Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

δαίμων παραδιδοὺς ἢ παραλαμβάνων χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων καταθυμίους πρθαιρέθεις ἀποτελεῖ κριτικούς τε καὶ εὐκατορθώτους λογισμούς καὶ φίλων συμβουλίας ἐπωφελεῖς συστάσεις τε μειζόνων δωρεάς τε καὶ δόξαν καὶ εἰς τὰς ἐπιβολὰς εὐεπιτεύκτους παρεπηρμένους τε τῇ διανοίᾳ οἴῃσιν πλείστην ἔχοντας. παραπεπτωκώς δὲ ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενος μετεωρισμοὺς καὶ ψυχικάς βασάνους ἐπάγει ἀναισθησίας τε καὶ ἐναντιοβουλίας τὰ ἴδια ἁμαρτήματα κατορθώσεις νομίζοντας καὶ ἄλλοις τὰς αἰτίας ἐπιφέροντας, τῶν δὲ πλείστων ἀστοχοῦντας. ὅθεν οἱ τοιοῦτοι ἐκκακοῦντες ἔσθ᾿ ὅτε καὶ καθʼ αὐτῶν κινδυνῶδές τι μῃχανῶνται καὶ ὡς μανιώδεις διαλαμβάνονται καὶ ἐκστάσει φρενῶν γίνονται.

Ὁ ἔρως παραδιδούς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις καὶ ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐπροαιρέτους ἐπιθυμίας κατασκευάζει καὶ καλῶν ἐραστάς· οἱ μὲν γάρ περὶ παιδείαν καὶ ἄσκησιν σωματικὴν ἢ μουσικὴν τρέπονται καὶ μεθʼ ἡδονῆς κολακευόμενοι τῇ μελλούσῃ ἐλπίδι ἀκοπίαστον ἡγοῦνται τὴν ἀνίαν, οἱ δὲ ἀφροδισίοις καὶ συνηθείαις θελχθέντες θηλυκῶν τε καὶ ἀρρενικῶν ἀγαθὸν ἡγοῦνται. Ἄρης μὲν οὖν καὶ Ἑρμῆς ἐπιμαρτυρήσαντες ἐπόντες τῳ τόπῳ καὶ μάλιστα ἐν ἰδίοις ζῳδίοις παιδεραστὰς ποιοῦσιν ἢ ἐπʼ ἀμφοτέροις ψογίζονται ἢ φιλόπλους τε καὶ φιλοκυνήγους καὶ φιλοπαλαίστρους· Ἀφροδίτη δὲ θηλυκῶν συνηθείας, ἐσθʼ ὅτε μὲν οὖν καὶ στερχθέντες ἀντιστέργουσιν. ὁμοίως δὲ καὶ ἕκκαστος τῶν ἀστέρων ὁ κεκληρμμένος τὸν τόπον ᾒ ἐπιμαρτυρῶν ἢ παραλαμβάνων τὸν χρόνον κατὰ τὴν ἰδίαν φύσιν τὸ εῖδος τῆς ἐπιθυμίας κατασκευάσει. καθόλου μὲν οὖν κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων ἐπὶ βασάνῳ καὶ ζημίᾳ καὶ κινδύνῳ τὰ τῆς ἐπιθυμίας γενήσεται. ἐὰν δέ πως ὁ τοῦ Κρόνου σύν τῳ τῆς Ἀφροδίτης καὶ τῇ Σελήνη συμπαρῇ ἢ ἐπιμαρτυρήσῃ, αἰσχρῶν καὶ ἀσελγῶν ἔργων ἐρῶσι ἐπί τε ἀρρενικῶν καὶ θηλυκῶν ψογίζονται [*](2 κακοποιῶν: hic deest folium unum in V quod antequam periit de- scripsit S f. 87 sqq. 13 κατορθόσειν S 16 ἐκτάσει S 23 ἀνίαν non intellego, expecto παιδιὰν vel sim.; de dolore exercitationis interpretatur Cu- mont, cf. Senec. Ep. 78, 16 24 fors. ἡγ. 〈τὸν τοιοῦτον βίον〉 26 ἢ] fora. σἳ vel ἢ ; quid voluerit, indicat 1. 35 31 possis μετασκευάσει)

