Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Αἱ μέντοι πόρρωθεν διαστάσεις βραδυτέραν τὴν ἀποτελεσματογραφίαν κέκτηνται, αἰ δὲ πλησίον σύντομον. τινὲς δὲ συνοδεύουσαι τὸν χρόνον ὅμοιον ἀποτελοῦσι διὰ παντὸς κατὰ τὴν τοῦ ἀγαθοποιοῦ ἢ κακοποιοῦ παράδοσιν πρὸς βραχύν χρόνον χρηματίσασαι. προκοπὴν καὶ πίστιν καὶ ὡφέλειαν ἐνεδείξαντο καὶ μακαριότητα καὶ εὐεργεσίαν καὶ --- δε τοῦ διαστήματος καὶ ἑτέρου κακοποιοῦ ἀντιπαραλαμβάνοντος τὸν χρόνον διὰ κατηγορίαν καὶ φθόνον εἰς καθαίρεσιν καὶ ἀτιμίαν καὶ δυστυχίαν ἐχώρησεν ἤ καὶ αἰχνίδιον κίνδυνον. ἔσθʼ ὅτε δὲ ἐπί τινων συνδραμοῦσα ἐπὶ πολὺ πάλιν ἀγαθοποιοῦ παραλαμβάνοντος ἀποκατάστασιν τῆς τύχης καὶ δόξης ἐποιήσατο. συγκρίνειν δὲ δεῖ καὶ πρὸς τὴν τοῦ ὡροσκόπου μοίραν τάς καταντήσεις. ἐκ τούτων γάρ καὶ κλιμακτηρικοὶ χρόνοι καὶ ἐπίνοσοι καὶ ἐπισινεῖς καὶ κινδυνώδεις καταλαμβάνονται, ἄλλως τε καὶ ὑγιεινοὶ καὶ ἐπιτερπεῖς καὶ ἐπέραστοι καὶ καταθύμιοι κατὰ τὴν τῶν ἀγαθοvποιῶν καὶ κακοποιῶν παρουσίαν. οὕτως γὰρ ἡ ψυχὴ ἀτάραχος καὶ ἰσχυρά ὑπάρχουσα δοκεῖ φρονεῖν καὶ πράσσειν τὰ καθήκοντα καὶ εἰς πολλὰ ἐκτείνεται καὶ εὐεργετικὴ καθίσταται καὶ εὐφημεῖταί τε καὶ μακαρίζεται, παρηγορεῖται δὲ καὶ σῶμα. ἐκ τούτων δὲ ὑπολαμβάνω τοὺς ἐπὶ πλάτους κατά καιρὸν ἀγαθούς τε καὶ πονηρούς ἀνθρώπους τυγχάνειν, ὅπερ [*](1 debebat εἴη 2 βουληθέντες V 6 κακωτμκῆς V 11 ἡ γένεσις] η μέσης V displicent μετιόντος et μετεαωρισθέντος 14 προσδείκνυσιν V 16 sequentia turbata; opus fere 〈κατὰ〉 τ. χρ. et infra 〈αἳ〉 πρὸς 20 lac. VI litt. in 7, possis τιμήν. αὐξηθέντος δὲ τοῦ 21 aut καὶ aut ἢ V 22 ante ἀτφιίαν φθόνον Va, del. Vb 34 nempe ὥσπερ 0edipus sim, si haec ipse intellexit Valens; possis ὥσπερ et infra κρᾶσιν)

248
οἱ φυσικοὶ τὴν ἀρχῆς κρίσιν διαφυλάττουσιν. ὁπόταν δὲ κακωθῇ, δολουμένη ἀδιανόητος γίνεται· εἰ γὰρ καὶ πολυαπεχθὴς πανοῦργός τε καὶ πονηρὰ διαλαμβάνεται καὶ μανιώδης τὰ ἐναντία φρονοῦσα, ὡς καὶ καθʼ ἑαυτῆς κινδυνῶδές τι μηχανήσασθαι, καὶ οὕτως βαρουμένη, τὸν ζωτικὸν χρόνον ἐναντίον πρὸς τέλος μὴ ὑπομένουσα τῳ ἀνιαρῷ ἀδοξοῦσα χωρίζεται τοῦ σώματος καὶ συνοδεύουσα τῳ καταναγκάσαντι δαίμονι, ψερομένη ὅποι ποτὲ ἐκεῖνος βούλεται.

