Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Αλλη. Ἥλιος Ἑρμῆς Ἀχροδίτη Ζυγῷ. Κρόνος Υδροχόῳ. Ζεὺς ὡροσκόπος Τοξδτῃ, Ἄρης Παρθένῳ, Σελήνη Ἀέοντι. τῷ μζ΄ ἔτει ἐκληρονόμησε φίλον, δὲ τῷ αὐτῷ καὶ γυναικὸς ἐχωρίσθη διὰ ζηλοτυπίαν καὶ ψόγον.

Αλλη. Ἥλιος Ἄρης Ταύρῳ, Σελήνη ὡροσκόπος Κριῷ, Κρόνος Λέοντι, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ιχθύσιν, Ερμῆς Διδύμοις. τῷ δ΄ ἔτει πατρὸς θάνατος ἐγένετο.

Ἄλλη. Ἥλιος Ἑρμῆς Κρόνος Τοξότη, Σελήνη ἰχθύσιν. Ἄρης Λέοντι, Ἀφροδίτη Αίγόκερῃ, ὡροσκόπος Ζεὺς Ταύρῳ. τῷ με΄ ἔτει τέκνων διδύμων γέννα ἄχρηστος, δὲ τῷ αὐτῷ καὶ ἀρχιερωσύνη τῷ νά ἀρχὴ ἐπίσημος τῷ νβ΄ ἔτει τέκνου θάνατος.

Ἄλλη. Ἥλιος Ἄφροδίτη Ταύρῳ, Σελήνη Κριῷ. Κρόνος Καρκίνῳ, Ζεὺς Ἄρης Παρθένῳ, Ἑρμῆς Διδύμοις, ὡροσκόπος Τοξδτῃ. τῷ λς΄ ἔτει κρίσεις καὶ πράγματα ὑπὲρ τῆς γυναικὸς ἔσχε καὶ φίλων ἔχθρας.

Ἄλλη. Ἥλιος Ἀφροδὶτη Ὑδροχόῳ. Σελήνη Ζεὺς Τοξδτῃ. Κρόνος Λέοντι, Ἑρμῆς Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Ζυγῷ. τῷ λε΄ ἔτει ἐκινδύνευσε συσχεθῆναι διὰ στάσιν καὶ βίαν· εῖχε γάρ καὶ ἡ Σελήνη ἑξάγωνον σχῆμα πρὸς Ἄρεα καὶ αὐτὸς Ἄρης παρειληφὼς παρʼ αὐτῆς τὸν ἐνιαυτὸν καὶ Κρόνῳ παραδεδωκὼς. αὗται οὖν αἰ ἀντιπαραδόσεις χαλεπαὶ καὶ ἐπιτάραχοι· ἴσχυσε δὲ Ζεὺς σύν τῇ Σελήνη τυχών καὶ παραλαβών ἀπὸ Ἥλίου καὶ Ἀφροδίτης αὐτὸ ἔτος ὄντων τῳ περὶ ιλίας τόπῳ· ὁ αὐτὸς οὖν τῳ περὶ ξένης τόπῳ τυχών ἐπετέλεσε ξενιτείαν ἑκούσιον μέν, ἐπίφοβον δέ, καὶ ίλων βοηθείας καὶ συστάσεις.

Ἄλλη. Ἥλιος Ἄρης ἑρμῆς Σκορπίῃ. Κρόνος Κριῷ. Σελήνη Παρθένῳ, Ζεὺς Ταύρῳ, Ἀφροδίτη Ζυγῷ. ὡροσκόπος Τοξότη. τῷ μβ΄ ἔτει διὰ γυναῖκα ταραχαὶ καὶ ἀκαταστασίαι καὶ ὄχλων περιβοήσεις, τῷ δὲ μδ΄ δούλου βιαιοθανασία καὶ πατρὸς κλιμακτὴρ καὶ κατηγορία περὶ γένους ὡς ἀδόξου καὶ περὶ βίας· πλὴν ἀπὸ φίλων ἔτυχε βοηθείας καὶ δωρεᾶς. ἐταράχθη δὲ καὶ εἰς τὸν περὶ [*](11 Μartis signum Vb, Mercurii? Va 12 post Piscium signum Ἄρης Λέοντι Αφροδίτη Αἰγόκερῳ V2, del. Vb 17 ἀρχὴ geminat V 29 ὅντων] ὄν V)

231
γραπτῶν λόγον καὶ ζημίας καὶ ἐπιθέσεως ἐπειράθη καὶ ψευδοκατηγορίας καὶ ἐπὶ δόλοις ἐλυπήθη καὶ σωματικῶς ὠχληθη. ἑκάστη οὖν παράδοσις ἴδιον ἀποτελεῖ, ὁμοίως δὲ καὶ ἕκαστος τόπος.