Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁ πνών ἐστι συναποκαταστάσεως πρὸς τὰς διαστάσεις τῶν ἀστέρων καὶ συμπλοκάς. οἶον ὑποδείγματος χάριν Ἡλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Γοξότη, Σελήνη Ἀέοντι. Κρόνος Παρθένῳ, Ζεὺς Σκορπίῳ, Αφροδίτη Αἰγόκερῳ. κεκλήρωται ἡ Σελήνη τὴν δυάδα, ἐπεὶ ἀφέστηκεν Κρόνου β’· ὁμοίως καὶ Ἥλιος καὶ Ἄρης Ερμῆς ὡροσκόπος ἐπὶ Ἀφροδίτην. τὴν δὲ τριάδα Κρόνος καὶ Ζεὺς καὶ Ἀρροδίτη, τετράδα δὲ καὶ πεντάδα Κρόνος καὶ Σελήνη ἑξάδα, ἡ δὲ ἑβδομὰς κοινὴ πάντων, ὀγδοάδα δὲ Ἀφροδίτη, ἐννεάδα δὲ καὶ δεκάδα ἥλιος Αρης Ἑἑρμῆς ὡροσκόπος, καὶ Ζεὺς δὲ τὴν δεκάδα καὶ ἑνδεκάδα, καὶ Ἀφροδίτη τὴν δωδεκάδα. ἄγει δὲ θέμα ἔτος λά· εὑρίσκονται οἱ χρηματίζοντες ἀστέρες καὶ οἱ κλιμακτηρίζοντες οὕτως. ἀρχὴ δὲ ἐπὶ τῶν προκειμένων κλιμακτήρων ἐπὶ [*](2 λαμβάνουσι V 3 διαμδενῶσι V 4 nempe συμφανότερα 8 τὸν] potius καινὸν V 13 ἡ] ἢ V 14 ἐπμρατεῖ Va] ἐπυκρατῆ Vb 23 schema, ad quod recipiendum quarta paginae pars vacua relicta erat, deest 32 nempe ἑξάδα 〈οὐδες〉 cf. p. 234, 16 36 an δέ ἐστι?)

234
τοῦ τρίτου στίχου τῆς τριάδος· οἱ γὰρ προκείμενοι δύο, ἧ τε μονὰς καὶ ἡ δυάς, ἀχρημάτιστοι διὰ τὴν μονάδα χρηματίζειν μέχρι ιβ΄, τὴν δὲ δυάδα μέχρι κδ΄ , τὴν δὲ τριάδα μέχρι καὶ λϚ΄ . καὶ ἐξῆς ὁμοίως. θεωρεῖται δὲ οὕτως· ἐπεὶ λα΄ ἔτος πίπτει εἰς τὴν ια΄ τῆς τριάδος, κεκλήρωται δὲ Κρόνος καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐπὶ γενέσεως τὴν τριάδα, ἐπιζήτει τοὺς ἐπὶ καιροῦ παροδεύοντας, μήποτε τὴν ια΄ παραδῶσιν ἑτέρῳ ἤ καὶ ἀλλήλοις. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως ἐπὶ τοῦ καιροῦ ἦσαν οἱ ἀστέρες Ἥλιος Ζεὺς Ἑρμῆς Διδύμοις. Κρόνος Παρθένῳ. Ἄρης Ἀφροδίτη Ταύρῳ. Σελήνη Ἰχθύσιν, οἱ δὲ κληρωσάμενοι ἀστέρες τὴν ια΄ ἦσαν Ζεὺς καὶ Κρόνος καὶ Ἀρροδίτη. εὑρίσκομεν δὲ Σελήνην ἀποκαθισταμένην τῇ Ἀφροδίτη, Δία δὲ οὐδενί· εὐθέως μεταβαίνω ἐπὶ τὸν τέταρτον· εὑρίσκω τὰ λβ΄ ἐν τῇ ὀγδοάδι· οὐδεὶς τῶν κυριευσάντων τῆς τετράδος κλιμακτηρίζει. μεταβαίνω ἐπὶ τὴν πεντάδα· χρηματίζει δὲ τῆς πεντάδος ἡ Σελήνη καὶ Κρόνος καὶ εὑρίσκονται οὖτοι ἀλλήλοις ἀποκαθιστανόμενοι. ἔρχομαι ἐπὶ τὴν ἑξάδα· οὐδεὶς διὰ τῶν διέστηκεν. μεταβαίνω ἐπὶ τὸν στίχον τῆς ἑβδομάδος· εὑρίσκεται δὲ τῆς πεντάδος ὁ χρόνος ἀγόμενος· κοινὴ δὲ πάντων ἀστέρων ὡς εἴρηται ἡ ἑβδομὰς εὑρέθη· Ἄρης καὶ Ἀσροδίτη Κρόνῳ. ἔρχομαι δὲ ἐπὶ τὸν τῆς ὀγδοάδος· Ἀρροδίτη διὰ δʼ οὐκ ἀποκαθίσταται οὐδενί. ἑξῆς ἐπὶ τὸν τῆς ἐννεάδος κλιμακτῆρα. κυριεύσουσι δὲ τῆς ἐννεάδος Ἥλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Ἀφροδίτη· ἔστι δὲ τούτῳ τῷ  στίχῳ τὰ λς΄ ἐπὶ τῆς τετραετηρίδος εὑρέθησαν Ἥλιος Ζεὺς Ἑρμῆς ἀποκαθιστάμενοι Κρόνῳ. πάλιν μεταβαίνω ἐπὶ τὴν δεκάδα· κυριεύσουσι δὲ τῆς δεκάδος Ἥλιος Ἄρης Ἑρμῆς Ζεὺς ὡροσκόπος· ἐν δὲ τῷ στίχῳ τούτῳ δ΄. διὸ καὶ εὑρίσκονται παραδιδόντες Ἡλίῳ Ἑρμῇ Διὶ Κρόνῳ.

