Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Προβλέπειν δὲ δεῖ τοὺς παρῳχηκότας καὶ τούς ἐνεστῶτας καὶ τοὺς μέλλοντας χρόνους καὶ συγκρίνειν, πότερον ἀπὸ πρακτικῶν [*](17 Καρκίνῳ Va] Ταύρῳ Vb 26—29 de his cf. ad p. 213, 13 30 μὴ] μὲν V 32 ἢ] εἰ V 34 τυπτούσης V)
Νενομοθέτηκε γὰρ ἡ εἱμαρμένη ἑκάστῳ ἀμετάθετον ἀποτελεσμάτων ἐνέργειαν περιτειχίσασα πολλαῖς αἰτίαις ἀγαθῶν τε καὶ κακῶν, διʼ ὧν αὐτογέννητοι ὑπουργοὶ δύο θεαὶ φερόμεναι, Ἑλπίς τε καὶ Τύχη, διακρατοῦσι τὸν βίον καὶ μετὰ ἀνάγκης καὶ πλάνης φέρειν ἐῶσι τὰ νενομοθετημένα. καὶ ἡ μὲν αὐτῶν πρόδηλος πᾶσι διὰ τῆς τῶν ἀποτελεσμάτων ἐκβάσεως ἑαυτὴν ἀπελέγχουσα ὁτὲ μὲν ἀγαθὴν καὶ μακαρίαν, ὁτὲ δὲ σκυθρωπὴν καὶ ἀνήμερον· οὓς μὲν γὰρ ἀνίστησιν ἵνα καταβάλῃ, οὓς δὲ εἰς ταπεινὸν καταρρίπτει ἵνα λαμπρότερον ἀναστήσῃ· ἡ δὲ οὔτε σκυθρωπὴ οὔτε [*](2 fort. τὴν 〈τῶν〉 7 προσεξῆκεν V 9 fort. 〈εἰς〉 ἐκεῖνο 12 σύστασις V 13 καταλήψεις V 14 αἰτίας] fort. δωδεκαετίας, nisi praestat ἀρχάς νέοι suspectum, γενναῖοι Rad. 16 an ἐπαιρόμενοι? 19 ὑπήκουσιν V (nolui ὑπήκουσαν) 27 Fatum enim est Stoicis εἱρμὸς αἰτίων 28—29 Cf, A. P. IX. 49 et Anth. at. 1498 Buech. 30 an κυβερνῶσι? φερεγγνῶσι (-οῦσι?) Rad. 33 καταλάβη V, corr. Us.)
Δεῖ δὲ καὶ τοῦτο προγινώσκειν κατὰ τὸν φυσικὸν λόγον, ὅτι οὐ τὰ αὐτὰ δίδοται πᾶσιν οὐδὲ συμφέρει·
Ἐάσαντες δὲ τὰ περὶ φυτῶν καὶ οὐσίας ἐπὶ τὴν ἀνθρώπειον γένναν κατέλθωμεν καὶ σκοπήσωμεν. ἀπὸ δύο φύσεων, ἀπὸ τοῦ αὐτοῦ πατρός τε καὶ μητρὸς τῆς αὐτῆς, παῖδες πολλοὶ γεννῶνται, ἀλλ᾿ οὐχ ὁμοίαν τὴν φύσιν τῇ σπορᾷ ἢ τῇ πρὸς ἑαυτοὺς συμπαθείᾳ κέκτηνται, ἀνομοίᾳ δὲ τύχῃ διὰ τῆς καταβολῆς φερόμενοι οἱ μὲν κοσμίως καὶ εὐγενῶς ἀχθέντες τὸ γένος δοξάζουσι καὶ μακάριοι καθίστανται καὶ διὰ τῆς ἰδίας φιλοκαλίας ἔργα τε καὶ ναοὺς κατασκευάζουσι καὶ ὄχλοις ἀρεστοὶ γίνονται καὶ τέκνων γονὰς καὶ εἰκόνας προλείψαντες περιόντες μὲν δοξάζονται, θανόντες δὲ αἰωνίας φήμης καταξιοῦνται. οἱ δὲ οὐ μόνον τοῖς γονεῦσι καὶ οἰκείοις ἔχθιστοι γενόμενοι διὰ κακότροπον ἦθος, ἀλλὰ καὶ τοῖς μὴ προσήκουσι πολλοὺς ἀπέτρεψαν παιδοποιῆσαι· οἱ δὲ παρὰ τῆς φύσεως καὶ θεοῦ διωχθέντες δικαίαν τιμωρίαν ὑπέμειναν καὶ πρὸς αἴσχιστον ἢ βίαιον κατήντησαν τέλος. ὅπερ καὶ τοὺς κατὰ τοῦ μαθήματος οἶμαι πείσεσθαι.
