Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Αἱ μὲν οὖν ἀφέσεις τῶν ἐνιαυτῶν ἀπὸ πάντων τῶν ἀστἑρων Ἀρηματίσουσιν, ἐνεργεστέρα δὲ ἐκείνη ἡ ἄφεσις κριθήσεται. ἡμέρας μὲν ἀπὸ Ἡλίου, νυκτὸς δὲ ἀπὸ Σελήνης, μάλιστα ἐὰν ἐπίκεντροι τύχωσι. ἔπειτα ἡ ἀπὸ ὡροσκόπου· κἀν μὲν ἔλθῃ ὁ ἀπὸ ὡροσκόπου ἢ ὁ ἀπὸ Σελήνης ἤ ὁ ἀπὸ Ἡλίου δεδομένος ἐνιαυτὸς εἰς τινα τῶν κατά γένεσιν ἀστέρων, χρῆσθαι τοῖς ἀποτελέσμασιν εἰ δʼ οὖν καὶ τῶν κατὰ πάροδον ἀστέρων τις ἐπεμβῇ τῳ τόπῳ ἐκείνῳ, ἔσται παραδεδωκώς τὸν χρόνον. εἰ δὲ κενὸν τύχη ζῴδιον, εἰς ὃ κατέληξεν ὁ ἀριθμός, ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου τοῦ κατά γένεσιν τὸν αὐτὸν καὶ ἀποδιδόναι καὶ σκοπεῖν ὁμοίως, ἐπὶ τίνα λήγει τῶν κατὰ γένεσιν ἥ κατά πάροδον, καὶ πάντων τάς ἐκβάσεις προλέγειν τῶν τε τόπων καὶ τῶν ἀστέρων κάν μὲν ἀπὸ ἀστέρος ἐπὶ ἀστέρα καταλήξῃ ὁ ἀριθμός, χρῆσθαι τοῖς ἀποτελέσμασι τῶν ἀστέρων εἰ δὲ εἰς κενά, τοῖς τῶν τόπων κυρίοις.

Οἷον ἐὰν ἀπὸ Σελήνης ἡ ἄφεσις γενομένη ἔλθῃ ἢ εἰς Κριὸν ἢ εἰς Σκορπίον, ἐκεῖ δὲ μηδεὶς ἐπῇ, ἀπʼ αὐτοῦ δὲ τοῦ κατὰ γενεσιν Ἄρεως αὐτὸ πλῆθος τῶν ἐτῶν δοθὲν ἔλθῃ πρὸς Κρόνον, ἔσται ἐπικίνδυνον καὶ ἐπιτάραχον ἔτος, καὶ ὅσα ἐὰν ἡ παράδοσις καὶ οἱ τόποι σημαίνωσι. δʼ ὅμοιον καὶ ἀπὸ Ἡλίου καὶ ἀπὸ ὡροσκόπου διδόμενον ἔτος καὶ ἀπὸ τῶν κλήρων, ἑκάστου ἴδιον ἀποτελοῦντος κατὰ τὴν παράδοσιν ἢ παράληψιν. ἐὰν δέ πως ἐπὶ τοῦ ἔτους δύο ἐνεργήσωσιν, --- ἐξαιρέτως δὲ ἡ ἀπὸ τῶν κέντρων, εἶτα ἡ ἀπὸ τῶν ἀναφορῶν, ἐξῆς ἡ ἀπὸ τῶν ἀποκλιμάτων. καὶ οἱ μὲν ἀγαθοποιοὶ ἀπὸ τῶν κέντρων καὶ ὑψωμάτων ἤ χρηματιστικῶν τόπων παραδιδόντες ἤ παραλαμβάνοντες μεγάλων ἀγαθῶν καὶ δόξης αἴτιοι καθίστανται, ἀπὸ δὲ τῶν ἐπαναφορῶν μέσοι, ἀπὸ δὲ τῶν ἀποκλιμάτων ἀσθενέστεροι. διάμετροι θὲ ἥσσονες καὶ ἐπιτάραχοι. ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ ἐπίκεντροι μὲν κάκιστοι, ἐπὶ δὲ τῶν ἐπαναφ ορῶν μέσοι καὶ ὑστέρου τάς αἰτίας ἐπάγοντες, δὲ τοῖς ἀποκλίμασιν ἥσσονες τῇ κακίᾳ γενήσονται· διάμετροι δὲ ἐναντιωμάτων καὶ κινδύνων εἰσὶ [*](12 καινὸν V 14 de καὶ priore dubito 21 Mars enim et Arietis et Scorpii dominus 24 διδόμενος V 26 possis τοῦ 〈αὐτοῦ〉 fort fuit ἐνεργήσωσιν, 〈πᾶσαι μὲν μἱ παραδόσεις ἰσχίσουσιν,〉)

