Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Εὔτονοι μὲν οὖν ἐπεμβάσεις τῶν ἀστέρων κριθήσονται, ὁπόταν τῶν χρόνων δεσπόζοντες ἐπεμβῶσι τοῖς τόποις ἢ καὶ εἰσὶ τούτων τετράγωνοι ἢ διάμετροι, ὅνπερ τρόπον καὶ ἐπὶ τῶν ἀρχὰς ἢ καὶ ἡγεμονίας λελογχότων ἕκαστος καθʼ ἢν ἐκληρώσατο ὥραν τὴν ἐπέμβασιν ποιησάμενος εὐτονεῖ εἰς τὸ σώζειν ἢ ἀναιρεῖν καὶ οὐδεὶς τὴν τούτου ἀπειλὴν ἢ καὶ πρός τινας εὐεργεσίαν κωλῦσαι δύναται, κἂν πάνυ μείζων γένει βίῳ δόξῃ τυγχάνῃ, ἀλλʼ εἴκει τοῖς τοῦ καιροῦ νόμοις, μέχρις οὖ τὴν ἀρχὴν ἀπόθηται· ἐπὰν δὲ συμπληρώσῃ τὸν χρόνον, παραδιδοὺς ἑτέρῳ τὴν ἡγεμονίαν ἄτονος πρός τε ἀγαθὸν ἢ φαῦλον ἀποκαθίσταται. αἱ μὲν οὖν ἀποτελεσματογραφίαι τῶν παραδόσεων καὶ συγκρατικαὶ πρὸς ἀλλήλους μαρτυρίαι τε καὶ συμπαρουσίαι τοῖς ἔμπροσθὲν ἡμῖν δεδήλωνται· αἷς καὶ προύχρηστέον, ἑκάστου κατὰ τὴν ἰδίαν φύσιν καὶ κατὰ τὸν ἐπιβάλλοντα χρόνον ἐνεργοῦντος καὶ τὸ εἶδος τοῦ ἀποτελέσματος ἐνδεικνυμένου.

Καὶ ταύτην δὲ τὴν διαίρεσιν κωφῶς καὶ εἰκαίως παρερριμμένην διὰ τὰς εἰσόδους αἰνιγματώδεις ἐσχηκέναι δοκιμάσας καὶ ἀνευρὼν καὶ συγκομίσας ὑπέταξα, ὅπως οἱ φιλόκαλοι διὰ πολλῶν εἰς μίαν δύναμιν ἀποτελέσματος κατελθόντες ἐκθειάσωσι τὴν φύσιν, λογισάμενοι διὰ πολλῶν εὐθειῶν ὁδῶν τε καὶ δυσβάτων εἰς ἓν χωρίον κατηντηκέναι.

[*](2 sc. Petosiris an ὑφηγ.? 3 πάντα] aut τεθέντα aut 〈τεθέντα〉 πάντα 5 add. Diels; possis etiam ἔσται καὶ (vel sim.) pro καὶ 7 in mg. ε΄ V 9 εἰσὶ] ἐπὶ V possis ἐπὶ 〈τὸ〉 τούτων τετράγωνον ἢ διάμετρον; at extat ◻οι in V 10 τῶν] τὰς V 18 οὐδὲ V 15 ἀποθουται V (ο et αι ex corr.) 18 συγκρατητικαὶ V 23 in mg. ς΄ V 25 εἰκέως V 29 possis εὐρειῶν)
252

Ἔστω οὖν ἡμῖν λόγος ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων λαμβάνειν ἀφέτην Ἥλιον, ἐάνπερ ἦ καλῶς κείμενος, ἐπὶ δὲ τῶν νυκτερινῶν Σελήνην, ἐπεὶ καθώς προγέγραπται ἡμῖν ταῖς ἐπικρατήσεσιν, ἐκεῖνον χρὴ κρίνειν ἀφέτην τῶν ἡμερινῶν καὶ νυκτερινῶν τὸν καλῶς κείμενον. ἐὰν δὲ κατʼ ἀμφότερα παραπέσῃ τὰ φῶτα, ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ πρῶτος μεριεῖ τοῦς χρόνους καὶ δεύτερος ὁ μετʼ αὐτὸν κείμενος καὶ ἐξῆς οἱ λοιποί.

