Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ταῦτα μὲν οὖν ἐπὶ τῶν ἀρρενικῶν γενέσεων καὶ χρόνων διέσταλται· ὁμοίως δὲ κατὰ τὰ οἰκεῖα σχήματα τῶν παραδόσεων καὶ τὰ δυνάμενα χωρεῖν ἁρμόσει καὶ ἐπὶ θηλυκῶν γενέσεων.

Σελήνη σ΄ ἕτος α΄· Ἑρμῆς β΄ ἔτη β΄ Ἀφροδίτη γ΄ ἔτη γ΄ Ἥλιος δ΄ ἔτη δ΄· Ἄρης ε΄ ἔτη ε΄· Ζεὺς ς΄ ἔτη ς΄ Κρόνος Ϛ΄ ἔτη Ϛ΄ γίνοντα ἔτη κη΄ . μονομοιρία δὲ γίνεται οὕτως· ἐν ᾧ ἐὰν ἡ Σελήνη ζῳδίῳ ἦ, αὑτὸς γίνεται πρῶτος ὁ κύριος τοῦ ζῳδίου καὶ λήψεται, εἶτα κατὰ ζώνην οἱ ἀλλοι. οἷον ὑποδείγματος χάριν ἔστω Σελήνην εἶναι Ζυγῷ μοίραις ς΄· πρώτη Ἀφροδίτη λήψεται, δεύτερος Ἑρμῆς, τρίτη Σελήνη, τέταρτος Κρόνος, πέμπτος Ζεύς, ἕκτος᾿  Ἄρης· γίνεται Ἄρεως μονομοιρία. Ἄρης οὖν πρῶτος λήψεται, [*](3 γενώμενον S 5 αὶρῶσι S 10 possis sane S possis μείζονος 31 ἦν S ζῳδίου] χρόνου Cummont)

203
ὁ κύριος τῆς μονομοιρίας τῆς Σελήνης, ἔτη ε΄, εἶτα οἱ ἐξῆς κατὰ γένεσιν μετὰ τὸν Ἄρεα κείμενοι ἀστέρες· μετὰ δὲ συμπληρωθῆναι ἔτη κη΄ ἄρχου πάλιν ἀπὸ τοῦ μετὰ τὸν Ἄρεα κειμένου ἀστέρος. ποίει δὲ καὶ τὰ ι΄ ἕτη καὶ μῆνας θ΄, ἡμέρας μὲν ἀπὸ Ἡλου, νυκτὸς δὲ ἀπὸ Σελήνης. ἐὰν δὲ ἡμέρας ὁ Ἥλιος μὲν κακῶς κεῖται, ἀπὸ Σελήνης ἄρχου· ὁμοίως καὶ νυκτὸς ἀπὸ Ἡλἰου. ἐὰν δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀκυρολόγητοι γένωνται, ἀπὸ τοῦ οἰκοδεσπότου ἢ ἂλλου τινὸς ἀστέρος καλῶς κειμένου.