202
καὶ περιβοησίας ὑπομένουσιν ἢ μετανοοῦντες ἀντιστρεπτοῦσιν ὑπὸ τοῦ πάθους νικώμενοι. ἐὰν δέ πως ὁ τοῦ Διὸς συνειμαρνυρήσῃ, ἀξιοπίστως ἢ δυνατῶς γενόμενον ἔσται ἢ μυστικῶς. Ἄρεως δὲ καὶ Ἑρμοῦ ἐπόντων ἢ ἐπιμαρτυρούντων ἢ παραλαμβανόντων τὸν χρόνον κακούργων πραγμάτων ἢ λῃστρικῶν ἐρῶσι· γίνονται γὰρ πλαστογράφοι ἅρπαγες θυρεπανοῖκται κυβευταὶ τεθηριωμένην τὴν διάνοιαν ἔχοντες. ἐὰν δὲ καὶ δ τῆς Ἀφροδίτης ἐπιμαρτυρήσῃ. φαρμακοὶ μοιχοὶ αὐτόχειρες· ὅθεν κατὰ τούς ἐπιβάλλοντας χρόνους ἐγγύαις καὶ δάνεσι περικυλιόμενοι καὶ κακουργίαις συνοχῆς ἥ κρίσεως πεῖραν λαμβάνοντες ἐπικινδύνως διάγουσιν. ἰσχυρὸς δ τόπος πρὸς πολλὰ ὑπάρχει, ὅθεν αὐτῷ προσεκτέον. λαμβάνεται δὲ ὁ κλῆρος τοῦ ἔρωτος ἡμέρας μὲν ἀπὸ τοῦ κλήρου τῆς τύχης ἐπὶ τὸν τοῦ δαίμονος καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀνάπαλιν.

Περὶ ἀνάγκης. Ἀνάγκη παραδιδοῦσα ἢ παραλαμβάνουσα χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων οἰκειώσεις μὲν ἐπάγει καὶ μείζονας συστάσεις καὶ ἐχθρῶν καθαιρέσεις ἢ θανάτους, κακοποιῶν δὲ ἐπόντων ἀντιδικίας καὶ κρίθεις ἐπάγει καὶ ἐξοδιασμούς· ὅθεν καὶ παρά προαίρεσιν διαπράξαντες ἀνιαρῶς διάγουσιν. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, τινὲς καταδικά- ἢ καθαιροῦνται. λάμβανε δὲ ἀπὸ δαίμονος ἐπὶ τύχην, νυκτὸς δὲ ἀνάvπαλιν.

Ταῦτα μὲν οὖν ἐπὶ τῶν ἀρρενικῶν γενέσεων καὶ χρόνων διέσταλται· ὁμοίως δὲ κατὰ τὰ οἰκεῖα σχήματα τῶν παραδόσεων καὶ τὰ δυνάμενα χωρεῖν ἁρμόσει καὶ ἐπὶ θηλυκῶν γενέσεων.

Σελήνη σ΄ ἕτος α΄· Ἑρμῆς β΄ ἔτη β΄ Ἀφροδίτη γ΄ ἔτη γ΄ Ἥλιος δ΄ ἔτη δ΄· Ἄρης ε΄ ἔτη ε΄· Ζεὺς ς΄ ἔτη ς΄ Κρόνος Ϛ΄ ἔτη Ϛ΄ γίνοντα ἔτη κη΄ . μονομοιρία δὲ γίνεται οὕτως· ἐν ᾧ ἐὰν ἡ Σελήνη ζῳδίῳ ἦ, αὑτὸς γίνεται πρῶτος ὁ κύριος τοῦ ζῳδίου καὶ λήψεται, εἶτα κατὰ ζώνην οἱ ἀλλοι. οἷον ὑποδείγματος χάριν ἔστω Σελήνην εἶναι Ζυγῷ μοίραις ς΄· πρώτη Ἀφροδίτη λήψεται, δεύτερος Ἑρμῆς, τρίτη Σελήνη, τέταρτος Κρόνος, πέμπτος Ζεύς, ἕκτος᾿  Ἄρης· γίνεται Ἄρεως μονομοιρία. Ἄρης οὖν πρῶτος λήψεται, [*](3 γενώμενον S 5 αὶρῶσι S 10 possis sane S possis μείζονος 31 ἦν S ζῳδίου] χρόνου Cummont)

