἑαυτῇ V 22 μηνὸς] μῆνα V 24 verus mensium numerus restitui nequit, cum tota ratiocinatio ut solet non congruat 28 in mg. Ϛ΄ V 34 ρκθ΄] δύο εθʼ V)

256
γεγόνασιν· ἐξ ὧν πάλιν ἑβδομαδικοὺς κύκλους διεκβαλοῦμεν, καὶ ὁ ἐντὸς τῆς ἑβδομάδος περιλειφθεὶς κύκλος προδηλώσει, τίνος ἀστέρος εἰσὶ καὶ τίνος αἱ ἡμέραι. οῖον ἐπὶ τοῦ προκειμένου θέματος τὰ πλήρη νβ’ ἔτη ἐπὶ τξέ πολυπλασιάσαντες γίνονται ἡμέραι μυριὰς ηπ𝒢γ΄ καὶ ἀπὸ Μεχὶρ ιβ΄ ἕως τῆς ζητουμένης Παϋνὶ ιέ ἡμέραι ρκγ΄ ὁμοῦ γίνονται ἡμέραι μνριὰς θρις΄. ἐξ ὧν ἀφεῖλον κύκλους ἀνὰ ρκθ΄ γίνονται κύκλοι ρμη΄ , καὶ λοιπαὶ ἡμέραι κδ΄ τοῦ ρμθ΄ κύκλου. πάλιν ἐκ τούτων ἀφεῖλον ἑβδομαδικοὺς κύκλους κα΄ , τουτέστιν ἐκ τῶν ρμθ΄ λοιποὶ περιλείπονται κύκλοι θ΄. ἐπεὶ οὖν καθὼς πρόκειται ἡ Σελήνη ἀφέτης εὑρέθη, ἔδωκα πάλιν τὸν α’ κύκλον τῆς ἑβδομάδος αὐτῇ τῇ Σελήνη πρώτῃ. τὸν δὲ δεύτερον κύκλον ἔσχεν ἡ μετʼ αὐτὴν Ἀρροδίτη ἡμέρας κδ΄ ἔχουσα, ἐξ ὧν ἑαυτῇ ἔδωκεν ἡμέρας ή . ἔπειτα Διὶ ἡμέρας ιβ΄· λοιπαὶ περιλείπονται ἡμέραι δ΄ Κρόνου, ἐν αἷς κατεδικάσθη.

Ἤ πάλιν πειρατέον τοὺς ἑβδομαδικοὺς κύκλους εἰς μθ΄ ἐτηρίδας κατάξαντας ἀπολύειν ἀπὸ τοῦ ἀφέτου ἀνὰ μίαν, καὶ εἰς σἶον ἄν ἀστέρα καταλήξῃ, ἐκεῖνος ἄρξει τῆς μθ΄ ἐτηρίδος καὶ τοῦ πρώτου κύκλου τοῦ ἑβδομαδικοῦ· εῖθ᾿ ἑξῆς τοῖς λοιποῖς παραδώσεις τούς κύκλους. οῖον ἐπὶ τοῦ προκειμένου θέματος ἐπεὶ ρμθ΄ κύκλοι ἑβδομαδικοὶ εὑρέθησαν, ἐκ τούτων ἀφεῖλον μθ΄ ἐτηρίδος γ΄. λοιποὶ περιλείπονται κύκλοι δύο τῆς τετάρτης μθ΄ ἐτηρίδος. τὰς οὖν τέσσαρας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξα ἐπὶ Κρόνον· ὥστε τῆς μὲν τετάρτης μθ΄ ἐτηρίδος ἄρχει Κρόνος. καὶ τὸν πρῶτον ἑβδομαδικὸν κύκλον ἑαυτῶ μερίσας τόν δεύτερον παρέδωκε τῷ μετ' αὐτὸν Ἄρει ἔχοντι ἡμέρας κδ΄ ἐξ ὧν ἐαυτῷ ἐμέρισεν ἡμέρας ιέ· καὶ λοιπαὶ ἡμέραι θ΄ Ἡλίου.

Ὅτι οὐ δεόντως ἔνιοι τὴν ἄφεσιν τῆς προκειμένης ἀγωγῆς ποιοῦνται.

