Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔστω οὖν ἡμῖν λόγος ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων λαμβάνειν ἀφέτην Ἥλιον, ἐάνπερ ἦ καλῶς κείμενος, ἐπὶ δὲ τῶν νυκτερινῶν Σελήνην, ἐπεὶ καθώς προγέγραπται ἡμῖν ταῖς ἐπικρατήσεσιν, ἐκεῖνον χρὴ κρίνειν ἀφέτην τῶν ἡμερινῶν καὶ νυκτερινῶν τὸν καλῶς κείμενον. ἐὰν δὲ κατʼ ἀμφότερα παραπέσῃ τὰ φῶτα, ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ πρῶτος μεριεῖ τοῦς χρόνους καὶ δεύτερος ὁ μετʼ αὐτὸν κείμενος καὶ ἐξῆς οἱ λοιποί.