Ἵνα δὲ τῇ ἐξ ἀρχῆς πραγματείᾳ καὶ τὸ τέλος ἐπιθῶμεν, τὰς φυσικὰς καὶ ἀναγκαστικὰς διαιρέσεις ὑποτάξωμεν. ἔσθ᾿ ὅτε γὰρ διὰ τῆς προκειμένης δωδεκαετίας εἰς κενοὺς τόπους δυνεμπεσούσης τῆς παραδόσεως ἐξαίρετα συμβαίνει γίνεσθαι ἢ πάλιν ἀγαθοποιῶν μόνων δοκούντων ἔχειν τὸν χρόνον σἴτια κακῶν συνεπιγίνεται.
[*](1 ὑπερεκζέσαν] ἡπερ ἐξεδήμησαν V, ἅπερ ἐξίδισεν Us. 5 συνειδεῖν V 12 nolim μονίμως 15 τὰ] τὰς V Nempe καὶ 〈οἴνου〉 οὐσίας, nisi praestat φ. [καὶ] οὐσίας (ita Cumont) 16 nolim σκοπήσωμεν, 〈ὅπως〉 23 προσλείψαντες V 24 οἱ] ἤτοι et suprascr. οι V 26 ἀπέστρεψαν V 29 fort. non opus μαθήματος 〈εἰπόντας〉)Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἄρης Παρθένῳ, Ἀφροδίτη Αίγόκερῳ, ὡροσκόπος Παρθένῳ. ἔσται οὖν ἀπὸ Ἄρεως καὶ ὡροσκόπου ἐπὶ Δία δύο καὶ ἀπὸ Διὸς ἐπὶ Σελήνην δύο καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Ἑρμῆν καὶ Ἥλιον δύο· τὰ οὖν δύο καὶ τὰ δ΄ καὶ τὰ Ϛ΄ καὶ τὰ η΄ καὶ ι΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως ἐπὶ Σελήνην γ΄ καὶ ἀπὸ Κρόνου ἐπὶ Ἄρεα γ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἀφροδίτην γ΄ τὰ οὖν γ΄ καὶ Ϛ΄ καὶ θ΄ καὶ ιβ΄ καὶ ιε΄ πρὸς αὐτούς. εἶτα διεκβάλλομεν ἀπὸ Κρόνου ἐπὶ Δία δ΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην δ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ Ἑρμῆν δ΄ τὰ οὖν δ΄ καὶ η΄ καὶ ιβ΄ καὶ ιϚ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως καὶ ὡροσκόπου ἐπὶ Ἀφροδίτην ε΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἥλιον καὶ Ἑρμῆ νε΄ καὶ ἀπὸ Κρόνου ἐπὶ Σελήνην ε΄ ἄρα οὖν τὰ ε΄ καὶ τὰ ι΄ καὶ τὰ ιε΄ καὶ τὰ κ΄ πρὸς αὐτούς. εἶτα πάλιν ἀπὸ Ἄρεως καὶ ὡροσκόπου πρὸς Ἥλιον καὶ Ἑρμῆν Ϛ΄ καὶ ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Κρόνον Ϛ΄· ἄρα οὖν τὰ Ϛ΄ καὶ τὰ ιβ΄ καὶ τὰ τη΄ καὶ τὰ κδ΄ καὶ τὰ λ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἀφροδίτην ζ΄ καὶ --- τὰ οὖν ζ΄ καὶ τὰ ιδ΄ καὶ τὰ κα΄ καὶ τὰ κη΄ καὶ τὰ λε΄ πρὸς αὐτούς. ὁμοίως