Ἀπαραβάτως οὖν ἐνεργεῖς καὶ χρηματιστικοὶ οἱ χρόνοι οὖτοι γίνονται τῶν διαστάσεων, ὅταν οἱ ἐπὶ γενέσεως κυριεύοντες αὐτῶν ταῖς ἐπικαίροις παρόδοις ἣν εἶχον ἐπὶ γενέσεως διάστασιν ἔχουσιν.

Οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Λέοντι, Κρόνος Καρκίνῳ, Ζεὺς Διδύμοις, Ἄρης Σκορπίῳ, Ἀφροδίτη Κριῷ. Ἑρμῆς Ἰχθύσι. τὰ [*](4 τὴν] τ` V sc. XXXI sunt plus quam decies ter 7 παροδεύωσιν V 8 καιροῦ i. e. anno XXXI. 14 post τετράδος χρηιιατίζει Va del. Vb 15 ἀλλήλως V 18 ἑπτάδος opinor: sed schemate deficiente adfirmare difficile 19 sc. ἀποκαθίστανται, si casus recte solvi 24 (Κρόν)ου V 31 cf. Salmas. 462)

235
μὲν οὖν ιβ΄ ἔτη πρὸς τὴν τοῦ Ἄρεος ἀποδιάστασιν διὰ τῶν δ΄ ἐστὶ δὲ ἀπλοῦς ὁ κλιμακτήρ. τετράκις γὰρ τὰ δʼ γίνεται ις΄ οἱ γὰρ τετράγωνοι ἁπλοῖ, οἱ δὲ ἑτερομήκεις σύνθετοι. ὁ δὲ ιή πρὸς Ἀφροδίτην σύνθετος ἐκ τοῦ τὰ δὶς θʼ· τὰ μὲν οὖν δύο Παρθένῳ, Παρθένῳ δὲ οὐδείς· δὲ τῷ θ΄ ἐστὶν Αφροδίτη. εἰ δὲ ἦν τις καὶ Παρθένῳ, συναπεκαθίστατο ἂν διὰ καὶ Αίγόκερῳ ῖ. ἐπεὶ δὲ καὶ τρὶς ὁμοίως ιη΄ καὶ καὶ ἑξάκις. ἀλλʼ οὔτε Ζυγῷ τῷ τρίτῳ ἐστι τις ἀστὴρ οὔτε Αἰγόκερῳ τῷ ἕκτῳ. πάλιν τὰ κ΄ σύνθετος. τετράκις γάρ ε΄ γίνεται κʼ καὶ τά πεντάκις δ΄ ὀμοίως. Ἄρης Σκορπίῳ τρηματίζει, τῷ ε΄ Τοξότῃ οὐδείς. τὰ δὲ κα΄ ἔχει τρὶς ξ΄ Ζυγῷ οὐδεὶς, Υδροχόῳ Ηλιος· πρὸς Ήλιον οὖν. τὰ δὲ κδ΄ ἔχει τετράκις Σκορπίῳ πάλιν Ἄρης, Αίγόκερῳ δὲ οὐδείς. τὰ δὲ κε ἔχει τετράγωνον ἀπλοῦν ἀριθμόν· ἀλλʼ οὐδεὶς Τοξότῃ. τὰ δὲ κζ΄ συνέστηκεν ἐκ τῆς τρὶς θʼ· διὰ τριῶν ἐστιν οὐδείς, μόνη δὲ ἡ Αφροδίτη διὰ θ΄. κη΄ διὰ πρὸς Ἄρεα καὶ διὰ ζ΄ πρὸς Ηλιον. ὁ μʼ ἔχει μὲν δ΄ καὶ ί καὶ έ καὶ η΄ . συμφωνεῖ δὲ πρὸς Ἄρεα διὰ τῶν δ΄ , πρὸς Ἑρμῆν διὰ τῶν η΄. ὁ μδ΄ πρὸς Ἄρεα καὶ Δία. συναποκατασταθήσονται δὲ καὶ πλείονες ἐσθʼ ὅτε· οἶον ἐπὶ τοῦ μ΄ ὥσπερ τῷ δ΄ ἐστὶν Ἄρης καὶ τῷ η΄ Ἑρμῆς· εἰ ἦν τις καὶ τῷ ί καὶ τῳ έ . συναπεκαθίστατο ἄν αύτοῖς.

