Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἔστω ἐπὶ ὑποδείγματος γένεσις οὕτω ἔχουσα. Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσιν, Κρόνος πανσέληνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ Δαίμων Σκορπίῳ· ζητῶ δὲ ἔτος ο΄. ἀπέλυσα τοὺς μὲν σωματικοὺς χρόνους ἀπὸ Λέοντος, δοὺς αὐτῷ πρώτῳ Λέοντι ἔτη ιθ΄· εἶτα Παρθένῳ ἔτη κ΄, εἶτα Ζυγῷ ἔτη η΄, εἶτα Σκορπίῳ ἔτη ιε΄ γίνεται ἔτη ξβ΄. ἐν τούτοις πολλοὺς μὲν κλιμακτῆρας ἔσχε καὶ ἀπὸ ὕψους πτώσεις καὶ μελῶν θραύσεις. καὶ ἑξῆς τὰ λοιπὰ ἔτη η΄ ἀπὸ Τοξότου ἐπικειμένου Κρόνου παῤ αἵρεσιν· ἐν τούτοις καὶ ναυάγια καὶ σωματικὰς ὀχλήσεις ὑπέμεινεν. τὴν δὲ αἰτίαν τοῦ πάθους ἀπὸ τοῦ ζῳδίου, ἔνθα εὑρίσκεται ὁ κύριος τοῦ κλήρου διοδεύων, λαμβάνομεν· οἷον ὁ κλῆρος Λέοντι, ὁ κύριος τοῦ Λέοντος Ἥλιος εὑρέθη ἐν τῷ Καρκίνῳ· σημαίνει δὲ ὁ Καρκίνος στῆθος καὶ στόμαχον· τὴν αἰτίαν οὖν τοῦ πάθους λέγομεν γεγενῆσθαι ἀπὸ τοῦ Καρκίνου. τοὺς ἐπιμερισμοὺς γὰρ λαμβάνει τῶν ἐτῶν καὶ ἀνὰ τξ΄ ἡμέρας ποιεῖ· τὰς γὰρ ε΄ δ΄ κατʼ ἴδιον ψηφίζων προστίθει τοῖς ἔτεσι. ἔδωκεν οὖν τῷ Τοξότῃ ἐνιαυτόν· Αἰγόκερῳ ἔτη β΄ μῆνας γ΄· Ὑδροχόῳ ἔτη β΄ μῆνας ς΄· Ἰχθύσιν ἐνιαυτόν· εἶτα Κρίῷ τὰ λοιπὰ εἰς συμπλήρωσιν τῶν θ΄ ἐτῶν. Ἄρης οὖν τῶν σωματικῶν χρόνων κυριεύσας ἀπὸ Τοξότου παραλαβὼν Κρόνου ἐπικειμένου τῷ Τοξότῃ τέλος ἐπήγαγεν [*](1 εὐημερΐσει V 2 fors. παρὰ τὴν ἀσχολείας V 5 ζημίας V 8 an σχηματισμός? 10 ὑποδείγματος V 12 post Sagittarii signum ℂ π ut vid. V (═ πανσέληνος?), transposui 19—20 Saturnus die gaudet et παῤ αἵρεσιν est, si in signo nocturno versatur; ergo in alio potius esset atque in Sagittario (Bouché-Leclercq, 156); cf. ad v. 31 24 στομάχου V 26 δ΄] λ΄ V 29 θ΄] nempe η΄ 30 Mars enim Scorpii dominus est, in quo eat Daemon. 31 supra Sagittarii signum Arietis posuisse vid. Vb ἐπάγαγεν V)
Ἐπεὶ δὲ ὁ μὲν κοσμικὸς ἐνιαυτός ἐστιν ἡμερῶν τξε΄ δ΄, πρὸς δὲ τὴν διαίρεσιν ὁ ἐνιαυτὸς λζ΄, τὰς ἀνὰ ε΄ ἑκάστου ἔτους ἀφαιροῦντες καὶ τὸ τέταρτον τῶν ἐνιαυτῶν καὶ συναγαγόντες τὰ ἔτη τότε τὰς διαιρέσεις ποιησόμεθα· οὕτως γὰρ καὶ ἐπὶ τῆς προκειμένης γενέσεως ἐλογισάμεθα. οἷον ἔστω τινὰ κατὰ γένεσιν λγ΄ ἔτη κατάγειν, γεγενῆσθαι δὲ Τυβὶ ιε΄, ζητεῖν δὲ τοῦ λγ΄ ἔτους Μεσωρὶ κ΄. ἔλαβον τῶν λ΄ ἐτῶν τὰς ἀνὰ ε΄· γίγνονται ρν΄ καὶ τῶν δύο τῶν πλήρων ι΄ καὶ τὸ τέταρτον τῶν λβ΄ γίνονται η΄ γίνονται ὁμοῦ ρξη΄. εἶτα ἔλαβον ἀπὸ τῆς ιε΄ τοῦ Τυβὶ ἕως ἧς ζητοῦμεν ἡμέρας Μεσωρὶ κ΄· γίνονται σιε΄ ταύτας προσέθηκα ταῖς ρξη΄ γεγόνασι τπγ΄ ἐκ τούτων ἀφαιρῶ τξ΄ λοιπαὶ κγ΄ ἔσται οὖν ἡ γένεσις κατάγουσα ἔτη κατὰ τὴν διαίρεσιν πλήρη λγ΄ καὶ ἡμέρας κγ΄ ταῦτα τὰ ἔτη καὶ τὰς ἡμέρας ἐν τῇ τῶν χρόνων ἀφέσει ποιοῦμαι.