Δοκιμάζειν δὲ χρὴ τούς ἀστέρας ὁποῖοι τυγχάνουσιν. ὅνπερ γάρ τρόπον ἐπὶ τῶν ζωγραφικῶν χριυμάτων ἐκαστον καθʼ ἥν κέκτηται φύσιν ἀνθηρότατον ἢ καὶ διαυγέστατον καθʼ αὐτὸ τυγχάνει καὶ τέρπει τούς ὁρῶντας καὶ χρήσιμον εἰς πολλὰ γίνεται, ἐπὰν δʼ ἕτερον συμφ υρῇ, θολούμενον ἀλλοιοῦται καὶ οὔτε ἐκ φύσεως ὅ ἦν ἔτι ἐστιν οὔτε τὴν τοῦ μιγέντος μόρφμσιν ἐρύλαξεν, ἀλλʼ ἐπʼ ἀμφοτέροις διεψεύσθη ἐπὶ πλάτος καὶ ἀναγκαστικὸν ἀναλαβὸν χρῶμα τυφλόν τε καὶ ἀτερπές, ἐσθʼ ὅτε δὲ ἁρμόζουσαν τὴν μῖξιν ποιεῖσθαι εὐτυχῆσαν εὐκρασίαν καὶ καλλονὴν εἰργάσατο (ἀλλ’ ὅμως ὁ τεχνίτης διὰ πολλῶν καὶ ποικίλων μορφο οῖ τὸν ἄνθρωπον, σκιὰν ἔργου καὶ ἀληθείας ἐνδεικνύμενος) — οὕτως δὲ καὶ οἱ ἀστέρες ὅτε μὲν διαφυλάσσουσι τὴν ἀρχῆς φύσιν κατὰ μόνας ἄντες, ἕτερος δʼ ἑτέρῳ συγκιρνάμενος συσταλάξει καὶ τῆς φύσεως ἰδίωμα. καὶ οὕτως χαλιναγωγοῦντες τὸν ἄνθρωπον μετὰ λύπης καὶ φαυλότητος καὶ συγκρασίας τινὸς ἄγουσι πρὸς τὰ τοῦ βίου πράγματα, οἷς διαθλεύσας ποικίλως καὶ τῆς ἐγκρατείας στέφος λαβών, ὅπερ ἦν οὐκ ὤν, τοῦτο γίνεται. ὅθεν εἰκότως οἶ πα λα ιο ὶ τοῖς χρώμασι τούς ἀστέρας ἀπείκασαν. τὸν [*](2 an θολουμένη? apodosin incipere puto a τὸν ζωτ. χρ. l. 5; nisi praestat ἔστι γὰρ scribere pro εἰ γὰρ 5 vitae tempus ut infestum non usque ad finem perfert 6 an ἀτύζουσα ? 9 in mg. δ΄ V τοιαῦται χροιαὶ V 13 de imagine cf. Firmic. 152, 10 18 nempe ἐπίπλαστον vel. sim. 19 ἀναλαβὼν V 20 εὐτυχεῖσαν ἀκρασίαν V εἰ τύχρ ποιῆσαν Diela verba parenthesi inclusa cur addiderit V ipse neacivit 24 an συναλλάξει? 25 χαλεπαγαωγοῦντες V, cf. VI, 9: . Νέμεσις χαλιναγωγός 27 Cf. Apoc. 2, 10 3, 11; ep. ad Timoth Π 4 8; ep. Ιacob. 1, 12; ep. Petr. I 5, 4 29 de coloribus planetarum cf. Bouche—Leclercq 314 2; Valens I cap. 1)

249
