Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Αἱ δὲ ἑκάστου ἡμέραι εὑρίσκονται τοιῷδε τρόπῳ. τὴν περίοδον διπλασιάσαντες καὶ τὴν ἡμίσειαν καὶ τὸ τρίτον ἐπιπροσθέντες εὑρήσομεν. ἐπεὶ Κρόνου ἡ περίοδός ἐστιν ἡμερῶν λ΄, ταύτας ἐδίπλωσα καὶ γεγόνασιν ξ΄ καὶ τὸ ἥμισυ τῶν λ΄ γίνονται ιε΄ ταύτας προσέθηκα ταῖς ξ΄ γίνονται οε΄. καὶ πάλιν τὸ τρίτον τῶν λ΄ γίνεται ι΄· ταύτας ὁμοίως προσέθηκα τοῖς οε΄ γίνονται πε΄. ταύτας τὰς ἡμέρας Κρόνος ἕξει. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων.

[*](4 τὸν] τὸ V 14 τὸ] τὸν V 15 scil ἔστω quod fort. add. 17 ρο΄] ρθ΄ V at 7 1/2. 22 2/3 ═ 170 26 potius ἐτῶν λ΄)
160

Καὶ ταύτην δὲ δυναστικὴν οὖσαν ὑποτάξω, τὴν ἀρχὴν τῆς ἀφέσεως ποιησάμενος ἀπὸ κλήρου τύχης καὶ δαίμονος, οἳ σημαίνουσιν Ἥλιόν τε καὶ Σελήνην· κοσμικῶς γὰρ ἡ Σελήνη τύχη ὑπάρχουσα καὶ σῶμα καὶ πνεῦμα περίγειος οὖσα καὶ τὴν ἀπόρροιαν εἰς ἡμᾶς πέμπουσα τὸ ὅμοιον ἀποτελεῖ, κυρία οὖσα τοῦ καθʼ ἡμᾶς σώματος. ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων κοσμικῶς ὑπάρχων διὰ τῆς ἰδίας ἐνεργείας καὶ φύσεως ἐρασμίου τὰς τῶν ἀνθρώπων ψυχὰς διεγείρων περὶ τὰς ἐγχειρήσεις αἴτιος πράξεως καὶ κινήσεως καθίσταται. ἐπὰν οὖν σωματικοὺς χρόνους ζητῶμεν, οἷον κλιμακτῆρας ἢ ἀσθενείας ἢ αἱμαγμούς, πτώσεις σίνη πάθη καὶ ὅσα ποτὲ ἀνήκει τῷ σώματι περὶ ῥώσεως τέρψεως ἡδονῆς καλλονῆς ἐπαφροδισίας, ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν ζῳδιακῶς, καὶ οὗ ἂν καταλήξῃ ὁ χρόνος, λογισόμεθα τὸ ζῴδιον καὶ τοὺς ἐπόντας ἀστέρας ἢ μαρτυροῦντας, πῶς συσχηματίζονται πρὸς τὸν καθολικὸν ἢ οἰκοδεσπότην τῶν ἀφετικῶν χρόνων καὶ πότερον ἐπίκεντροι οἱ χρονοκράτορες τῶν κλήρων εἰσὶν ἢ ἔκκεντροι. ἐὰν δὲ περὶ πράξεως ἢ δόξης ζητῶμεν, τότε ἀπὸ τοῦ δαίμονος τὴν ἄφεσιν τῶν χρόνων ποιησόμεθα ζῳδιακῶς καὶ κατὰ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἥ κακοποιοὺς τὴν διάκρισιν εὑρήσομεν. πολλάκις μὲν οὖν τοῦ κλήρου τῆς τύχης ἢ τοῦ κυρίου παραπεπτωκότος ὁ κλῆρος τοῦ δαίμονος καὶ τὰ σωματικὰ καὶ τὰ πρακτικὰ μερίζει. ὁμοίως καὶ ἡ τύχη ἀμφότερα μεριεῖ τοῦ κλήρου τοῦ δαίμονος ἢ τοῦ κυρίου παραπεπτωκότος, καθάπερ ἐπὶ τῶν ἐπικρατήσεων καὶ οἰκοδεσποτειῶν. ὅταν δὲ ὁ δαίμων καὶ ἡ τύχη ἐν ἑνὶ ζῳδίῳ εὑρεθῶσι, τὰ μὲν σωματικὰ ἀπὸ τοῦ αὐτοῦ ζῳδίου, τὰ δὲ πρακτικὰ ἀπὸ τοῦ ἐπαναφερομένου ληψόμεθα· ἄλλως τε καὶ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν τῇ αὐτῇ ἀφέσει εὑρεθήσεται, εἴγε εἰς ἓν ζῴδιον ὅ τε κλῆρος καὶ ὁ δαίμων ἐκπίπτει. ἀλλ᾿ ἐπὶ τῶν τοιούτων τοὺς μὲν σωματικοὺς χρόνους ὅταν ζητῶμεν, ἀπὸ τοῦ αὐτοῦ ζῳδίου τὴν ἄφεσιν ποιησόμεθα, τοὺς δὲ πρακτικοὺς ἀπὸ τοῦ ἐπαναφερομένου τῷ κλήρῳ, καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων ἢ ἐν τῷ ὑπογείῳ τὴν σύνοδον ἐσχηκότων, ἵνα ἑκάστου κλήρου τὰ τετράγωνα ὡς κέντρα σχηματίσῃ. κρείσσων μέντοι ἡ συνοδικὴ αἵρεσις τῆς πανσεληνιακῆς· ἡ μὲν γὰρ συνοδικὴ ἐπὶ τοῦ ὡροσκόπου τοὺς [*](16 dele ἢ aut scr. 〈χρονοκράτορα〉 ἢ 17 χρονοκράτορες] χρόνοι κατὰ V 29 fors. χρησόμεθα 33 ἐν] ἐκ V (nolui εἰς τὸ ὑπόγειον) 35 nempe χρηματίσῃ)