203
ὁ κύριος τῆς μονομοιρίας τῆς Σελήνης, ἔτη ε΄, εἶτα οἱ ἐξῆς κατὰ γένεσιν μετὰ τὸν Ἄρεα κείμενοι ἀστέρες· μετὰ δὲ συμπληρωθῆναι ἔτη κη΄ ἄρχου πάλιν ἀπὸ τοῦ μετὰ τὸν Ἄρεα κειμένου ἀστέρος. ποίει δὲ καὶ τὰ ι΄ ἕτη καὶ μῆνας θ΄, ἡμέρας μὲν ἀπὸ Ἡλου, νυκτὸς δὲ ἀπὸ Σελήνης. ἐὰν δὲ ἡμέρας ὁ Ἥλιος μὲν κακῶς κεῖται, ἀπὸ Σελήνης ἄρχου· ὁμοίως καὶ νυκτὸς ἀπὸ Ἡλἰου. ἐὰν δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀκυρολόγητοι γένωνται, ἀπὸ τοῦ οἰκοδεσπότου ἢ ἂλλου τινὸς ἀστέρος καλῶς κειμένου.

Τόποι εἰσίν, ἀφʼ ὧν ἡ ἀρχή τοῦ ἔτους λαμβάνεται, οἶον Ἡλἰου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης. ἐστι δὲ ἡ κατάκρισις ῆδε· Ἡλίου ἐπικέντρου ὄντος ἀπὸ αὐτοῦ ψηφίζειν δεῖ· ἐπὶ δὲ νυκτὸς ἀπὸ Σελήνης ὁμοίως ἐπικέντρου μοιρικῶς οὔσης· τούτων δὲ ὑστερούντων ἀπὸ τοῦ ὡροσκόπου· ἐὰν δὲ κλῆρος τῆς τύχης ἐπίκεντρος ὑστερούντων τῶν φώτων, ἀπὸ αὐτοῦ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ ποιοῦ. ἀλλότριον δὲ ὁμοίως ἔσται ἐπὶ τῶν τὰ φῶτα ἐπιφερόμενα τοῖς κέντροις ἐχόντων ἀπὸ τοῦ παρʼ ἰδίαν αἵρεσιν ἄρχεσθαι· ἰσχυροτέρμως γάρ κατὰ τὴν ἡμετέραν ἀγωγὴν ἐπιγνώσῃ, ἐπὶ ποίων ζῳδίων χρηματίζει ἐπιφερόμενος τῆς γενέσεως ὁ ἐνιαυτός. ἡμέρας μὲν ἀπὸ Ἡλίου, ἐὰν μὲν τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν· εἰ δὲ μή γε, ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἔκβαλλε, καὶ εἰς δ ἂν καταλήξῃ ὖ ἐνιαυτός, ἀπὸ τοῦ κυρίου τοῦ τόπου οὖ ἦν ἐπὶ γενέσεως διέκβαλλε τὸν ἐνιαυτόν. νυκτὸς δὲ ἀπὸ Σελήνης, ἐάνπερ τύχῃ ὡς προεῖπον ἐπὶ τοῦ Ἡλίου, μάλιστα ἐὰν ἀνατολικὴ ᾗ καὶ τοῖς ἀριθμοῖς προσθετική ἐπὶ δὲ τῶν δύο φώτων τῶν πνευμάτων ἐὰν μὺ καὶ πλήρη κἂν ἀφαιρῇ τὸν ἀριθμὸν τύχῃ ἀπὸ τοῦ συνδέσμου ἐὰν ἐπίκεντρος μόνον ἐπὶ μέγιστα κείμενος. εἰ δὲ μή γε καθώς προγέγραπται, ἀπὸ τοῦ κυρίου τοῦ καταλήγοντος τόπου ἀπὸ τοῦ ὡροσκόπου. ἐὰν γὰρ εὕρῃς τὰ ζῴδια κεντρούμενα ἢ ἀγαθοποιούμενα ἢ καὶ αἴτια ἀπὸ τῶν ἐπιπαρόντων ἢ καὶ ἐφορώντων κἄτι τὴν πρώτην τάξιν καὶ ἐπὶ τῆς παρόδου, δηλοῖ [*](2 κείμενον Sb 5 μὲν] μὴ S 9 nempe ἐκ τῶν Σ. π. ἐ. ἐκ τῶν Ἑ. σχολῶν; ad ποιοῦσα adde vel subaudi αἵρεσις. In sequentibus ipsa Hermiae verba afferuntur (cf. p. 205, 13) 17 possis ἐπικεντρος , sed cf. Wenkebach Quaest. Dioneae p. 24 26 ἐπὶ] ἀπὸ S 17 ᾖ] ἢ S προθετμκή S 32 αἴτια non intelligo)