Ὑποδείγματος χάριν τῆς διαιρέσεως τῆς δεκαετηρίδος καὶ μηνῶν θʼ ἔστω Ἥλιος ἀφέτης. λήψεται αὐτὸς ἔτη δέκα μῆνας θ΄, καὶ μετʼ αὐτὸν ἐξῆς ὁ κείμενος ἀστὴρ ἐπὶ τῆς γενέσεως κατὰ τὴν τοῦ ζῳδιακοῦ κύκλησιν ἔτη καὶ μῆνας θ΄, καὶ μέχρις οὐ ἐὰν ἐπιδέχηται ὁ ἀριθμὸς τῶν ἐτῶν διδόναι τοὺς ἐνιαυσιαίους χρόνους. ἐπεὶ τούς περιοδικούς ἑκάστου ὡριαίους ἡμερησίους μηνιαίους συναναλαμβάνειν χρὴ τοῖς ἐνιαυσιαίοις καὶ συγκρίνειν τόν τε καθολικὸν τῶν χρόνων δεσπόζοντα καὶ τὸν τῶν μηνιαίων καὶ τῶν ἡμερῶν τε καὶ ὡρῶν τούς τε κύκλους, πόσοι ἦσαν καὶ τίς ἀπὸ τίνος δέχεται τὸν κύκλον καὶ τὴν ἐβδομάδα. ρὕτως γὰρ ἀνακυκλούμενοι οἱ χρόνοι κάν εἰς τούς αὐτοὺς καταντῶσιν ἀστέρας, οὐ μέντοι ἐκ τῶν αὐτῶν ἑβδομάδων οὐδὲ τῶν αὐτῶν κύκλων ἕτερος δʼ ἑτέρῳ κύκλῳ συναρμοζόμενος κατὰ τὴν ἀκολουθίαν τοῦ χρόνου τάς τῶν ἀστέρων ἐναλλοιοῖ δυνάμεις, καὶ γίνεται ὁ αὐτὸς ἀστὴρ ὁτὲ μὲν ἀγαθῶν αἴτιος ὁτὲ δὲ φαῦλος κατὰ τὴν τοῦ παραδιδόντος καὶ παραλαμβάνοντος ἐνέργειαν καὶ διάθεσιν οἰκείαν ἢ ἐναντίαν. προβλέπειν δὲ δεῖ τούς ἐνεστῶτας καὶ μέλλοντας χρόνους καὶ σκοπεῖν, κάν μὲν εἰς ἀγαθοποιούς χυρῶσι, προλέγειν ἀγαθόν, κἀν ἔτι διακατέχῃ ὁ κακοποιὸς ἐλάχιστον χρόνον προμαραίνεται γὰρ ἡ τοῦ κακοποιοῦ δύναμις ὑπὸ τῆς τοῦ παραλαμβάνοντος ἀστέρος ἀγαθοποιίας προκατασκευάζοντος ἀφορμάς ποικίλας, φιλίας συμπαθείας συστάσεις εὐημερίας δόξας ὠφελείας καταθυμίων συντέλειαν. ἔσθ’ ὅτε μὲν οὖν καὶ μυστικαῖς πράξεσιν ἡ ἀπορρήτοις ἢ παραβόλοις μολύνας εὐτυχίαν εἰργάσατο, ὡς τούς γενομένους ἥδεσθαι ἢ μέσως φέρειν ἐφʼ οἷς πρότερον ἤχθοντο καὶ μετανοεῖν ὡς μάτην ἀπολέσαντας ἄπρακτον χρόνον, ὁμοίως δὲ καὶ ὁπόταν ἀγαθοποιῶν εἰς κακοποιούς χωρῶσιν οἱ χρόνοι, εἰς ἔχθραν καὶ ἀτιμίαν καὶ προδοσίαν καὶ ζημίαν καὶ κίνδυνον προσλαμβάνονται [*](4 add. Raderm. 12 κύκλησιν] notae ln V ad explicandum difficiles 14 ἐπὶ V 19 nempe καὶ 20 οὐδε] σὐ V 21 συναμοζομένω Va, συναμοζόμενος Vb 25 καὶ σκοπεῖν otiosum 27 fors. del. ὁ 32 παραθόλοις V ὡς τοὺς] είς τοῦ V 33 ἀμέσως V)

253
καὶ εἰς αἰφνιδίους καὶ ἀπροσδοκήτους αἰτίας καὶ καθαιρέσεις ὅθεν πολλοὶ μετανοοῦσι μὴ προαμυνόμενοι τούς ἐχθρούς, ἀλλὰ καὶ πίστιν καὶ συμπάθειαν φυλάξαντες ματαίως, μὴ περιγινόμενοι δὲ ὧν θέλουσιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ὀδυνῶνται καὶ ἄκοντες ὑποτάσσονται.