Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Προβλέπειν δὲ δεῖ τοὺς παρῳχηκότας καὶ τούς ἐνεστῶτας καὶ τοὺς μέλλοντας χρόνους καὶ συγκρίνειν, πότερον ἀπὸ πρακτικῶν [*](17 Καρκίνῳ Va] Ταύρῳ Vb 26—29 de his cf. ad p. 213, 13 30 μὴ] μὲν V 32 ἢ] εἰ V 34 τυπτούσης V)

219
εἰς ἀπράκτους καταντῶσιν ἢ ἀπὸ κακοποιῶν εἰς ἀγαθοποιούς. πολλάκις γὰρ ἐπίδικόν τις τὸν καιρὸν ἔχων ἢ ἐπίφοβον διὰ τὴν κακοποιῶν χρονογραφίαν κατεδικάσθη, ἐξ ὑστέρου δὲ μεταπαραλαμβανόντων τῶν ἀγαθοποιῶν καὶ τῆς καθολικῆς χρονογραφίας ἐνδειξαμένης ἀκαθαίρετον τὴν γένεσιν ἀποκατάστασις τῆς τε δόξης καὶ τοῦ βίου ἐγένετο δι᾿ ἑτέρας ἀπολογίας καὶ εἰς μείζονα τύχην ἡ ὑπόστασις προεξῆκεν. ἐπὰν οὖν εἰς ἧτταν καθολικὴν φέρηται ἡ γένεσις καὶ οἱ χρόνοι συντρέχωθι, προκατασκευάζονται διάφοροι κατηγορίαι κρίσεις μειώσεις ἔχθραι, ἕως ἂν ἐκεῖνο τὸ αῖτιον καταντήσῃ, ὅπερ ἔδει γενέσθαι. ὡσαύτως κἂν ἀγαθοῦ πρόφαθτς γένηται κατὰ τὴν τῶν χρόνων μετέλευσιν, προκατασκευάζονται φιλίαι, συστάσεις μειζόνων καὶ συμπάθειαι, κληρονομίαι, καταλείψεις, δωρεαί, ἔνθεν καὶ οἱ ἄδοξοι καὶ οἱ ἀσθενέστεροι κατὰ τὰς αἰτίας γενόμενοι νέοι καὶ φρόνιμοι καὶ ἐπέραστοι διαλαμβάνονται διὰ τῶν τῆς εὐδαιμονίας ὅρων, οἱ δὲ πάνυ ἀνδρεῖοι καὶ πεπαιδευμένοι τῇ ἐξ ἀρχῆς καταβολῇ καταδικασθέντες σκληροὶ δειλοί τε καὶ ἄπρακτοι νομιζόμενοι ὑπὸ τῶν ἡττόνων καταδυναστεύονται καὶ τὰς ἀδοξίας γενναίως ὑπομένοντες τοῖς τῆς εἱμαρμένης νόμοις ὑπείκουσιν. εὑρίσκομεν δὲ καὶ ἐπὶ τῶν ἡγεμονικῶν γενέσεων μηδέπω τὸν χρόνον τῆς ἀρχῆς πεπληρωκότας, κατὰ διαδοχὴν δὲ ἑτέρων τὰς μεταβάσεις ποιουμένους οὓς μὲν ἐπὶ τὸ ἐνδοξότερον καὶ ἐπωφελές, οὓς δὲ ἐπὶ τὸ ἐναντίον καὶ καθαιρετικὸν ἐπιβραδύνοντας· ὅθεν ἐνίοις ἐπʼ ἀγαθῷ καὶ σωτηρίᾳ τὰ κακὰ προσγίνεται, ἑτέροις δὲ τὰ δοκοῦντα ἀγαθὰ ἐξ ὑστέρου κακῶν αἴτια καθίστανται.