204
ὅτι καλὰ ἔσται τὰ ἐνιαυτῶν ἀποτελέσματα· κακῶν δὲ ὄντων τῶν τόπων ἐναντίον ἀποβήσεται, ὡς τῶν ἐφορώντων ἀνατολικῶν ἀστέρων καὶ πράσσειν παρεχόντων, τῶν δὲ δυτικῶν ἀπραγίας καθαιρέσεις τῶν πρασσομένων, ἐὰν μὴ τὰ πράγματα κρύφιμα τύχῃ.

Τὸν δὲ μῆνα λήψῃ οὕτως. ἀπὸ τοῦ παροδικοῦ Ἡλἰου ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ τοῦ κεκληρωμένου τὸν ἐνιαυτὸν ζῳδίου. ἐπιτηρεῖν καὶ τὸ ζῴδιον, ᾧ ἡ σύνοδος γέγονεν, ἐάνπερ ᾖ συνοδικὴ ἡ γένεσις· ὁμοίως δὲ καὶ τὸ ζῴδιον, ἐν ᾧ ἔσται καὶ ἡ πανσέληνος, καὶ ἐάνπερ ἦ πανσεληνιακή· γὰρ τούτοις τοῖς ζῳδίοις οἱ μῆνες χρηματίζουσι καὶ τὴν ἀρχὴν ἔχουσιν· ὁποίαν ἄν τύχη ἐπὶ γενέσεως ἔχουσα ἡ Σελήνη ἤτοι ἀπὸ συνόδου ἡ ἀπὸ πανσελήνου, καὶ ἐπὶ τὴν ὁμοίαν ἀναπληροῖ ἡ τοῦ μηνός. οἱον ἐἀν τριταία ἢ πεμπταία ἤτοι ἀπὸ τῆς συνόδου ἢ πανσελήνου, ἔκτοτε ἔσται καὶ ἡ ἀρχή τοῦ μηνός.