δὲ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον η΄, εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἥλιον καὶ Ἑρμῆν η΄ καὶ ἀπὸ Ἑρμοῦ καὶ Ἡλίου ἐπὶ Ἄρεα καὶ ὡροσκόπον η΄· τὰ οὖν η΄ καὶ τὰ ιϚ΄ καὶ τὰ κδ΄ καὶ τὰ λβ΄ καὶ μ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Δία θ΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον θ΄ καὶ ἀπό Σελήνης ἐπὶ Κρόνον θ΄· τὰ οὖν θ΄ καὶ τη΄ καὶ κζ΄ καὶ λϚ΄ καὶ με΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Σελήνην ι΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Δία ι΄ καὶ ἀπὸ Διὸς ἐπὶ Κρόνον τὰ οὖν ι΄ καὶ κ΄ καὶ λ΄ καὶ μ΄ καὶ ν΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην ια΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ια΄ καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ Κρόνον ια΄· τὰ οὖν ια΄ καὶ κβ΄ καὶ λγ΄ καὶ μδ΄ καὶ νε΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ πρὸς Ἀφροδίτην ιβ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Δία ιβ΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ιβ΄· τὰ οὖν ιβ΄ καὶ κδ΄ καὶ λϚ΄ καὶ μή καὶ ξ΄ πρὸς αὐτούς. καὶ μέχρις οὗ τις βούληται τὸν ἀριθμόν ἐπιπροσθεὶς εὑρήσει.
Οὗτος μὲν ὁ ἀριθμὸς ἀναγκαστικὸς καὶ ἐπιδιπλούμενος διὰ τὴν φύσιν τῆς ὀργανοθεσίας· ἐπὶ δὲ πολλῶν φυσικώτερος δοκεῖ καὶ κυριώτερος ὁ διὰ τῆς δωδεκαετίας, ὃς ἐν δευτέρῳ μέρει κείσεται. δεῖ οὖν πρότερον ἐκείνῳ προσέχειν καὶ ἀπολύειν τὰς δωδεκάδας [*](3 ἔσται) ὖοτ V ὥστε H 4 ἐπὶ ἐπὶ V 5 anni secundi, quarti, sexti. octavi, decimi in harum sunt stellarum potestate 33 βάληται V)
Ταῦτα δὲ ἐκ πείρας αὐτὸς δοκιμάσας συνίστημι· πολλάκις γὰρ μηδεμιᾶς ἐπικρατήσεως οἰκείως εὑρεθείσης μήτε οἰκοδεσποτικῆς προφάσεως μήθ᾿ ἑτέρας ἀγωγῆς ἐνδειξαμένης ἐνέργειαν μεγάλα αἴτια ἀγαθῶν καὶ ἀπροσδόκητα ἐγένετο, ὁτὲ δὲ κινδυνώδεις καὶ θανατηφόροι περιστάσεις ἐπηκολούθησαν· ἅπερ ἐκ τῆς τῶν ἀστέρων ἀφέσεως κατελαβόμην. γενόμενοι γὰρ οἱ κακοποιοὶ κατὰ μοιρικὴν κίνησιν ἐπὶ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην τὸ τέλος ἐπήνεγκαν, ἐπὶ δὲ τὸ μεσουράνημα ἢ τοὺς ἐπικαίρους τόπους ἀπραξίας καὶ αἰτίας ἐπιταράχους ἢ κινδυνώδεις· ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ δόξας καὶ προρανείας καὶ ὠφελείας, ἐάν πως καὶ ἡ ἄφεσις τῆς ὑποστάσεως περὶ τὸν Ἥλιον ἢ τὴν Σελήνην ἢ τὸν ὡροσκόπον εὑρεθῇ καὶ περὶ τὸν οἰκοδεσπότην. περὶ μέντοι τὰς λοιπὰς τῶν πραγμάτων ἀφορμὰς καὶ περὶ τὸν βίον γενομένας αἱρέσεις χρὴ ταῖς λοιπαῖς τῶν ἀστέρων ἀφέσεσι καὶ μαρτυρίαις καὶ ἀκτινοβολίαις προσέχειν. πῶς γὰρ οὐχὶ Κρόνος καὶ Ἄρης κατὰ μοιρικὴν ἄφεσιν κατὰ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην γενόμενοι ὑποστάσεως ἐτῶν οὔσης ἀσθένειαν κατασκευάσουσι καὶ αἰφνιδίως κλιμακτῆρας ἢ πατρὸς ἢ μητρὸς θάνατον ἢ μειζόνων ἔχθρας ἢ δόξης καθαίρεσιν ἢ φόθους ἐπισφαλεῖς καὶ τὰ λοιπά, ὅσα ἡ φύσις αὐτῶν παραδεικνύει; ἐπὶ δὲ τόπων καὶ μοιρῶν Ἀρροδίτης γυναικὸς ἢ θηλυκῶν προσώπων θανάτους ἔχθρας καὶ ταραχὰς καὶ σκυλμοὺς βιωτικοὺς ψόγους τε καὶ ἔπαισχρα πάθη· ἐπὶ δὲ τῶν τοῦ Ἑρμοῦ κρίσεις καὶ ἐπηρείας γραπτῶν χάριν ἢ ἀργυρικῶν μυστικῶν πραγμάτων, ἢ ἀδελφῶν ἢ συγγενῶν ἢ σωμάτων θανάτους· ἐπὶ δὲ τῶν τοῦ Διὸς δόξας, κληρονομίας, περικτήσεις, παιδοποιίας, προκοπάς, συστάσεις μειζόνων. ὁμοίως δὲ καὶ ἕκαστος ἀστὴρ κατὰ τὴν ἰδίαν δύναμιν καὶ τοὺς ἐπικειμένους ἢ ἀκτινοβολοῦντας ἐνεργήσει· καὶ ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις ἢ ἐπικέντροις βεβαιότεροι καὶ εὐτονὼτεροι πρὸς τὸ ἀποτέλεσμα γενήσονται, ἐν δὲ τοῖς ἀποκλίμασιν ἣττονες. ἐὰν μέντοι ἀναποδιστικὸς ἀστὴρ εὑρεθῇ, οὐ κατὰ τὸ ἑξῆς τὴν ἄφεσιν ποιησόμεθα, ἀλλὰ ἀνωφερῶς· καὶ σκοπήσαντες ἕως ποίας μοίρας ἀναποδίζει, ἐκείνην συγκρινοῦμεν τίνα δύναται ἀκτινοβολῆσαι κατ᾿ ἐκεῖνον τὸν χρόνον. ἐὰν γάρ πως ἀπόστροφος κατὰ τὸ παρὸν οὗτινος ἀστέρος ἢ κέντρου τύχῃ, κατὰ [*](19 fort. lacuna, velut 〈ἱκανῆς〉 ὑποστ. 20 nempe αἰφνιδίους 33 an 〈ὁ〉 ἀστὴρ? 37 τὸ] τὸν V)