233
δηλωτικοί. ὅταν δὲ οἶ κακοποιοὶ καθυπερτεροῦντες παρά τῶν καθυπερτερουμένων λαμβάνωσι τούς χρόνους, χείρονα τὰ κακὰ ἀπεργάζονται, κἀν ἀγαθοποιούς δὲ διαμετρῶσι καὶ παρʼ αὐτῶν λαμβάνωσι. τριγωνίζοντες δὲ συμφανέστερα τὰ ἀποτελέσματα ποιοῦσι καὶ ἠπιώτερα ἐνεργέστεροι δὲ κριθήσονται οἱ παραλαμβάνοντες ἤ οἱ παραδιδόντες. Κάλλιον μὲν οὖν τὸν ἀγαθοποιὸν ἀγαθοποιῷ παραδιδόναι ἤ κακοποιὸν ἀγαθοποιῷ, χείριστον δὲ τὸν κακοποιὸν κακοποιῷ. ἐὰν δέ πως ἡ ἄφ εσις εἰς κενὸν κατὰ παρὸν ἔλθῃ ζῴδιον, ὑστέρου δὲ τῷ τόπῳ ἀστὴρ ἐπεμβῇ. ἔσται ἐκεῖνος παρειληφώς τὸν χρόνον. εὐτονώτερος δὲ κριθήσεται πρὸς ἀποτέλεσμα ἤτοι ἀγαθοποιὸς ἢ κακοποιός, ἐὰν φάσιν τῷ αὐτῷ ζῳδίῳ ποιήσηται· ἐὰν δὲ παροδεύῃ, ἀιόνος· ἐὰν δέ πως ἡ ἄφεσις εἰς κενὸν τόπον συνεκπέσῃ, ἡ τῷ α’ ἔτει ἐπικρατεῖ, ἕως ἑτέρα συνδράμῃ. αἱ μὲν οὖν δύσεις καὶ οἱ ἀναποδισμοὶ τῶν ἀστέρων ἄτονοι γενήσονται, δὲ ἀνατολαὶ καὶ στηῥιγμοὶ εὔτονοι, θυγκρινομένων τῶν ἀποτελεσμάτων πολυμερῶς. πρὸς τὴν ὑπδστασιν οὖν τῆς γενέσεως --- πλουσίοις μεσοβίοις ἀσχοληματικοῖς πένησιν ἐργαστηριακοῖς. βεβαιότερα δὲ τὰ ἀποτελέσματα κριθήσεται εἰς τε τά πρακτικὰ καὶ τούς κλιμακτηρικούς λόγους, ἐπὰν οἱ αὐτοὶ ἀστέρες τὸν αὐτὸν σχηματισμὸν ἐπέχμωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως. τούτου γάρ καὶ ὁ θειότατος Κρι ιτόδημ ος μέμνηται. ὑποδείξομεν δὲ διʼ ὀργάνου καὶ διʼ ἀγωγῆς ροκείμενος καἐξῆς σχῆμα. ---

Ὁ πνών ἐστι συναποκαταστάσεως πρὸς τὰς διαστάσεις τῶν ἀστέρων καὶ συμπλοκάς. οἶον ὑποδείγματος χάριν Ἡλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Γοξότη, Σελήνη Ἀέοντι. Κρόνος Παρθένῳ, Ζεὺς Σκορπίῳ, Αφροδίτη Αἰγόκερῳ. κεκλήρωται ἡ Σελήνη τὴν δυάδα, ἐπεὶ ἀφέστηκεν Κρόνου β’· ὁμοίως καὶ Ἥλιος καὶ Ἄρης Ερμῆς ὡροσκόπος ἐπὶ Ἀφροδίτην. τὴν δὲ τριάδα Κρόνος καὶ Ζεὺς καὶ Ἀρροδίτη, τετράδα δὲ καὶ πεντάδα Κρόνος καὶ Σελήνη ἑξάδα, ἡ δὲ ἑβδομὰς κοινὴ πάντων, ὀγδοάδα δὲ Ἀφροδίτη, ἐννεάδα δὲ καὶ δεκάδα ἥλιος Αρης Ἑἑρμῆς ὡροσκόπος, καὶ Ζεὺς δὲ τὴν δεκάδα καὶ ἑνδεκάδα, καὶ Ἀφροδίτη τὴν δωδεκάδα. ἄγει δὲ θέμα ἔτος λά· εὑρίσκονται οἱ χρηματίζοντες ἀστέρες καὶ οἱ κλιμακτηρίζοντες οὕτως. ἀρχὴ δὲ ἐπὶ τῶν προκειμένων κλιμακτήρων ἐπὶ [*](2 λαμβάνουσι V 3 διαμδενῶσι V 4 nempe συμφανότερα 8 τὸν] potius καινὸν V 13 ἡ] ἢ V 14 ἐπμρατεῖ Va] ἐπυκρατῆ Vb 23 schema, ad quod recipiendum quarta paginae pars vacua relicta erat, deest 32 nempe ἑξάδα 〈οὐδες〉 cf. p. 234, 16 36 an δέ ἐστι?)