Τόποι εἰσίν, ἀφʼ ὧν ἡ ἀρχή τοῦ ἔτους λαμβάνεται, οἶον Ἡλἰου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης. ἐστι δὲ ἡ κατάκρισις ῆδε· Ἡλίου ἐπικέντρου ὄντος ἀπὸ αὐτοῦ ψηφίζειν δεῖ· ἐπὶ δὲ νυκτὸς ἀπὸ Σελήνης ὁμοίως ἐπικέντρου μοιρικῶς οὔσης· τούτων δὲ ὑστερούντων ἀπὸ τοῦ ὡροσκόπου· ἐὰν δὲ κλῆρος τῆς τύχης ἐπίκεντρος ὑστερούντων τῶν φώτων, ἀπὸ αὐτοῦ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ ποιοῦ. ἀλλότριον δὲ ὁμοίως ἔσται ἐπὶ τῶν τὰ φῶτα ἐπιφερόμενα τοῖς κέντροις ἐχόντων ἀπὸ τοῦ παρʼ ἰδίαν αἵρεσιν ἄρχεσθαι· ἰσχυροτέρμως γάρ κατὰ τὴν ἡμετέραν ἀγωγὴν ἐπιγνώσῃ, ἐπὶ ποίων ζῳδίων χρηματίζει ἐπιφερόμενος τῆς γενέσεως ὁ ἐνιαυτός. ἡμέρας μὲν ἀπὸ Ἡλίου, ἐὰν μὲν τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν· εἰ δὲ μή γε, ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἔκβαλλε, καὶ εἰς δ ἂν καταλήξῃ ὖ ἐνιαυτός, ἀπὸ τοῦ κυρίου τοῦ τόπου οὖ ἦν ἐπὶ γενέσεως διέκβαλλε τὸν ἐνιαυτόν. νυκτὸς δὲ ἀπὸ Σελήνης, ἐάνπερ τύχῃ ὡς προεῖπον ἐπὶ τοῦ Ἡλίου, μάλιστα ἐὰν ἀνατολικὴ ᾗ καὶ τοῖς ἀριθμοῖς προσθετική ἐπὶ δὲ τῶν δύο φώτων τῶν πνευμάτων ἐὰν μὺ καὶ πλήρη κἂν ἀφαιρῇ τὸν ἀριθμὸν τύχῃ ἀπὸ τοῦ συνδέσμου ἐὰν ἐπίκεντρος μόνον ἐπὶ μέγιστα κείμενος. εἰ δὲ μή γε καθώς προγέγραπται, ἀπὸ τοῦ κυρίου τοῦ καταλήγοντος τόπου ἀπὸ τοῦ ὡροσκόπου. ἐὰν γὰρ εὕρῃς τὰ ζῴδια κεντρούμενα ἢ ἀγαθοποιούμενα ἢ καὶ αἴτια ἀπὸ τῶν ἐπιπαρόντων ἢ καὶ ἐφορώντων κἄτι τὴν πρώτην τάξιν καὶ ἐπὶ τῆς παρόδου, δηλοῖ [*](2 κείμενον Sb 5 μὲν] μὴ S 9 nempe ἐκ τῶν Σ. π. ἐ. ἐκ τῶν Ἑ. σχολῶν; ad ποιοῦσα adde vel subaudi αἵρεσις. In sequentibus ipsa Hermiae verba afferuntur (cf. p. 205, 13) 17 possis ἐπικεντρος , sed cf. Wenkebach Quaest. Dioneae p. 24 26 ἐπὶ] ἀπὸ S 17 ᾖ] ἢ S προθετμκή S 32 αἴτια non intelligo)

204
ὅτι καλὰ ἔσται τὰ ἐνιαυτῶν ἀποτελέσματα· κακῶν δὲ ὄντων τῶν τόπων ἐναντίον ἀποβήσεται, ὡς τῶν ἐφορώντων ἀνατολικῶν ἀστέρων καὶ πράσσειν παρεχόντων, τῶν δὲ δυτικῶν ἀπραγίας καθαιρέσεις τῶν πρασσομένων, ἐὰν μὴ τὰ πράγματα κρύφιμα τύχῃ.

Τὸν δὲ μῆνα λήψῃ οὕτως. ἀπὸ τοῦ παροδικοῦ Ἡλἰου ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ τοῦ κεκληρωμένου τὸν ἐνιαυτὸν ζῳδίου. ἐπιτηρεῖν καὶ τὸ ζῴδιον, ᾧ ἡ σύνοδος γέγονεν, ἐάνπερ ᾖ συνοδικὴ ἡ γένεσις· ὁμοίως δὲ καὶ τὸ ζῴδιον, ἐν ᾧ ἔσται καὶ ἡ πανσέληνος, καὶ ἐάνπερ ἦ πανσεληνιακή· γὰρ τούτοις τοῖς ζῳδίοις οἱ μῆνες χρηματίζουσι καὶ τὴν ἀρχὴν ἔχουσιν· ὁποίαν ἄν τύχη ἐπὶ γενέσεως ἔχουσα ἡ Σελήνη ἤτοι ἀπὸ συνόδου ἡ ἀπὸ πανσελήνου, καὶ ἐπὶ τὴν ὁμοίαν ἀναπληροῖ ἡ τοῦ μηνός. οἱον ἐἀν τριταία ἢ πεμπταία ἤτοι ἀπὸ τῆς συνόδου ἢ πανσελήνου, ἔκτοτε ἔσται καὶ ἡ ἀρχή τοῦ μηνός.