Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τινὲς μὲν οὖν τοὺς λοιποὺς χρόνους μερίζουσιν ἐκ τῶν τριγώνων, ἐμοὶ δʼ οὐ δοκεῖ φύσιν ἔχειν· ἀλλὰ καθάπερ ἐπὶ τοῦ κοσμικοῦ τὰ τέτταρα στοιχεῖα τὴν πρὸς ἄλληλα συμπάθειαν κέκτηται καὶ ἕκαστον ἀπὸ ἑτέρου ζωογονεῖται καὶ θάλπεται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς διαιρέσεως κατὰ τὴν ἁρμονίαν τῶν ζῳδίων τὰς παραδόσεις ποιεῖσθαι. οἷον ἐπεὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἀνωφερῆ ὑπάρχοντα ἀλλήλοις τὴν ἐπιμιξίαν ποιοῦνται καὶ κατάξηρον ὑπάρχον τὸ πῦρ ὑπὸ τῆς τῶν ἀέρων εὐκρασίας τρέφεται καὶ αὐτὸ δὴ τὸ πῦρ οὐκ ἐᾷ τὸν ἀέρα εἰς κρυμώδη καὶ ζοφώδη φύσιν χυωρῆσαι ἀλλὰ ἔκθερμον εὐκρασίαν ἀπεργάζεται, εὐλόγως ἄρα καὶ ὁ Λέων πυρώδης ὑπάρχων μετὰ τὸν κύκλον παραδώσει τὸν ἐπίλοιπον χρόνον τῷ τὴν συμπάθειαν ἔχοντι Ὑδροχόῳ, ὅ ἐστιν ἀήρ, καὶ πάλιν Ὑδροχόος τῷ Λέοντι. ὁμοίως δὲ καὶ ἡ γῆ κατάξηρος οὖσα καὶ ὑπὸ τῆς ὑγρᾶς οὐσίας τρεφομένη ζῳογονεῖ τὰ πάντα, καὶ αὐτὸ δὲ τὸ ὕδωρ διαβασταζόμενον ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς γεννώμενον τὴν συμπάθειαν φυλάσσει· εὐλόγως ἄρα καὶ ὁ Καρκίνος κάθυγρος ὑπάρχων καὶ ὁ Αἰγόκερως γεώδης ἀλλήλοις τὴν ἀντιπαράδοσιν ποιήσονται καὶ ἡ Παρθένος γεώδης ὑπάρχουσα τοῖς Ἰχθύσι· καὶ τὰ λοιπὰ ζῴδια τὴν αὐτὴν δύναμιν ἐφέξει πρὸς τὰ διάμετρα. Οὕτως καὶ ἡ ἀκολουθία τῆς διαιρέσεως ζῳδιακῶς ἐστοιχειογράφηται. οἷον ὁ Κριὸς πυρώδης, ὁ Ταῦρος γεώδης, οἱ [*](1 τοὺς] τὰς V 4 menses quos tribuunt singula signa (stellarum dominium tenentium ratione habita) sunt 214 ═ 17 anni 10 menses ἐπὶ V 8 μήνας] μῆνες V 11 μετὰ τὰ H 16 nolui κοσμ. 〈συστήματος〉 aut κόσμου τέταρτα V 19 ἐπὶ V 22 δὴ] an δὲ? 23 ἐκ θερμῶν Va 25 fors. ὅς 26 ἀερώδης enim Aquarius: Maxim. p. 106, 1 L. 32 ἰχθύοις V 34 post πυρώδης ἐὰν οὖν ἐντὸς Va del. Vb)

163
Δίδυμοι ἀερώδεις, ὁ Καρκίνος ὑδατώδης, καὶ τὰ τούτων τρίγωνα ὁμοίως. ἐὰν οὖν ἐν τοῖς τριγώνοις τοὺς συνδέσμους λύωμεν, εὑρήσομεν μίαν φύσιν τοῦ τε παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος ζῳδίου καὶ οὐδεμία τις σύγκρασις εὑρεθήσεται, ἀλλὰ πλεονεκτούμενα ὐπʼ αὐτῶν τὰ στοιχεῖα. ἄλλως τε τὸν Ἥλιον εὑρίσκομεν ἀπὸ Κριοῦ τὴν ἀρχὴν ποιούμενον τῆς τροπῆς καὶ τῆς ἰσημερίας καὶ κατὰ τὸ ἡμικύκλιον τὸ μέγεθες τῆς ἡμέρας ἐπαύξοντα, ἐν δὲ τῷ διαμέτρῳ Ζυγῷ τὸν σύνδεσμον λύοντα καὶ εἰς τὸ μειωτικὸν χωροῦντα. ἐπεὶ δὲ καὶ Καρκίνος αὐξητικὸν σχῆμα ἡμέρας ἐπέχει, τοῦτο ἐν Αἰγόκερῳ γενόμενος τῇ νυκτὶ παρέχει ἐν τῷ διαμέτρῳ τὴν μεταβολὴν ποιούμενος. ὁμοίως καὶ ἡ Σελήνη τὴν σύνοδον ποιησαμένη καὶ πληρώσασα τὸν κύκλον ἐν τῷ διαμέτρῳ τὸν σύνδεσμον λύει. διὸ μᾶλλον ἔδοξε τῇ προκειμένη ἀγωνῇ χρήσασθαι εἰς τὴν τῶν συνδέσμων λύσιν.