μὲν οὖν τοῦ Κρόνου μέλανα, ἐπεὶ χρόνου ἐστὶ σημεῖον· βραδὺς γὰρ ὁ θεός· ἔνθεν καὶ Βαβυ λώ ν ιο Φαίνοντα αὐτὸν προσηγόρευσαν, ἐπεὶ πάντα τῷ χρόνῳ φανερά γίνεται. τὸν δᾶ τοῦ Διὸς λαμπρόν· ζωῆς γάρ αἴτιος καὶ ἀγαθῶν δομάτων. τὸν δὲ τοῦ Ἄρεος κιρρόν· πυρωτὸς γάρ καὶ τομὸς καὶ κατεργαστικὸς ὁ θεός· Αἰγύπτιο γάρ καὶ ἄρτην αὐτὸν προσηγόρευσαν, ἐπεὶ τῶν ἀγαθοποιῶν καὶ τῆς ζωῆς παραιρέτης ἐστί. τὸν δὲ Ἤλιον διαυγέστατον διὰ εἰλικρινὲς καὶ ἀίδιον φῶς αὐτῷ. Ἀφροδίτην δὲ ποικίλην τῷ σώματι, ἐπεὶ δεσπόζει ἐπιθυμίας, ἥτις εἰς πολλὰ ἐκτείνεται ἀγαθά τε καὶ φαῦλα καὶ τῶν πολλῶν τῶν βίῳ τελουμένων οἰκείων τε καὶ ἀναρμόστων μόνη δοκεῖ κυριεύειν, ἐπεὶ μετά τὴν μέσην τοῦ Ἡλίου ζώνην τὴν διορίζουσαν κληρωσαμένη τὸν κύκλον τάς τε ὑπὲρ αὐτὴν τῶν ἀστέρων ἀπορροίας καὶ τάς τῶν ὐπʼ αὐτὴν ἀναλαμβάνουσα πολυμερεῖς καὶ τὰς ἐπιθυμίας καὶ τὰς πράξεις ἀπεργάζεται. τὸν δὲ τοῦ Ἑρμοῦ ὠχρὸν ἐποίησαν χολῇ παραπλήσιον· συνέσεως γάρ λόγου καὶ πικρίας δεσπόζει, ἔνθεν καὶ οἶ ὐπʼ αὐτὸν γενόμενοι ὅμοιοι τῇ φύ ὕσει καὶ τῇ χροιᾷ τυγχάνουσι. τὴν δὲ Σελήνην ἀερώδη· ἄστατος γὰρ καὶ ἀνώμαλος αὐτῆς ὁ δρόμος, ὁμοίως δὲ καὶ πράξεις καὶ διάνοιαι τῶν ὐπʼ αὐτὴν τεταγμένων. καὶ ἵνα μὴ δόξωμεν δισσολογεῖν, πρόκεινται αὐτῶν αἰ ὑσεῖς τῇ πρώτη βίβλῳ.

Δοκοῦσι δὲ οἱ κακοποιοὶ πλεῖον σθένειν τῶν ἀγαθοποιῶν. καὶ γὰρ ὡς τοῦ μέλανος καὶ ῥυπώδους ἡ σταγὼν ἐκχυθεῖσα εἰς λαμπράν χρωμάτων οὐσίαν ἀμαυροῖ τὴν εὐμορφ ίαν, δὲ διαυγὲς πλῆθος ἀτονεῖ βραχύ καὶ μιαῖνον ἐπικαλύψαι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν κακοποιῶν, οἳ οἷς τινες δοκοῦσιν εὐτυχεῖν, γένει βίῳ σώματι δόξῃ εὐμορφίᾳ ἡ τοῖς λοιποῖς, ὅπερ ἐστὶ σπάνιον, οἱ ἐλέγχοντες καὶ ἀφ αιρέται τῶν περικτηθέντων γενόμενοι [*](4 δόματα Va ut vid. (per comp.), δώματα Vb ne δωτήρ quidem aut δὼτμωρ abhorret a Valente 6 fors. ἀγαθῶν aut ἀγαθοποιιῶν 10 β. τελούμενον οκεῖόν τε καὶ ἀρμοστον v 12 διορ. l. e mediam 13 nempe τάς τε τῶν ὐ. αὐ. ἀστ. 14 πολυμερής V 20 δικολογεῖν V 22 in mg. δ΄ V 25 ὡς suppl., ubi in V aliquid deletum πυρώδους ἢ σταγὼν V 26 possis τό τε διαυγὲς 27 nempe del. καὶ 28 οἳ] εαὶ ex ἢ aut contra V 29 ὅπερ ἐ. σπ. non intellego (cf. p. 259, 19), an ὧνπέρ ἐστι σπάνις?)