Τὰς δὲ ἡμέρας οὕτως εὑρήσεις. τὰ καταγόμενα ἔτη πλήρη τῆς γενέσεως πολυπλασίασον ἐπὶ καὶ τὰς ἀπὸ τῆς γενεθλίου ἡμέρας μέχρις οὖ ζητεῖς προσυπολάμβανε μετὰ τῶν πολυπλασιασθέντων ἀριθμῶν κἂν μὲν ἦ κατὰ Ἄλε ξανδρεῖς, πρόσθες τὰς ἐμβολίμους τουτέστι τῶν πλήρων ἐτῶν τὸ καὶ ταῦτα ἀπὸ τοῦ πλήθους διέκβαλλε ὁσάκις δύνασαι ἀνὰ ιβ΄. τὰς λοιπάς πολυπλασίασον ἐπὶ τὸν ε΄ καὶ ἐπὶ τάς ἀπὸ γενέσεως ἡμέρας μέχρις οὖ ζητεῖς καὶ μέριζε εἰς τὸν ιβ΄· καὶ τὰ καταλειφθέντα ἔκβαλλε ἀπὸ τῆς Σελήνης τῆς κατὰ γένεσιν καὶ ἑκάστῳ ζῳδίῳ μίαν ψῆφον διδούς ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὸν μῆνα διέκβαλλε. καὶ ὅπου δἂν καταντήση ὁ ἀριθμός, ἐκείνου τοῦ ζῳδίου τὸν κύριον σκόπει καὶ πρὸς τούς ἐφορῶντας ἀστέρας τὴν ποιότητα τῆς ἡμέρας δήλωσον.

Τὰς δὲ ὥρας οὕτως. ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὴν ἡμέραν διέκβαλλε περὶ τὴν τῆς ἡμέρας ἀρχὴν ἀνὰ δύο ἀπὸ τῆς γενεσιακῆς [*](1 ὅτι,] ἐὰν S nempe τὰ τῶν 3 καὶ suspectum l4 aut ἐπὶ del. aut ἀναπληροῖ mutandum (ἀναποδοῖ?) 16 καὶ ἡ] nota ἡμέρας et ἢ S 22 πλήρη S nempe ταύτας 24 τὸν] τὸ S ἐπὶ τὰς] περὶ τὰς S 25 καταληφθέντα S 30 δηλώσει S)

205
ὥρας, καὶ γνώση τὰς καλὰς καὶ ἐμπράκτους ὥρας. εὔχρηστον δὲ καὶ πρὸς παντὸς πράγματος ἐπιβολὴν καὶ καταρχήν· καὶ μάλιστα τὰς ἀσθενικὰς καὶ κατακλιτικὰς ἀκριβῶς ἐπιγνώσῃ ὡροσκοπικῶν πρὸς τὰ φῶτα καὶ τὰ λοιπὰ κέντρα τῶν ἀστέρων. Ὅσα μὲν κύρια ἦν ἐπὶ ἑτοιμοτέρας σκέψεμως, ἐν τούτοις εἴρηται· δσον δὲ τῆς ἐκ τῆς συντόμου ταύτης ἀναπτύξεως, πολλὴν ἐπίδοσιν ἐαυτῷ παρέξει, ἐάνπερ ἧ εὐφυεῖ χρώμενος ψυχῇ καὶ πρὸς ὅν ἂν ὁ νοῦς τοῦ ἀνθρώπου ἔρχηται λογισμὸν κἀν ἐν φύσει κεχορηγημένος.