Νενομοθέτηκε γὰρ ἡ εἱμαρμένη ἑκάστῳ ἀμετάθετον ἀποτελεσμάτων ἐνέργειαν περιτειχίσασα πολλαῖς αἰτίαις ἀγαθῶν τε καὶ κακῶν, διʼ ὧν αὐτογέννητοι ὑπουργοὶ δύο θεαὶ φερόμεναι, Ἑλπίς τε καὶ Τύχη, διακρατοῦσι τὸν βίον καὶ μετὰ ἀνάγκης καὶ πλάνης φέρειν ἐῶσι τὰ νενομοθετημένα. καὶ ἡ μὲν αὐτῶν πρόδηλος πᾶσι διὰ τῆς τῶν ἀποτελεσμάτων ἐκβάσεως ἑαυτὴν ἀπελέγχουσα ὁτὲ μὲν ἀγαθὴν καὶ μακαρίαν, ὁτὲ δὲ σκυθρωπὴν καὶ ἀνήμερον· οὓς μὲν γὰρ ἀνίστησιν ἵνα καταβάλῃ, οὓς δὲ εἰς ταπεινὸν καταρρίπτει ἵνα λαμπρότερον ἀναστήσῃ· ἡ δὲ οὔτε σκυθρωπὴ οὔτε [*](2 fort. τὴν 〈τῶν〉 7 προσεξῆκεν V 9 fort. 〈εἰς〉 ἐκεῖνο 12 σύστασις V 13 καταλήψεις V 14 αἰτίας] fort. δωδεκαετίας, nisi praestat ἀρχάς νέοι suspectum, γενναῖοι Rad. 16 an ἐπαιρόμενοι? 19 ὑπήκουσιν V (nolui ὑπήκουσαν) 27 Fatum enim est Stoicis εἱρμὸς αἰτίων 28—29 Cf, A. P. IX. 49 et Anth. at. 1498 Buech. 30 an κυβερνῶσι? φερεγγνῶσι (-οῦσι?) Rad. 33 καταλάβη V, corr. Us.)

220
φαιδρά, ἀλλὰ διὰ παντὸς ἀποκεκρυμμένη πανταχοῦ λεληθότως ἐπιβαίνει καὶ προσμειδιῶσα πᾶσιν οἷά τε κόλαξ πολλὰς αἱρέσεις ἀγαθῶν ἐπιδείκννσιν ὧν οὐκ ἔστι λαβέσθαι· πλανῶσα δὲ τοὺς πλείστους διακρατεῖ, οἱ δὲ καίπερ ἀδικούμενοι καὶ κατακόλουθοι γενόμενοι ταῖς ἡδοναῖς πάλιν ὐπ᾿ αὐτῆς ἀνθέλκονται, καὶ ἐλπίζοντες ἃ θέλουσι πιστεύουσιν, ἐπιτυγχάνουσι δὲ ἃ μὴ προσδοκῶσιν. εἰ δέ ποτε καὶ βεβαίαν οἴησίν τινα παράαχῃ, καταλείπουσα πρὸς ἑτέρους πεπόρευται καὶ δοκεῖ παρὰ πᾶσιν εἶναι παῤ οὐδενὶ μένουσα. ὅθεν οἱ μὲν ἄπειροι τῆς προγνώσεως ἢ μηδ᾿ ὅλως ἐντυχεῖν βουλόμενοι ἄγονται καὶ λεηλατοῦνται ὑπὸ τῶν προειρημένων θεῶν καὶ πᾶσαν τιμωρίαν ὑπομένοντες μεθ᾿ ἡδονῆς κολάζονται· καὶ οἱ μὲν τῶν προσδοκηθέντων ἀπὸ μέρους ἐπιτυγχάνοντες καὶ μείζονας πίστεις εἰσενεγκάμενοι βεβαίας καὶ καλὰς τὰς ἐκβάσεις περιμένουσιν, οὐκ εἰδότες τὸ εὐκαθαίρετον καὶ τὸ ἐπισφαλὲς τῶν ἀντιπτωμάτων, ἔνιοι δὲ οὐ πρὸς καιρὸν ἀλλὰ διὰ παντὸς ταῖς γνώμαις καταδικασθέντες, ἔκδοτον δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα ταῖς ἐπιθυμίαις παραδεδωκότες ἀτιμαζόμενοι καὶ ἀναισχυντοῦντες ἢ μηδ᾿ ὅλως ἐπιτυχεῖν δυνάμενοι παραμένουσιν ἀβεβαίῳ τύχῃ καὶ πλάνῳ ἐλπίδι ἐξυπηρετοῦντες. οἱ δὲ περὶ τὴν τῶν μελλόντων