250
αἰτίαις περὶτρέποντες ἢ καὶ σίνεσι καὶ πάθεσι μιαίνουσι τάς γενέσεις. οἱ μὲν οὖν ἀγαθοὶ ἄνδρες οἰόμενοι πάντας τὰ αὐτὰ αὐτοῖς φρονεῖν ἀπλῶς φερόμενοι πιστεύοντές τε καὶ εὐεργετοῦντες ῥᾳδίως ἀλἰσκονται, εἰ καὶ μὴ ὦσιν, ἀλλʼ ὅμως ἐπὶ ταῖς καλοκαγαθίαις διαφημίζονται. οἱ δὲ φαῦλοι ὁμοίως τοιούτους εἶναι πάντας νομίζοντες ἀλογίστως καὶ μήτε ἰδίοις μήτε οἷς δεῖ πιστεύοντες, ἀλλὰ πλεονεκτοῦντες ἀλογίστως ἔτι τε τῶν ὄντων στερηθέντες ἡδονὴν πολλὴν ἀπεργάζονται. διαρυλάσσει γάρ τινας τῶν ἀνθρώπων καίπερ ἄκονίας μέχρι εἰς ὃ βούλεται αὑτοὺς περιτρέψαι οὒς μὲν εἰς ὕψος σὓς δὲ ἐπὶ χείριστον. τοιγαροῦν πολλοὶ μάτην εὐχόμενοι ζῆν κακοῖς περιπαρέντες καὶ ἀλγοῦντες ἐπὶ τοῖς γενομένοις μέμφονται βραδύνοντα τὸν θάνατον καὶ καθʼ ἑαυτῶν τι μηχανῶνται ἢ βίαιον τέλος ἀναδέχονται. φύσει δὲ πάντες ἀλλήλων χλευασταὶ καὶ κατήγοροι τῶν ἁμαρτημάτων τυγχάνουσι καὶ σφ όδρα ἐπὶ τοῖς κακοῖς χαίροντες καὶ ταῖς τῶν πέλας κατηγορίαις, μετανοοῦντες δʼ ἐχʼ οῖς ἔπραξαν συνήγοροι τῶν ἁμαρτημάτων καθίστανται. ὥσπερ οὖν προλήψεις, περὶ ὧν ἄν τις κρίνῃ, οἴησιν ἀληθείας ἐνδείκνυνται οὐ μόνον αὐτοῖς τοῖς πεπιστευκόσιν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις, οἳ κἂν ἕτερα βούλωνται πράττειν ἄγονται ὑπὸ τῆς πλάνης, οὕτως καὶ ἐπὶ τῶν τάς κανονοποιίας συμπεπηχότων τινὲς μὲν εὐχερεῖς καὶ ἐπακτικοὶ τῆς ἀληθείας ἀποδέχονται, οἷς καὶ οἱ ἀμαθεῖς προσφέρονται· οἱ δὲ φυσικοὶ καὶ ἀκριβεῖς ἢ διὰ χθόνον ἢ διὰ σκολιὸν τῆς εἰσόδου παραπέμπονται καὶ καταγινώσκονται· ὅθεν χρή δοκιμάσαντας ἀκριβὲς προσέχειν τῇ φυσικῇ θεωρίᾳ κὲν ἐπὶ σύνεγγυς. καὶ γάρ Ἀπο λλινάριος πρὸς τά φαινόμενα κατὰ τάς παλαιάς τηρήσεις καὶ ἀποδείξεις ποικίλων ἀνακαθάρσεων καὶ σφαιρῶν πραγματευσάμενος καὶ κατὰ πολλῶν ψόγον εἰσενεγκάμενος ὁμολογεῖ παρά μίαν μοῖραν ἡ καὶ δύο διαπίπτειν. ἔστι δʼ εὐκατάληπτον τῆς παραμφ οδίσεως τρόπῳ τοιῷδε, καθώς καὶ αὐτὸς