Χρὴ μέντοι ἐκ τῆς τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείας τὰς μοιρικὰς κινήσεις ἐξετάζειν· αἱ γὰρ καθολικαὶ ὑποστάσεις καὶ χρονογραφίαι ἐκ τούτων τῶν ἀφέσεων διακρατοῦνται. ὅθεν οἱ πλείους μὴ ἐπιστάμενοι, ὅτι διὰ πολλῶν αἱρέσεων τὰ πράγματα συντελεῖται, ἀνύπαρκτον ἢ ἀσυντέλεστον ἢ δυσκατάληπτον τὴν ἐπιστήμην ὑπολαμβάνουσι, μιᾷ δυνάμει ἀγωγῆς διὰ παντὸς ἐσχολακότες· οἱ δὲ μετὰ πάσης ἀκριβείας πολλὰς αἱρέσεις δυνάμεως εἰσενεγκάμενοι καὶ νέᾳ ἀγωγῇ φυσικῇ χρηθάμενοι κατὰ τὴν ἐπιβάλλουσαν τῆς γενέσεμως αἵρεσιν εὐκατάληπτον τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἐκτήσαντο. καθάπερ οὖν εἴς τινας πόλεις, ἐξαιρέτως δὲ εἰς βασιλίδα χώραν ἀλλοεθνεῖς ἄνδρες κατερχόμενοι ἄλλοτε ἄλλως οὐ διὰ μιᾶς ὁδοῦ τὴν ἄφιξιν ποιοῦνται, ἀλλʼ οἱ μὲν πεζικῶς ἐρήμους τόπους καὶ σκληρὰς ὁδοὺς διερχόμενοι καὶ ἐπιφόβοις κινδύνοις περιπίπτοντες παραγίνονται ἀπὸ περάτων, οἱ δὲ εὐχερῶς καὶ ἀκινδύνως λεωφόροις ὁδοῖς χρησάμενοι, οἱ δὲ θαλασσίαις ζάλαις καὶ ἀνέμων ῥιπαῖς πολλάκις εἰκονιζόμενοι τὸν θάνατον τὴν προαίρεσιν πληροφοροῦσι καὶ οὐδεμία τις αὐτῶν φιλονεικία οὐδὲ ἔπαθλον τῆς συντόμου ἢ σκληρᾶς εἰσελεύσεως πρόκειται, ἀλλʼ ἕκαστος κατὰ τὴν τῶν τότε χρόνων ἐνέργειαν ἤτοι ὠφελείας καὶ δόξης ἢ καὶ τῶν κατὰ προαίρεσιν τυγχάνει ἢ καὶ ἄλλως αἰτίαις περιπεσὼν ἢ καθαιρεθεὶς προσαπώλεσε καὶ τὸ ζῆν, ἕτεροι δʼ ἔμειναν ἐπʼ ὀλέθρῳ, τινὲς δʼ ἐπὶ ἀπροσδοκήτῳ εὐεργεσίᾳ καίπερ ταχίστην τὴν ἔξοδον προθυμηθέντες, τὸν αὐτὸν τρόπον δεῖ ποικίλως καὶ ἡμᾶς προσέχειν τῇ μαθήσει καὶ ὥσπερ ἂν εἰ διὰ πολλῶν ὁδῶν διευθύνοντας ἐπὶ τὸ ἀποτέλεσμα κατελθεῖν· πολλὰ γὰρ καὶ μυρία τὰ συμβαίνοντα τοῖς ἀνθρώποις, ἅπερ οὐ διὰ μιᾶς ἀγωγῆς οὔτε ἑνὸς ἀστέρος συνίσταται, ἀλλὰ διὰ πολλῶν. ἐπεὶ δὲ καθʼ ἑκάστην γένεσιν ιβ΄ τόποι σημαίνονται, ἐκ δὲ τούτων καὶ τῆς τῶν ἀστέρων φύσεως πλεῖστοι ἐφευρίσκονται, παρατηρητέον τὰς κεντροθεσίας καὶ τὰς τῶν τόπων ἐναλλαγάς· πολλάκις γὰρ εἰς ἓν ζῴδιον δύο τόποι συνεμπίπτουσιν ἢ καὶ σχῆμα κεντρικὸν ἀποκλίματος τρόπον ἐνδείκνυται· τοῦτο δὲ συμβαίνει περὶ τὰς τοῦ ὡροσκόπου αἰτίας.