πρόγνωσιν καὶ τὴν ἀλήθειαν ἀσχοληθέντες ἀδουλαγώγητον καὶ ἐλευθέραν τὴν ψυχὴν κτησάμενοι καταφρονοῦσι μὲν τῆς τύχης, οὐ προσκαρτεροῦσι δὲ ἐλπίδι, τὸν δὲ θάνατον οὐ φοβοῦνται, ἀταράχως δὲ διάγουσι, προγεγυμνακότες τὴν ψυχὴν θαρσαλέαν, καὶ οὔτε μὴν ἐπὶ τοῖς ἀγαθοῖς ἀγάλλονται οὔτε ἐπὶ τοῖς φαύλοις ταπεινοῦνται, ἀρκοῦνται δὲ τοῖς παροῦσι. ἀδυνάτων δὲ μὴ ἐρῶντες ἐγκρατῶς φέρουσι τὰ νενομοθετημένα καὶ πάσης ἡδονῆς ἢ κολακείας ἀλλοτριωθέντες στρατιῶται τῆς εἱμαρμένης καθίστανται. ἀδύνατον γάρ τινα εὐχαῖς ἢ θυσίαις ἐπινικῆσαι τὴν ἐξ ἀρχῆς καταβολὴν καὶ κατασκευάσαι ἑαυτῷ πρὸς τὸ θέλειν ἑτέραν· τὰ γὰρ δεδομένα καὶ μὴ εὐχομένων ἡμῶν γενήσεται, τὰ δὲ μὴ πεπρωμένα οὐδὲ εὐχομένων συμβήσεται. καθάπερ οὖν οἱ ἐν τῇ σκηνῇ ὑποκριταὶ ταῖς τῶν ποιητῶν γραφαῖς ὑπαλλάσσοντες καὶ [*](1 φανερὰ V 2 possis εὑρέσεις 6 ἃ] ὧν Diels 7 an ὄνησιν? τινι Cumont καταλιποῦσα et πορεύεται Diels 9 οὐδὲν V 13 ἐνεγκ. V, corr. Cumont 24 μὴν ad prius οὔτε applicat ut p. 222, 2 17 ἀλλοτριωθόντες V ut sunt milites Veneris sim. (Prop. I, 6, 30; Minuc. 36, 7 etc.), cf. Cumont, Mithra I, 317 30 Cf. versus vetustos (Plat. Alcib. II, 143a): Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις ἄμμι δίδου, τὰ δὲ δεινὰ καὶ εὐχομένοις ἀπάλεξον 31 πεπεπρωμένα V 32 cf. σκηνὴ ὁ βίος in poculo apud Boscoreale invento etc., infra V, 9 (σκηνοβατεῖ) ἐπαλλάσσοντες V, corr. Us. (possis etiam ἐπαλλ.); desidero 〈σὺν〉 ταῖς τ. π. γρ. vel tale quid)
221
τὰ πρόσωπα ὑποκρίνονται κοσμίως ὁτὲ μὲν βασιλεῖς ὁτὲ λῃστὰς ὁτὲ ἀγρότας δημότας τε καὶ θεούς, τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς χρὴ τοῖς τῆς εἱμαρμένης περιτεθειμένοις προσώποις ὑποκρίνασθαι καὶ ἐξομοιοῦσθαι ταῖς τῶν καιρῶν τύχαις οὐ συγγινώσκοντας. ἐὰν δέ τις μὴ θέλῃ, κακὸς γενόμενος αὐτὸ τοῦτο πείσεται. κἂν μέν τις προσέχῃ ταῖς ὑπʼ ἐμοῦ συντεταγμέναις παραγγελίαις καὶ καθολικαῖς χρονογραφίαις, πάντα κατὰ τρόπον εὑρήσει· ἐὰν δὲ κατοπτεύσῃ μέρη τινά, τὰς δὲ αἰτίας ἢ τὰς λοιπὰς ἐπιλύσεις μή ἐπιγνῷ, ἔπαινον ὁμοῦ καὶ ψόγον καταψηφιεῖται· ἐὰν δὲ μηδʼ ὅλως ἐντύχῃ ὑπακούσειν, ἐλεγχθήσεται ὁ τοιοῦτος ἀμαθὴς καὶ ἀκόλαστος ὑπὸ τῶν φιλοκάλων καὶ ἐγκρατεστέρων ἀνδρῶν.