Λέγει δὲ τὰ συμβαίνοντα μᾶλλον εὐτονώτερα καὶ ἐμφο ανέστερα γίνεσθαι, ἐὰν ἴδιος ᾖ ὁ τῶν ἐτῶν ἀριθμὸς τοῦ συμφωνοῦντος πρὸς τὴν ἀποδιάστασιν ἀστέρος, οἷον οὕτωςʼ τά μὲν γ΄ εἶναι Κρόνου . τὰ δὲ ε’ Ἀρροδίτης, τὰ δὲ ζ΄ Ἄρεως, τὰ δὲ η΄ Ἑρμοῦ, τὰ δὲ θ΄ Διός, τὰ τγ΄ Σελήνης, τὰ ιη΄ Ἡλίου. ἐὰν οὖν ἅμα συνεμπίπτῃ οὖτός τε ὁ ἀριθμὸς καὶ ἡ διάστασις εἰς τὸν αὐτὸν ἀστέρα, γίνεται χρηματίζων χρηματιστικῷ ἐὰν θὲ ὁ ἐνιαυτὸς μὴ συνεμπίπτῃ εἰς τινα τοῦ διαστήματος ἐπʼ αὐτὸν φέροντος, ἀχρημάτιστος ἀχρηματίστῳ. καὶ ἐὰν μέν τις διάστασις χρηματίζουσα δὲ τοῖς μεταξὺ ἔτεσι μὴ εὑρεθῇ, τῇ πρώτη χρηστέον, ἕως ἑτέρα εὑρεθῇ. Οῖον ἐπὶ τοῦ προκειμένου θέματος ὁ κη΄ πρὸς Ἄρεα Ηλιον· ὁ κθ΄ οὐκ ἔχει διάστασιν· ὁ λ΄ ἔχει μὲν γ΄ καὶ καὶ Ϛ' καὶ καὶ α’ καὶ ταῦτα τὰ ζῴδια· ὁ δὲ λα΄ πάλιν οὐχ ἁρμόζει τινὶ διαστήματι. ταῦτα τὰ ἔτη ἐπικρατήσει ὅ τε Ἄρης [*](1 a Luna Mars IV locorum intervallo distat 6 sq. καὶ εν ϊ (ι dubium) et suprascr. Capricorni signum ut vid. V 7 fort. ἐστὶ δὲ καὶ . . . ιή καὶ τρεῖς ἑξάκις· ἀλλ᾿ . . . post ἑξάκις tres litterae del. in V 8 ἀνὴρ V 12 τετραεἳ V 22 λέγει sc. Critodemus 24 nova haec doctrina ut vid.)

236
καὶ Ἥλιος οἱ τῳ κη ἔτει χρηματίσαντες ἓως λβ΄ ὧν συναποκαθιστῶσι Ἄρης διὰ δ΄ καὶ Ερμῆς διὰ η΄ .