[*](2 ἀκτινοβολήσει V τὸ] τε V 10 nempe αἱρέσεων δυνάμεις 11 nempe καὶ μὴ μιᾷ (γενναίᾳ Rad.) 13 apodosis incipit v. 27 23 possis τῶν 〈καταθυμίων〉, sed non opus opinor 28 ἐπεὶ V 32 πλεῖστοι sc. τόποι, nisi quid excidit 35 ἀποκλίναντος V 36 potius παρὰ τὰς)Οἴον Δίδυμοι ὡροσκόπος, μεσουράνημα Υδροχόος μοιρικῶς· ἐφἑξει οὖν οὗτος ὁ τόπος τὸν περὶ πράξεως καὶ δόξης καὶ τέκνων λόγον καὶ τὸν περὶ ξένης καὶ θεοῦ, ἐπεὶ ζῳδιακῶς ἐν τῷ θ΄ ἀπὸ τοῦ ὡροσκόπου εὑρέθη καὶ ἡ παράδοσις δὲ ἡ διὰ δ΄ καὶ ε΄ ἐπ᾿ αὐτοῦ εὑρέθη ἐπὶ τὸν ὡροσκόπον χρηματίζουσα καὶ ἡ ἀπὸ τοῦ ὡροσκόπου ἐπʼ αὐτὸν ἡ διὰ θ΄ καὶ ι΄ παράδοσις χρηματίζει. ὁμοίως δὲ καὶ τὸ διάμετρον τοῦ Υδροχόου τουτέστιν ὁ Λέων, ὅπερ ὑπόγειον κέντρον, ἐφέξει τόν τε περὶ θεμελίων κτημάτων καὶ γονέων λόγον καὶ τὸν περὶ θεοῦ καὶ ἀδελφῶν καὶ ξένης, καὶ ἡ διὰ γ΄ καὶ δ΄ παράδοσις ἀπὸ ὡροσκόπου ἐπ᾿ αὐτὸν εὐτονήσει καὶ ἀπ᾿ αὐτοῦ δὲ ἐπὶ τὸν ὡροσκόπον ἡ διὰ ι΄ καὶ ια΄. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων καὶ πολυαναφόρων τὸ ὅμοιον λυέσθω, ἐπὰν ἐν τῷ ἑξαγώνῳ συμπέσῃ τὸ μεσουράνημα· ὅθεν ἐὰν μοιρικῶς τοὺς τόπους ἐξετάσωμεν καὶ τὰς ἀποδιαστάσεις τῶν ἀστέρων, οὐ πταίσομεν. οἷον Ἄρης ὡροσκόπος Παρθένῳ, Σελήνη Σκορπίῳ ὑπόγειος, τὸ μεσουράνημα Ταύρῳ· ζητεῖν δεῖ λδ΄ ἔτος. ὑφαιρουμένων δυοδεκάδων δύο ὑπολείπονται ι΄· ἴσχυσεν ἡ παράδοσις ἡ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα διὰ τὸ κέντρον καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ τὸν Ταῦρον τουτέστι τὸ μεσουράνημα. ἔπραξε γὰρ τῷ χρόνῳ ἐπὶ ξένης καὶ φιλίας μειζόνων ἔσχε καὶ διὰ θηλυκὸν πρόσωπον ἐκινδύνευσεν ἀπολέσθαι τομαῖς τε καὶ αἱμαγμοῖς περιέπεσε· καὶ ἄλλαι δὲ παραδόσεις ἐχρημάτισαν τῷ χρόνῳ τούτῳ, πλὴν τὰ αἴτια οὐκ ἐδήλουν. οὕτως οὖν πολλάκις μὴ ὑποπτευομένου τοῦ χρόνου αἴτια κακῶν συνίσταται ἢ- πάλιν μὴ προσδοκωμένου μεγάλαι δόξαι καὶ ὠφέλειαι παρακολουθοῦσιν.