Τὸν περίπατον ἐὰν ποιῇς, τοῖς ἐρίοις χρῶ, οἰον η΄ ζ΄ ς΄ ε΄ δ΄, ἐὰν ἢ τὸν ἀπὸ Ἡλἰου ἐνιαυτὸν ἢ τὸν μῆνα ἀπὸ τοῦ κατὰ πάροδον Ἡλίου ἐπὶ τὴν κατὰ γένεσιν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου --- τῶν ἐνιαυτῶν ἢ ὡς παρετηρησάμην ἐγὼ Ἑρμείας. δεῖ δὲ ἀπὸ πάντων τῶν ἀστέρων ἐπὶ πάντας τούς ἀστέρας ἀφέσεις τὸν περίπατον ποιεῖσθαι κατὰ τὰς ἀναφοράς τῶν ζῳδίων καὶ τὰ κλίματα. οἷον ἐὰν περὶ γυναικός, ἀπὸ Ἀφροδίτης, ἢ θυγατέρων ἦ θηλυκῶν εἰδῶν· ὅταν δὲ περὶ πράξεως, ἀπὸ Ἑρμοῦ, καὶ τῶν ἀνηκόντων· ὅταν δὲ περὶ κινδύνων ἢ θανάτου ἢ νόσων ἢ αμαγμῶν, ἀπὸ τῶν κακοποιῶν ἐπὶ τὸν ὡροσκόπον ἢ Ἥλιον ἢ Σελήνην· καὶ ἀπὸ τῶν ἄλλων ὁμοίως. προσέχειν δὲ δεῖ καὶ τίσιν ὁρίοις οἱ περίπατοί εἰσι καὶ τίνες τῶν ἀστέρων ἀκτινοβολοῦσι καὶ τίνες κατʼ ἐπέμβασιν ἐν τῷ ζῳδίῳ τοῦ περιπάτου εἰσίν· ὁμοίως καὶ τὸν παραδεδωκότα ἢ παραλαμβάνοντα, πῶς ἔχουσι πρὸς τὴν γένεσιν καὶ πῶς ἀνέτειλαν καὶ πῶς ἐν τῇ γενέσει ἐγένοντο.

Ἄλλως περὶ ἐνι ιαυτοῦ. Τοὺς δὲ ἐνιαυτούς οὕτως λήψῃ· ἀπὸ Ἡλίου, δς δηλοῖ τὰ ψυχικά· ἀπὸ Σελήνης, ἣ δηλοῖ τὰ σωματικὰ καὶ περὶ μητρός· ἀπὸ κλήρου τύχης. τούτους δὲ ἐξεταστέον, πῶς ἔχουσι πρὸς ἀλλήλους· ἐάν γὰρ ἀγαθοποιοὶ ὦσι καὶ συμφώνως φανῶσι, καὶ ἀγαθὸν τὸν ἐνιαυτὸν σημαίνουσιν ἐὰν δὲ κακοποιοί, ἐναντίον· ἐὰν δὲ ἀγαθοποιοὶ καὶ κακοποιοί, μεμιγμένον καὶ τὲ ἔτος ἀποτελοῦσι. χρηστέον δὲ καὶ τῷ λεγομένῳ κυνικῷ ἐνιαυτῷ.

Διαίρεσις χρόνων ἐμπράκτων πρὸς τὰ τέταρτα. οἱον Κρόνου ἔτη λ΄, τὸ τέταρτον ζ΄ ἥμισυ· Διὸς ἔτη ιβ΄, τὸ τέταρτον ἔτη γ΄ [*](6 de ὅσον, cf. Dem. De cor. 153, Matthiae, 479b 7 ἐάνπερ ἦ] ἕνπέρ τι S 8 an ἔρρωται? λογισμῶν S κἂν spurium (ἱκανῇ Rad, potius ἱκανόν) iunge λογισμὸν φύσει κεχορ. 10 ὠρίοις S 14 ἐφεξῆς Rad. 27 τούτοις S 34 cf. cap. I)

