Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐὰν δὲ οἱ καθολικοὶ χρόνοι καὶ οἱ ἐνιαυτοὶ εἰς τὸ αὐτὸ συνδράμωσι, πλῆρες τὸ τῆς αἰτίας γενήσεται συνοχῆς τε ἢ καθαιρέσεως· κατὰ δὲ τοὺς κυκλικοὺς ἐνιαυτοὺς ἡ διαίρεσις γενομένη τοὺς φόβους καὶ τὰς ἀνίας ἀποτελέσει· ἐὰν δὲ νηπίου γένεσις τοιοῦτον σχῆμα ἔχῃ, δεήσει περὶ τὸν πατέρα ἢ τὴν μητέρα τὸν φόβον λέγειν ἢ περὶ τοὺς δεσπότας, ἐὰν ἦ δουλική. τινὲς μὲν οὖν καὶ ἔτι νήπιοι ὄντες ἐν συνοχαῖς ἢ εἱρκταῖς γίνονται καὶ ἐν τούτοις τοῖς τόποις τὰς ἀναστροφὰς ποιοῦνται. ἐὰν δέ πως κατ᾿ ἐκεῖνον τὸν χρόνον ἀγαθοποιὸς κατὰ τὸν τόπον ἐπεμβῇ ἢ μαρτυρήσῃ, διέκπαυσις ἢ παρηγορία τοῦ κακοῦ γενήσεται· ἐὰν δὲ κακοποιός, χείρω· ἐὰν δὲ ἀγαθοποιὸς καὶ κακοποιός, ἀμφότερα. ἄλλως τε κἂν οἱ κακοποιοὶ διαμετροῦντες ἢ τετραγωνίζοντες τὸν Ἥλιον ἢ τὴν Σελήνην εὑρεθῶσι, φόβους καὶ συνοχὰς ποιοῦσιν· ἐὰν δέ πως ἡ γένεσις βοηθουμένη εὑρεθῇ ἐκ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας ἢ καὶ καθολικῆς ὑποστάσεως καὶ μὴ γένηται συνοχή, ἑτέρας τινὸς ἀφορμὴ συνοχῆς ἢ καταιτιασμοῦ γενήσεται, οἶον στρατείας τηρήσεως ἐγγυήσεως δανείων, τὸ συνδεθῆναι καταδίκαις ἐπάνω τῶν τοιούτων γενέσθαι ἤ, ὥσπερ εἴωθεν ἐπὶ πολλῶν συμβαίνειν, ἕνεκεν νόμου ἢ χρείας παρεδρεύειν τισὶ καὶ παρὰ προαίρεσιν πάσχειν καὶ μὴ δύνασθαι πράσσειν τὰ καταθύμια, καὶ δοκεῖν συνέχεσθαι ὑπὸ [*](1 an 〈ἢ〉 ἀπόστροφος? 2 τὸ Sb] τὸν Sa 4 nempe δυσσυνειδήτως 6 μαρτυρήσει S 13 βασιλεία S 14 οὕτως] οὗτος S 17 τε dicit ut τε καὶ 19 ἀνίας] ἐννοίας S 25 διέκπαυσιν ἡ (ἢ Sa) κατηγορία (-ίαν Sa) S 26 κακοποιοί S κἂν] καὶ S 31 ἀφορμῆς S fort. κατοχῆς 32 καταδίκοις S 35 δοκει V; an δέει?)

