Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὅθεν σκοπεῖν δεήσει πάντων τῶν ἀστέρων τὰς παραδόσεις, [*](8 haec aut corrupta aut lacunosa; quod filio praedicitur, patri accidit, aut contra 9 περὶ aut παρὰ 16 fort. 〈ἀπὸ〉 γυναυκός 18 οὔσῃ V 25 λς΄ Va potius ἀπὰ νεὼς 33 συγκεκραμένη V 36 potius πεπταώκασιν)

230
καὶ πότερον αἱ τῶν κακοποιῶν πλεονάζουσιν ἥ αἱ τῶν ἀγαθοποιῶν ἤ ἀναμεμιγμέναι εἰσί, καὶ οὕτως ἀποφαίνεσθαι. περὶ μὲν οὖν τούτων τοῖς παραγγέλμασιν ἐδηλώσαμεν· ἵνα δὲ μὴ δόξωμεν πολυλογεῖν, αὑτὰ τὰ κεφάλαια τῶν ἀποτελεσμάτων ποδείξομεν, τοὺς δὲ τόπους καὶ τάς αἰτίας οἱ ἐντυγχάνοντες ἐκ τῶν προδεδηλωμένων καταλήψονται ἤ τῶν μελλόντων.

Αλλη. Ἥλιος Ἑρμῆς Ἀχροδίτη Ζυγῷ. Κρόνος Υδροχόῳ. Ζεὺς ὡροσκόπος Τοξδτῃ, Ἄρης Παρθένῳ, Σελήνη Ἀέοντι. τῷ μζ΄ ἔτει ἐκληρονόμησε φίλον, δὲ τῷ αὐτῷ καὶ γυναικὸς ἐχωρίσθη διὰ ζηλοτυπίαν καὶ ψόγον.

Αλλη. Ἥλιος Ἄρης Ταύρῳ, Σελήνη ὡροσκόπος Κριῷ, Κρόνος Λέοντι, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ιχθύσιν, Ερμῆς Διδύμοις. τῷ δ΄ ἔτει πατρὸς θάνατος ἐγένετο.

Ἄλλη. Ἥλιος Ἑρμῆς Κρόνος Τοξότη, Σελήνη ἰχθύσιν. Ἄρης Λέοντι, Ἀφροδίτη Αίγόκερῃ, ὡροσκόπος Ζεὺς Ταύρῳ. τῷ με΄ ἔτει τέκνων διδύμων γέννα ἄχρηστος, δὲ τῷ αὐτῷ καὶ ἀρχιερωσύνη τῷ νά ἀρχὴ ἐπίσημος τῷ νβ΄ ἔτει τέκνου θάνατος.