206
Ἄρεως ἔτη ιε΄, τὸ τέταρτον ἔτη γ΄ μῆνες θ΄ Ἡλἱου ἔτη ιθ΄, τὸ τέταρτον ἔτη δ΄ μῆνες θʼ. Ἀφροδίτης ἔτη η΄ τὸ τέταρτον ἔτη β΄· Ἑρμοῦ ἔτη κ΄, τὸ τέταρτον ἔτη ε΄· Σελήνης ἔτη κε΄ τὸ τέταρτον ἔτη ς΄ μῆνες γ΄ ταῦτα οἱ μικροὶ κύκλοι αὐτῶν, ὁ δὲ μέγιστος αὐτῶν Ἡλίου ρκ΄ Σελήνης ρη΄, . Κρόνου νζ΄, Διὸς ὅθ’, Ἄρεως ξς΄, Ἀφροδίτης πβ΄, Ἑρμοῦ ος΄. μερίζουσι δὲ τὰς ἡμέρας οὕτως· οἱον Κρόνου εἰσὶν ἡμέραι χλζ΄, Διὸς σνε΄, Ἄρεως τιηʼ, λἰου υλγ΄, Ἀφροδίτης τξη΄ ιη΄ Ἑρμοῦ υκγ΄ ιη΄, Σελήνης φλα΄. Ζεὺς ἐκ τῶν γ΄ ἐτῶν μερίζει ἐαυτῳ ἡμέρας ρβ΄, Ἄρει ρκζ΄ ιβ΄, Ἡλῖῳ ρξα΄ ς΄, Ἀφροδίτη ξζ΄ ιβ΄ Ἑρμη ρο΄ ιβ΄, Σελήνη σιβ΄ ς΄, Κρόνῳ σνεʼ. Ἄρης ἐκ τῶν γ΄ ἐτῶν καὶ μηνῶν θ΄ ἐαυτῷ ρνθ΄ έ, Κρόνῳ τιή΄, Διὶ ρκζ΄, Ἡλίῳ σιθ΄ Ἀφροδῖτη πδ΄ ιη΄), Ἑρμῇ σιβ΄ κα΄, Σελήνῃ σξε΄ δύο τρίτα. Ἥλιος ἐκ τῶν ἐτῶν δ΄ καὶ μηνῶν θʼ Κρόνῳ υγ΄ Διὶ ρξα ὡρπς ιβ΄, Ἀρεϊ σα΄, Ἡλίῳ σνεʼ η΄, Ἀφροδίτῃ ξςʼ κα΄. Ερμῇ σξζ΄ δ΄ Σελήνη τλς΄ ς΄ Ἀχροὔίτη ἔτη β΄· Κρόνῳ ρο΄, Διὶ ξη΄, Ἀρεϊ πε΄, Ηλίῳ ρζ΄ ιβ΄, έαυτῇ με΄, Ἑρμῇ ριγ΄ ιβ΄. Σελήνη ρμα΄ ιβ΄. Ἑρμῆς ἔτη ε΄· Κρόνῳ υκε΄ Διὶ ρο΄, Ἀρεῖ σιβ΄, Ἡλιῳ σξη΄ ιζ΄, Ἀφροδίτῃ ριβ΄, ἑαυτῷ σπγ΄ ιβ΄ Σελήνῃ τνη΄ ιη΄. Σελήνη ἐκ τῶν ἐτῶν καὶ μηνῶν γ΄ Κρόνῳ υκε΄, Διὶ ρο΄, Ἀρεῖ σξε΄ ιε΄, Ἡλἰῳ τλς΄, Ἀφροδίτη ρμα΄ ις΄, Σελήνῃ υμβ΄. ὅπου δʼ ἂν καταλήξῃ τὸ ἔτος, ὁ κύριος τοῦ ζῳδίου πρῶτος δίδωσιν· οἷον Κρόνος πε΄, εἶτα Ἡλιος νγ΄ ὥρας ιη΄, Ἑρμῆς νς΄ ὥρας ιη΄, Ἀφροδίτη κβ΄ ὥρας ιη΄, Ζεὺς λδ΄, Σελήνη ο΄ ὥρας ιή, Ἄρης μβ΄ ὥρας ιβ΄. Ἄλλη ἀγωγή. Οσα ὅρια ἔχει τις τῶν ἀστέρων ἐν τοῖς ιθ’ ζῳδίοις, τοσαῦτα ἔτη δίδωσιν. οἶον ὡροσκόπος Ζυγῷ· κατάγονται ἔτη κη΄ Αἰγόκερως τὰς πρώτας νζ΄ Κρόνῳ δίδωσιν, εἶτα Ἑρμῇ [*](7 cf. cap. III accuratius χλζ΄ ἥμισυ debebat τιή Solis debent ease 403 3/4 (53 56 X 7 1/2) 8 Venus supra p. 159, 17 habet 170 dies Mercurio competunt 425 dies, Lunae 531 1/4 9 γ΄] νγ΄ S sc. 102 ═ 3 X 34 etc., totus numerus 1096 = 3 X 365 1/4 11 rectius ρνθ΄ τιή (rectius τιη΄ ἥμισυ τέταρτον)] σιη΄ S 12 ρκζ΄ (rectius ρκζ΄ ἥμισυ)] ρλζ΄ S Solis numerus 201 7/8 Veneri 95, Mercurio 212 1/2, Lunae 265 5/8 dies dare debebat 13 υγ΄ (rectius υγ΄ ιή)] υπʼ S 14 σα΄ (rectius σα΄ κα΄] σια΄ S Soli competunt 255 17/24 ergo fort. scripsit σνε΄ ιη΄ Veneris dies 107 2/3 15 rectius σξθ΄ δ΄ et τλς΄ ια΄ β΄] ιβ΄ 16 Ἡλἰῳ] Μartis signum S ὲαυτῶ S 17 ρμδ΄ ιβ΄ geminat S reposui ρμα΄ (horarum numerus verus ισ΄) 18 Sol habet 239 1/6 Lunae competunt 354 1/6 19 Saturni dies 631 1/4, Iovis 212 1/2 (aberravit ad v. 17) 20 ρμα΄] μδ΄ S 22 sq. horarum numeri plerique non congruant 24 cf. Procl. paraphr. 66 26 Capricornus quadrata radiatione videtur a Libra et est domus Saturni)
207
ος΄, εἶτα Ἀφροδίτῃ πβ΄, εἶτα Διὶ οθ΄, εἶτα Ἀρεἶ ξε΄, εἶτα Σελήνῃ ο΄, εἶτο Ἡλἰῳ ὥρας ς΄.