210
ἑτέρων ἐξουσίαν ὄντας καὶ κολαζομένους κατὰ συνείδησιν, ὡς καὶ ξενιτεύοντας ἢ πλέοντας κατέχεσθαί που ἢ νήσοις ἢ ἐρήμοις τόποις εἴτε καὶ ἐν ἱεροῖς τόποις ἢ ναοῖς παρεδρεύειν. ἔσθ᾿ ὅτε μὲν οὖν χρονικοῖς πάθεσι συνέχονται ἢ ἱεραῖς νόσοις θεοληψίαις μαγείαις σκιασμοῖς ῥιγοπυρέτοις καὶ τοῖς ὁμοίοις. εὐσυνέτως οὖν περὶ τούτων τῶν τόπων τὴν διάκρισιν δεῖ ποιεῖσθαι, πότερον ἐπὶ δόξῇ ἢ δι᾿ ἀνάγκην καὶ ἑτέραν κακωτικὴν αἰτίαν ἡ κατοχὴ γενήσεται. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ζεὺς Σκορπίῳ, Σελήνη Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Ζυγῷ, Κρόνος Λέοντι, Ἄρης Αἰγόκερῳ. ἀμφότεροι οἱ κακοποιοὶ ἑξάγωνοι Ἡλίῳ καὶ Σελήνῃ· εἰ μὲν οὖν ἄνευ τῆς τῶν ἀγαθοποιῶν συμπαρουσίας τὰ φῶτα ἐτύγχανεν, ἦν λέγειν συνοχήν· νυνὶ δὲ τὸ σχῆμα εὐφαντασίωτον καὶ ἐπίδοξον γέγονεν. ὁ τοιοῦτος γὰρ στρατιώτης τυγχάνων ἐτῶν λε΄ ἐπὶ δεσμωτῶν καὶ φυλακῆς ἐπάγει καὶ ἐν τῇ εἱρκτῇ γυναικὸς ήράσθη, δι᾿ ἣν κατηγορίαν ἐπιτάραχον ἀναλαβὼν ἐξοδιασμὸν ποιησάμενος διέφυγε τὸν κίνδυνον· ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ δοῦλον φυγόντα συλλαβὼν ἔδησεν.

Λεκτέον δὲ ἀκολούθως καὶ τὰ λοιπὰ πρὸς ἀναπλήρωσιν τῆς συντάξεως, νυνὶ δὲ περὶ κλιμακτηρικοῦ ἐνιαυτοῦ. Ἐνιαυτὸς κλιμακτηρικὸς εὑρίσκεται μὲν ἀπὸ τῆς τῶν κακοποιῶν παραλήψεως ἢ παραδόσεως πρός τε τὰ φῶτα καὶ τὸν ὡροσκόπον καὶ πρὸς ἀλλήλους, καθολικῶς δὲ οὕτως. πάντοτε ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου δεῖ ἀπολύειν τὰ ἔτη· τὸ δὲ καταγόμενον ἔτος ἐὰν καταλήξῃ εἰς συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις, κλιμακτηρικὸν καὶ ἐπιτάραχον τὸ ἔτος, μάλιστα δὲ ἐὰν καὶ τούτων οὕτως ἐχόντων κατὰ πάροδον Κρόνος εὑρεθῇ ἐν τοῖς τέτταρσι τῆς γενέσεως ἀποκλίμασι καὶ τῆς ὑποστάσεως συντρεχούσης, θάνατος ἐπακολουθήσει καὶ σωματικὴ ἀσθένεια καὶ αἱμαγμοὶ καὶ ἐπισφαλεῖς νόσοι ἢ κρυπτοὶ πόνοι πτώσεις τε καὶ αἰφνίδιοι κίνδυνοι. ἔσθ ὅτε δὲ περὶ τὰ τοῦ βίου πράγματα καὶ τὰς δόξας συντρέχει ὁ κλιμακτήρ, τῶν σωμάτων βοηθουμένων ὑπὸ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας.

Ἄλλως τε ἀπὸ τοῦ κατὰ γένεσιν Κρόνου ἐπὶ τὸν κύριον τῆς [*](1 ὡς] ἢ aptius 3 ναοῖς] νόμοις S 6 πρότερον S 12 ἀφαντασίωτον S 14 nempe ὑπάρχει 29 τέτρασι S 33 nempe σχημάτων)

211
συνόδου ἢ πανσελήνου καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· ὅπου δ᾿ ἂν ἐκπέσῃ, ἐκεῖ γενομένου Κρόνου ἢ ἐν τοῖς τετραγώνοις ἢ διαμέτροις ἔσται ὁ θάνατος ἢ ἐπισφαλὴς κλιμακτὴρ σωματικὸς ἢ πρακτικός· ὁμοίως δὲ καὶ ἐὰν ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν τοῖς τούτων τετραγώνοις γενήσεται ὁ ἐνιαυτὸς κλιμακτηρικός. ἐὰν δέ πως Ἡλίου γενομένου κατὰ πάροδον ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν τοῖς τετραγώνοις κακοποιοῦ ἐπιθεωροῦντος τὸν Ἥλιον τότε κατακλιθῇ τις, ἐπισφαλὴς καὶ ἐπικίνδυνος ἡ κατάκλισις. αἱ δ᾿ ἐπισημασίαι τῶν ἐπιτάσεων ἢ κινδύνων τότε γενήσονται, τῆς Σελήνης κατὰ τοὺς αὐτοὺς τόπους τοῦ ἀναβιβάζοντος διαπορευομένης.