Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοῦ δὲ προκειμένου τόπου δυναστικοῦ τετευχότος, τουτέστι τοῦ ἐκλειπτικοῦ, παραίρεσίν τινα τοῖς ἐντυγχάνουσιν ὑποτίθεμαι, οὐχ ὅτι μὲν δυνατὸν τὰ τῆς εἱμαρμένης δόγματα παραιτησάμενον τινὰ κατὰ τὴν ἰδίαν βούλησιν πράσσειν· ἐγὼ δέ φημι τάχα καὶ δυνατὸν τοῖς ἐντυγχάνουσι ταύτῃ τῇ θεωρίᾳ θραῦσαι τὸ κακὸν μετρίως. τὸ γὰρ θεῖον βουληθὲν προγινώσκειν ἀνθρώπους τὰ μέλλοντα εἰς φῶς προήγαγε τὴν ἐπιστήμην, δι᾿ ἧς τὸ καθ᾿ αὑτὸν ἕκαστος προγινώσκων εὐθυμότερος μὲν πρὸς τὸ ἀγαθόν, γενναιότρος δὲ πρὸς τὸ φαῦλον ἀποκαθίσταται. ἐπεὶ οὖν τινὰ μὲν φυλακτέα ἐκ τῆς τῶν ἀγαθοποιῶν ἀστέρων συμπαρουσίας ἢ μαρτυρίας προγινώσκεται, ὁμοίως δὲ καὶ ἀγαθοποιοῦ τι δυναμένου παρέχειν εἰ κακοποιὸς συνεμπέσῃ ἢ μαρτυρῆ, κωλυτὴς τοῦ ἀγαθοῦ γενήσεται· εἰ δὲ κακοποιοὶ ἢ ἀγαθοποιοὶ ἄνευ τῆς ἑτέρων μαρτυρίας ἐπῶσιν ἢ συσχηματισθῶσι, βέβαιον καὶ τὸ ἀποτέλεσμα γενήσεται. κατὰ τοῦτο γοῦν οἱ μὲν μυσταγωγούμενοι τῇ θεωρίᾳ ταύτῃ προγινώσκειν θέλοντες ὠφεληθήσονται τὸ μὴ κεναῖς ἐλπίσι μοχθεῖν καὶ ὀδυνηρὰν ἐπάγρυπνον βάσανον ἀναλαμβάνειν καὶ τὸ μὴ ματαίως ἐρᾶν ἀδυνάτων ἢ πάλιν τὸ προθυμίαν τινὰ τῇ τοῦ καιροῦ ἀγαθοποιίᾳ εἰσενεγκαμένους ἐπιτυχεῖν τῶν προσδοκωμένων. αἰφνίδιον γὰρ ἀγαθὸν πολλάκις ὡς κακὸν ἐλύπησε καὶ αἰφνίδιον κακὸν μὴ προγεγυμνακόσι τὴν ψυχὴν μεγίστην παρέσχε λύπην.