Οἱ πλεῖστοι μέντοι μερίζουσι τοὺς χρόνους ἐπὶ πάσης γενέσεως κατὰ τὴν ἑπτάζωνον ἀρξάμενοι ἀπὸ Κρόνου ἔπειτα Διί, εῖτα Ἄρει, εῖτα Ἡλίῳ, μεθʼ ὃν Αφροδίτη, ἔπειτα Ερμῇ καὶ ἐξῆς Σελήνῃ. καὶ ὁμοίως κατὰ ἀνακύκλησιν τῶν χρόνων σκοποῦσι τὸν δεσπόζοντα τῆς ἑβδομάδος καὶ τῶν ἡμερῶν. ἐμοὶ δʼ οὐκ ἀρέσκει τὸ τοιοῦτον, ἐπεὶ οἱ αὐτοὶ χρονοκράτορες ἐπὶ τῶν πλείστων. [*](3 cf. p. 253, 6 5 ἡμέραι ὐ μ ᾳ ϥ' γ΄ V at sunt 18 993 et id restitui. quoniam ex sequentibus apparet Valentem recte computasse 6 ὁμοῦ geminat V 16 καταμίξαντας V; cf. ad 243, 26 17 ἄρξῃ V 19 ἐπ V 24 ἑαυτῷ] ἐν αὐτῶ V)

257
γενέσεων εὑρεθήσονται, ἀλλὰ καθὼς πρόκειται ἔκ τε Ἡλίου καὶ Σελήνης ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ώροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ οἱ ἐξῆς, καθὼς ἔτυχον ἐπὶ γενέσεως ζῳδιακῶς τε καὶ μοιρικῶς διακείμενοι.

Ἐπεὶ δὲ τὴν μὲν εὕρεσιν τῶν ζητουμένων ῥᾳδίαν ἐκεκτήμην διὰ τὴν συνεχῆ γυμνασίαν καὶ ποικίλης ἀγωγῆς ὕλην, ἡ δὲ διάκρισις καὶ ὁ σαχὴς ἔλεγχος ἐδεῖτο χρόνου, οὖτος δέ μοι βραχὺς περιελείπετο (ἔστι γὰρ στιγμιαῖος ὁ τῶν ἀνθρώπων βίος, κἂν πάνυ τι δόξῃ ὑπερρρονεῖν), ὡσὰν πατὴρ πρὸς τῷ τέλει τοῦ βίου νόσῳ βαρούμενος τέκνοις ἐντολὰς συντόμους καταλείπει, πρὶν φθάσαι τὴν φίμωσιν, καὶ αὐτὸς μετὰ πάσης σπουδῆς τὰ συνεμπίπτοντά μοι κεφάλαια τῶν θεμωρημάτων ἀνασκοπούμενος ἐθημειούμην, τοῖς φιλοκάλοις ἀρχὴν εἰσόδου δωρούμενος. εἰ δὲ ἦν μακρόβιος ἢ ἀθάνατος ὁ νοῦς, ἀναμφίλεκτος καὶ μονομερὴς ἡ διάκρισις ἐτύγχανε· θεοὶ δὲ πάντα ἴσα σι. ἐπεὶ οὖν συνεκτικώτατον κεφάλαιόν ἐστι τὸ περὶ χρόνων ζωῆς, πολυμερῶς τε οὕτως τοῖς ἔμπροσθεν συντέτακται. συμβαλὼν δέ τινι μεγαλαυχοῦντι περὶ ἑτέρας ἀγωγῆς εὗρον διὰ πολλῆς πλάνης μεθοδικῶν ἀριθμῶν πεποικιλμένην τὴν αἵρεσιν, ἣν καὶ αὐτὸς πρότερον μὲν ἠπιστάμην σαφέστερον καὶ νῦν δᾶ διὰ τὴν φιλονεικίαν διασαφήσω ἐκκόψας τάς ματαιολογίας. πᾶσα γάρ ἀγωγή συγκρινομένη πρὸς ἑτέραν καὶ τὸν ἔλεγχον λαβοῦσα φυσικὴν καὶ ἀκριβῆ καὶ τὴν θεωρίαν ἐνδείκνυται.