161
κλήρους ἔχει, ἡ δὲ πανσεληνιακὴ ἐπὶ τῆς δύσεως. συμβαίνει δὲ καὶ κατὰ τετράγωνον τῶν φώτων ὄντων τοὺς κλήρους ἑαυτοῖς ἐναντιοῦσθαι· καὶ ἐπὶ τούτου τοῦ εἴδους τοὺς πρακτικούς τινες χρόνους ἐκ τῶν ἀναφερομένων ζῳδίων μερίζουσιν. ἐμοὶ δὲ οὐ δοκεῖ· ἕτερος γὰρ τοῦ κλήρου τῆς τύχης εὑρίσκεται καὶ ἕτερος τοῦ δαίμονος, ἐπὶ δὲ τῶν συνοδικῶν καὶ πανσεληνιακῶν γενέσεων ὁ αὐτός ἄλλως τε ἐπὶ ἀρρενικῶν γενέσεων αἱ πλείους ἀφέσεις ἀπὸ τοῦ δαίμονος εὑρίσκονται, διότι τὰς πράξεις διὰ λόγου καὶ δόσεως καὶ λήψεως καὶ πίστεων μεταχειρίζονται· ἐπὶ δὲ τῶν θηλυκῶν ἀπὸ τοῦ κλήρου τῆς τύχης διὰ τὴν περὶ τὸ σῶμα ἀσχολίαν. συμβαίνει δὲ καὶ τοὺς ἄνδρας σωματικὰς πράξεις τὰς διὰ χειρῶν ἐπάγειν ἢ ἀθλήσεως καὶ σωματικῆς κινήσεως καὶ τὰς γυναῖκας διὰ ἀγορασμῶν καὶ πράσεων. ὁμοίως καὶ ἐπὶ τῶν νηπίων γενέσεων ἀπὸ τοῦ κλήρου τῆς τύχης τὴν ἄφεσιν τῶν χρόνων δέον ποιεῖσθαι, ἕως ἐπὶ τὸν ἔλεγχον τὸν τῆς ἀκμῆς ἢ τῆς πράξεως παραγένωνται. γεννηθεῖσι μὲν γὰρ αὐτοῖς συνέπεται καὶ τὰ σωματικὰ εὐημερήματα, οἷον εὐμορφία ἐπαφροδισία μέγεθος ἀστειότης εὐρυθμία, ἢ καὶ ἃ εἴωθε ἄλλως συμβαίνειν, σίνη πάθη ἐκζέματα ἐκβιάσματα ἐξανθήματα συγγενήματα σημεῖά τινα χαλάσματα· τὰ δὲ πρακτικὰ καὶ διανοητικὰ ἐξ ὑστέρου γίνεται.