Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἐπεὶ δὲ ὁ μὲν κοσμικὸς ἐνιαυτός ἐστιν ἡμερῶν τξε΄ δ΄, πρὸς δὲ τὴν διαίρεσιν ὁ ἐνιαυτὸς λζ΄, τὰς ἀνὰ ε΄ ἑκάστου ἔτους ἀφαιροῦντες καὶ τὸ τέταρτον τῶν ἐνιαυτῶν καὶ συναγαγόντες τὰ ἔτη τότε τὰς διαιρέσεις ποιησόμεθα· οὕτως γὰρ καὶ ἐπὶ τῆς προκειμένης γενέσεως ἐλογισάμεθα. οἷον ἔστω τινὰ κατὰ γένεσιν λγ΄ ἔτη κατάγειν, γεγενῆσθαι δὲ Τυβὶ ιε΄, ζητεῖν δὲ τοῦ λγ΄ ἔτους Μεσωρὶ κ΄. ἔλαβον τῶν λ΄ ἐτῶν τὰς ἀνὰ ε΄· γίγνονται ρν΄ καὶ τῶν δύο τῶν πλήρων ι΄ καὶ τὸ τέταρτον τῶν λβ΄ γίνονται η΄ γίνονται ὁμοῦ ρξη΄. εἶτα ἔλαβον ἀπὸ τῆς ιε΄ τοῦ Τυβὶ ἕως ἧς ζητοῦμεν ἡμέρας Μεσωρὶ κ΄· γίνονται σιε΄ ταύτας προσέθηκα ταῖς ρξη΄ γεγόνασι τπγ΄ ἐκ τούτων ἀφαιρῶ τξ΄ λοιπαὶ κγ΄ ἔσται οὖν ἡ γένεσις κατάγουσα ἔτη κατὰ τὴν διαίρεσιν πλήρη λγ΄ καὶ ἡμέρας κγ΄ ταῦτα τὰ ἔτη καὶ τὰς ἡμέρας ἐν τῇ τῶν χρόνων ἀφέσει ποιοῦμαι.