ἐπειράθην αὐτῶν τῶν προγενομένων ἀποτελεσμάτων [*](1 κύνεσι V 4 ἀλἰσκοται V εἰ—ὦσιν obscura θέλωσιν?); μὴ (εὐή- θεις⟩ ὦσιν Cumont 7 fort. ἐπὶ τέλει τῶν 8 voluptatem pariunt hvidis ,,: ἡδονῆς ποθλῆς πείργονται Cumont πολὺ V subiectum ὴ Τύχη, fort. lacuna haustum 9 ἀκούοντας V 11 possis ἐχόμενοι τοῦ ζῆν; τό 〈εὖ〉 ξῆν Cumont add. Diels 19 πολλῶς V 20 βούλονται et ἄγωνται v 21 nempe μὲν ⟨ὡς⟩ 22 ἀποδέχονται laudantur , 23 σχολιὸν Va 24 De Apollinario cf. Potos. fr. 3; Riess ap. Pauly Wissowa I 2845 Catal. VI 15; V 205, 5 26 κατὰ] nempe καὶ 30 τὸ] τῶ V de παραμφοδίσεως cf. ΙΧ 12, 16, παρεμφάσεως Usener, possis παρεμποδίσεως)
251
ἱστάναι τὴν τοῦ ἀστέρος ἀκριβῆ μοῖραν κατὰ τὴν φυσικὴν αὐτῶν ἐνέργειαν, ὡς καὶ ὁ παλαιὸς εἶπε. προβαινούσης δὲ τῆς διηγήσεως αὐτά σοι τὰ πράγματα ὑπʼ ὄψιν πάντα φανερώτερον ποιήσει λεγόμενον. ὁπόταν οὖν εὑρεθῇ ἡ μοῖρα, καὶ περὶ τῶν μελλόντων βεβαίως ἀποφαίνεσθαι ⟨δυνατὸν ἔσται⟩· ἐστι γὰρ δυσεπίληπτος ἡ μοῖρα, οὐκ ἀκατάληπτος.

Εὔτονοι μὲν οὖν ἐπεμβάσεις τῶν ἀστέρων κριθήσονται, ὁπόταν τῶν χρόνων δεσπόζοντες ἐπεμβῶσι τοῖς τόποις ἢ καὶ εἰσὶ τούτων τετράγωνοι ἢ διάμετροι, ὅνπερ τρόπον καὶ ἐπὶ τῶν ἀρχὰς ἢ καὶ ἡγεμονίας λελογχότων ἕκαστος καθʼ ἢν ἐκληρώσατο ὥραν τὴν ἐπέμβασιν ποιησάμενος εὐτονεῖ εἰς τὸ σώζειν ἢ ἀναιρεῖν καὶ οὐδεὶς τὴν τούτου ἀπειλὴν ἢ καὶ πρός τινας εὐεργεσίαν κωλῦσαι δύναται, κἂν πάνυ μείζων γένει βίῳ δόξῃ τυγχάνῃ, ἀλλʼ εἴκει τοῖς τοῦ καιροῦ νόμοις, μέχρις οὖ τὴν ἀρχὴν ἀπόθηται· ἐπὰν δὲ συμπληρώσῃ τὸν χρόνον, παραδιδοὺς ἑτέρῳ τὴν ἡγεμονίαν ἄτονος πρός τε ἀγαθὸν ἢ φαῦλον ἀποκαθίσταται. αἱ μὲν οὖν ἀποτελεσματογραφίαι τῶν παραδόσεων καὶ συγκρατικαὶ πρὸς ἀλλήλους μαρτυρίαι τε καὶ συμπαρουσίαι τοῖς ἔμπροσθὲν ἡμῖν δεδήλωνται· αἷς καὶ προύχρηστέον, ἑκάστου κατὰ τὴν ἰδίαν φύσιν καὶ κατὰ τὸν ἐπιβάλλοντα χρόνον ἐνεργοῦντος καὶ τὸ εἶδος τοῦ ἀποτελέσματος ἐνδεικνυμένου.