234
τοῦ τρίτου στίχου τῆς τριάδος· οἱ γὰρ προκείμενοι δύο, ἧ τε μονὰς καὶ ἡ δυάς, ἀχρημάτιστοι διὰ τὴν μονάδα χρηματίζειν μέχρι ιβ΄, τὴν δὲ δυάδα μέχρι κδ΄ , τὴν δὲ τριάδα μέχρι καὶ λϚ΄ . καὶ ἐξῆς ὁμοίως. θεωρεῖται δὲ οὕτως· ἐπεὶ λα΄ ἔτος πίπτει εἰς τὴν ια΄ τῆς τριάδος, κεκλήρωται δὲ Κρόνος καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐπὶ γενέσεως τὴν τριάδα, ἐπιζήτει τοὺς ἐπὶ καιροῦ παροδεύοντας, μήποτε τὴν ια΄ παραδῶσιν ἑτέρῳ ἤ καὶ ἀλλήλοις. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως ἐπὶ τοῦ καιροῦ ἦσαν οἱ ἀστέρες Ἥλιος Ζεὺς Ἑρμῆς Διδύμοις. Κρόνος Παρθένῳ. Ἄρης Ἀφροδίτη Ταύρῳ. Σελήνη Ἰχθύσιν, οἱ δὲ κληρωσάμενοι ἀστέρες τὴν ια΄ ἦσαν Ζεὺς καὶ Κρόνος καὶ Ἀρροδίτη. εὑρίσκομεν δὲ Σελήνην ἀποκαθισταμένην τῇ Ἀφροδίτη, Δία δὲ οὐδενί· εὐθέως μεταβαίνω ἐπὶ τὸν τέταρτον· εὑρίσκω τὰ λβ΄ ἐν τῇ ὀγδοάδι· οὐδεὶς τῶν κυριευσάντων τῆς τετράδος κλιμακτηρίζει. μεταβαίνω ἐπὶ τὴν πεντάδα· χρηματίζει δὲ τῆς πεντάδος ἡ Σελήνη καὶ Κρόνος καὶ εὑρίσκονται οὖτοι ἀλλήλοις ἀποκαθιστανόμενοι. ἔρχομαι ἐπὶ τὴν ἑξάδα· οὐδεὶς διὰ τῶν διέστηκεν. μεταβαίνω ἐπὶ τὸν στίχον τῆς ἑβδομάδος· εὑρίσκεται δὲ τῆς πεντάδος ὁ χρόνος ἀγόμενος· κοινὴ δὲ πάντων ἀστέρων ὡς εἴρηται ἡ ἑβδομὰς εὑρέθη· Ἄρης καὶ Ἀσροδίτη Κρόνῳ. ἔρχομαι δὲ ἐπὶ τὸν τῆς ὀγδοάδος· Ἀρροδίτη διὰ δʼ οὐκ ἀποκαθίσταται οὐδενί. ἑξῆς ἐπὶ τὸν τῆς ἐννεάδος κλιμακτῆρα. κυριεύσουσι δὲ τῆς ἐννεάδος Ἥλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Ἀφροδίτη· ἔστι δὲ τούτῳ τῷ  στίχῳ τὰ λς΄ ἐπὶ τῆς τετραετηρίδος εὑρέθησαν Ἥλιος Ζεὺς Ἑρμῆς ἀποκαθιστάμενοι Κρόνῳ. πάλιν μεταβαίνω ἐπὶ τὴν δεκάδα· κυριεύσουσι δὲ τῆς δεκάδος Ἥλιος Ἄρης Ἑρμῆς Ζεὺς ὡροσκόπος· ἐν δὲ τῷ στίχῳ τούτῳ δ΄. διὸ καὶ εὑρίσκονται παραδιδόντες Ἡλίῳ Ἑρμῇ Διὶ Κρόνῳ.

Ἀπαραβάτως οὖν ἐνεργεῖς καὶ χρηματιστικοὶ οἱ χρόνοι οὖτοι γίνονται τῶν διαστάσεων, ὅταν οἱ ἐπὶ γενέσεως κυριεύοντες αὐτῶν ταῖς ἐπικαίροις παρόδοις ἣν εἶχον ἐπὶ γενέσεως διάστασιν ἔχουσιν.