Ἄλλη δίαίρεσις. Τὰ ἐλάχιστα τοῦ ἀστέρος πολυπλασίασον ἐπὶ τὸν δ΄ καὶ δίδου Σελήνη κε΄ Ἡλίῳ ὥρας ς΄· ἕξει οὖν ὁ τοῦ Κρόνου διὰ τὸν Αἰγόκερμω ἡμέρας ρκ΄, εἶτα Ἑρμῆς π΄, εἶτα Ἀφροδίτη β΄, εῖτα Ζεὐς μη΄, εἶτα Ἄρης ξ΄, εἶτα Σελήνη κε΄, εἶτα Ἡλιος ὥρας ς΄ δ ἐνιαυτὸς ἡμέρας καὶ νυκτὸς ἀπὸ τοῦ ὡροσκόπου. κατάγει τις ἔτ κῃ΄ ἐλάχιστα ἀπὸ Ζυγοῦ, ἔστι δὲ Κρόνος Γαύρῳ τὰ κη΄ καταλήγει εἰς Λέοντα· Ζυγῷ οὖν Κρόνος παρέδωκεν Ἡλίῳ καὶ ἔχει τὸν ἐνιαυτὸν Ἡλιος. τοῦτο ἀρέσκει Αἰγυπτίοις Βαβυ— λωνίοις καὶ Ἑλλη σιν.

Τὰ τρίγωνα συγκρίνουσιν οὕτως {κη΄ Ἀφροδίτη κυρία τοῦ τριγώνου ἀπὸ οὖν Ἀφροδίτης τῆς ἐν Καρκίνῳ καταλήγει εἰς Ζυγόν· ὁ κύριος τοῦ τριγώνου ἡμέρας Κρόνος Ζυγῷ· Κρόνος ἀπὸ Ἀφροδίτης παρέλαβε τὸν ἐνιαυτόν· ἡ διαίρεσις μάχεται.

[*](1 Mars LXVI annos dat (hic dies); Sol quartam partem diei 7 diei et noctis signa recte me soluisse spero 8 aut ἐλάχιστα aut Ἀἰγόκερῳ siguum dicit ln S Sol eat Leonis dominus Librae signum quid sibi velit nescio 12 Venus per diem τριγανοκράτωρ Cancri 14 Safurnus per diem τριγανο- κράτωρ Librae)