Δεῖ δὲ καὶ τοῦτο προγινώσκειν κατὰ τὸν φυσικὸν λόγον, ὅτι οὐ τὰ αὐτὰ δίδοται πᾶσιν οὐδὲ συμφέρει·

  • ἄλλῳ μὲν γὰρ δῶκε θεὸς πολεμήῖα ἔργα,
  • ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
  • ἄλλῳ δʼ ἐν στήθεσσι τίθει νόον εὐρύοπα Ζεὺς
  • ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι
  • καὶ κατὰ τὸν συγγραφέα. οὐ γὰρ πάντες ἄνθρωποι πάντων ἀνθρώπων διανοίας ὁμοίας ἢ πράξεις ἔχουσι. Ταῦτα δὲ πρὸς τοὺς τολμῶντας κατὰ τοῦ ἔργου λέγειν προεθέμεθα καὶ πρὸς τοὺς ἀστροδώρητον φύσιν κεκτημένους καὶ φιλομαθεῖς. ὅθεν ἡ μὲν ὑπόστασις τοῦ μαθήματος ἱερὰ καὶ σεβάσμιος ὡς ὑπὸ θεοῦ παραδεδομένη τοῖς ἀνθρώποις, ὅπως καὶ αὐτοὶ μέρος ἀθανασίας διὰ τῆς προγνώσεως ἔχωσι· περὶ δὲ τοὺς ἐντυγχάνοντας ἡ διάκρισις ἐλέγχεται ἤτοι ἀληθὴς ἢ ἀνυπόστατος ἢ δυσκατάληπτος. ὅνπερ μὲν οὖν τρόπον οὐσίαν μίαν πολυτελοῦς οἴνου ἀπὸ ἑνὸς χωρίου κεραμικὰ ἀγγεῖα δεξάμενα μετὰ χρόνον ἃ μὲν ἀπέδωκε τὴν παρακαταθήκην τοῖς πεπιστευκόσι πλήρη τε καὶ εὐάρεστον μεθʼ ἡδονῆς τε καὶ τέρψεως, ἃ δὲ μειώσαντα τοῦ μέτρου τὸν ὄγκον καὶ [*](1 πρώσωπα V ὁτὲ 〈δὲ〉 bis Us. 2 δήμου V ut vid., corr. Us. (possis δημίους) 3 an περιτεθειμένους? cf. V 9 4 nempe 〈καὶ〉 οὐ 5 Cleanth. fr. 527 Arn. 10 an ἢ ὑπακούσῃ? pro ὑπακοῦσαι positum putat Raderm., del. Diels ἐλεχθήσεται V 11 an 〈ὡς〉 ἀμαθής? ἐγκατεστέρων (nisi eat καλτ-) V 15 Il. Ν 730 sqq. 16 ὀρχηστεύειν et ἀείδειν V 17 στήθεσι V 18 ἐπευρίσκοντ᾿ V 19 καὶ abundat 20 ἢ πράξεις geminat V De astrologiae obtrectatoribus cf. Boll, Studien über Ptolemaeus, 131 sqq. 22 φιλομαθῆ Cumont 25 Idem fere dicit Firmic. Math. VIII, praef. (Boll 146))
    222
    μὴ εὐτονοῦντα διαβαστάζειν ὑπερεκζέσαν τὸ ἀνθηρότατον καὶ οὔτε μὴν τῆς ἡδονῆς μετέβαλεν οὔτε ήρνήσατο τὴν γεῦσιν τῆς οὐσίας, ἀλλ᾿ ἐν ἀμφοτέροις διεψεύσατο, ἕτερα δὲ μήτε χρόνον ὑπομείναντα μήτε τὴν φύσιν φυλάξαντα εὐθέως μετετράπη (ὡς καὶ ἐπὶ τῶν ἑτέρων φυτῶν τὸ ὅμοιον ἔστι συνιδεῖν· ἀπὸ γὰρ ἑνὸς δένδρου ὁ μὲν καρπὸς ἡδύς τε καὶ πέπειρος τρυγᾶται, ἄλλος δὲ σκληρός τε καὶ κατηγριωμένος, ἕτερος δὲ πικρὸς καὶ σεσηπὼς ἢ βλαβερὸς τοῖς χρωμένοις), τὸν αὐτὸν τρόπον καὶ αἱ τῶν ἐντυγχανόντων διάνοιαι· ὁ μὲν γὰρ μετὰ προθυμίας καὶ ἐπιμονῆς τὰς μαθήσεις ποιησάμενος μέχρι τέλους τὴν ἡδονὴν ἐκτήσατο, οἱ δὲ ἀφύσικοι καὶ ἀμαθεῖς ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι καὶ μὴ ἐγχρονίσαντες διὰ τὸ ἀκαρτέρητον μηδὲ νομίμοις ὑφηγηταῖς ἐσχολακότες ἔλεγχον μὲν καθ᾿ ἑαυτῶν ἀπαιδευσίας εἰσηνέγκαντο, ψόγον δὲ κατὰ τῶν συνταγματογράφων.