Ἔστω οὖν ἡμῖν λόγος πρός τε τὴν φωσφόρον Σελήνην καὶ πρὸς τὸν ὡροσκόπον· οὖτοι γάρ ἑαυτοῖς συγκιρνάμενοι κἄτι τάς ὡριαίας κινήσεις πρὸς τάς ἐπικαίρους στάσεις καὶ τὴν φυσικὴν μόρφωσιν τὴν ἄφεσιν καὶ τὴν ἀρχὴν καὶ τέλος ἐνδείκνυνται. τῆς γὰρ σπορᾶς καὶ τῆς ἐκτροπῆς μυστικῶς τὴν δύναμιν ἐκληρώσαντο, καὶ οὔτε Ἄρης οὔτε Κρόνος ἀναιρέται κριθήσονται οὔτε μὴν οἱ ἀγαθοποιοὶ βοηθοί, ἀλλʼ ὁπόταν Σελήνη ἀφέτης εὑρεθῇ, παραφ υλάσσειν χρὴ τὰς κολλήσεις καὶ τὰς ξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τάς πρὸς τὸν ὡροσκόπον, μάλιστα ἐν τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἰσοδυναμοῦσι τοῖς ἀκούουσι [*](10 sq. ἐὰν πανῦ τη V (possis etiam τις) 11 nolui ὑπερχρόνιον 16 〈κἂν〉 ἀναμφ. Diels 17 Cf. 0dyss. ὁ 379, 478 29 μόρφωσιν] μοροῦσι V nisi fuit μοιρ〈οθεσίαν ποι〉οῦσι ἐνδεκνυται V 32 an ἀφέτις? Valens.)

258
καὶ βλέπουσι ζῳδίοις ἢ ἀντισκίοις μοίραις. ὡσαύτως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης, τάς πρὸς Σελήνην διαστάσεις ώσαύτμως σκοπεῖν κατὰ ἀναφοράν.

Ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς κρίνειν μοίρας καὶ δυναστικάς τάς μαρτυρίας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων τετραγώνους καὶ διαμέτρους. αὗται γὰρ εἰς κεντροθεσίαν οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν. πολλῆς δὲ πλάνης συνεμπιπτούσης ἑκάστοτε περὶ τοὺς ἀφετικοὺς ἤτοι ἀναιρετικοὺς τόπους καὶ σχεδόν τινων καὶ παρεχομένων τὰς τῆς θεωρίας ὁ μὴ παρὼν ἔλεγχος τῆς ἀληθείας ψόγον καὶ ἀποτροπὴν ἐργάζεται, ἀναγκαίως ἔσχον ἐξευρὼν ἐπιδιασαρῆσαι τὴν πλάνην. Ὁπόταν μὲν γὰρ κατὰ μόνας αἱ ἀφέσεις --- πρὸς τὴν δοκοῦσαν ἀναίρεσιν ἀσύμφμωνος εὑρεθῇ, σκοπεῖν δεῖ ἀμφοτέρους τοὺς ἀριθμοὺς καὶ κατὰ ἀναφοράν ἡγεῖσθαι βιώσιμον χρόνον τοῦτον, ἐάνπερ μὴ κατὰ πολὺ ὑπερβάλλῃ τὸν μέγιστον χρόνον σπανίως γάρ τινες βιοῦσιν. ἢ καὶ ἄλίως ὁπόταν πολὺ διάστημα τῆς ἀφέσεως εὑρεθῇ τῆς Σελήνης ἢ| καὶ τοῦ ὡροσκόπου ἐν τῳ αὐτῷ ζῳδίῳ ὄντων ἢ καὶ καθʼ ἑτέραν τινὰ ἄφεσιν μὴ συμβῇ τὸ διάστημα τοῖς πολυαναφόροις ζῳδίοις εὑρεῖν, ὥστε τοὺς ἀφετικοὺς τόπους συνεγγίζειν ἀλλήλοις, ἐξαριθμήσαντας τοὺς χρόνους κατὰ ἀναφορὰν καὶ τούτων λαβόντας τὴν ἡμίσειαν ἡγεῖσθαι ζωτικὸν χρόνον. οὐ μόνον δʼ ἐπὶ τοῦ μεγίστου διαστήματος ἣ τῶν πολυχρονίων σκοπεῖν δεῖ τὴν ἄφεσιν, ἀλλὰ καὶ τοῦ ἐλαχίστου καὶ ἐπισυνθέτου τῶν ἀφέσεων πρὸς τούς ὀλιγοχρονίους. πρὸς δὲ τὴν ἀφετικὴν τῶν χρόνων διάκρισιν τῆς Σελήνης μοιρικαὶ φάσεις καθʼ ἕκαστον ζῴδιον λογιζόμεναι πρὸς τὰς ἀρέσεις καὶ συναρμοζόμεναι πρὸς τὴν τοῦ διαστήματος ρονογραφίαν τὴν ἀναίρεσιν προδηλοῦσι, καὶ μάλιστα ἀπὸ Σελήνης· αὕτη γάρ ἀφέτις γενομένη ὑπὸ ἑαυτῆς ἀναιρεθήσεται· εἰσὶ δὲ αἰ τῆς συνόδου ἢ πανσελήνου καὶ τῶν δυοῖν διχοτόμων, ἐνεργητικῆς οὔσης τῆς ἐπὶ δυτικὸν. πρῶτον φερομένης.