Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἑρμῆς ἐαυτῷ ἐπιμερίσας πρακτικὸς καὶ ἐπωφελὺς περί τε τάς ἐπιχειρήσεις καὶ πίστεις καὶ εὐεπηβόλους ἀποτελεῖ καὶ ἐχθρῶν ὑπερτέρους ὑποκριτικῶς καὶ μυστικῶς διαπρασσομένους πραγμάτων τε κατορθωτάς καὶ τὰς ἀπὸ λόγων ἢ ψήφμων εὐημερίας ἀναδεχομένους· καὶ μάλιστα ἐὰν ἀνατολικὸς τύχῃ ἢ ἐν χρηματιστικοῖς ζῳδίοις ἢ ὑπὸ Διὸς καὶ Ἀφροδίτης ἐπιθεωρηθῇ, μείζονας πίστεις καὶ ἐπωφελεῖς δηλοῖ· ὑπὸ δὲ κακοποιῶν, φόβων καὶ ἐναντιωμάτων δηλωτικός.

Ἑρμῆς Ἡλίῳ παραδιδοὺς τὸ ἔτος εὐεπήβολος κοινωνικὸς πρακτικός, συστάσεις ἐπάγμων μειζόνων καὶ αἰτήσεις καὶ δωρεάς, μεθ᾿  ὑπερθέσεων δὲ καὶ έμποδισμῶν, διοικονομίας τε καὶ προστασίας καὶ ἱστορήθεις μυστικῶν πραγμάτων, τοῖς τε ἀπὸ λόγου καὶ παιδείας δοξαστικὸς καὶ ὠφέλιμος. τὰ δὲ πλεῖστα μυστικῶς καὶ μεθʼ ὑποκρίσεμως τελοῦντες περιγίνονται.

Ἑρμῆς Σελήνη πρακτικὸν τὸ ἔτος δηλοῖ, μάλιστα δὲ ἐὰν καὶ καλῶς σχηματιζομένη καὶ ἀνατολικὴ ἡ Σελήνη τύχη καὶ ἐν χρηιιατιστικοῖς τόποις τύχωσι, συστάσεις τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ἐπάγει καὶ ὠφελείας πραγμάτων καὶ κατορθώσεις καὶ πίστεις καὶ ἐν τοῖς διαπραθθομένοις ἐπιτευκτικὸς καὶ πρὸς τὰ μείζονα πρόσωπα συμπαθής. ἐὰν δὲ ἀνοικείως τύχῃ ἢ ὑπὸ κακοποιῶν θεωρηθῇ, κρίσεις καὶ ἐξοδιασμούς ἢ ἐπηρείας τε καὶ μειποιῶν ἀπειλάς ἐπάγει συνοχάς τε ἢ φόβους μυστικῶν τε προδοσίας.

Ἑρμῆς Κρόνῳ ἐπιτάραχον καὶ ἐπικίνδυνον τὸ ἔτος δηλοῖ, πραγμάτων ἀνασκευὰς ἐπηρείας ζημίας τε καὶ κρίσεις ἐπάγων μυστικῶν τε ἢ γραπτῶν χάριν ἡ δανείων. γίνονται δὲ ἀσθενείαις ἢ φθίσεσι καὶ νόσοις καὶ ὑπὸ χολῆς ὀχλοῦνται ἡ καὶ φαρμάκων [*](2 post ἐλπίδας lacuna esse vid. 16 ἐπωφείας Raderm. 21 τοῖς] τῆς V 26 an del. τύχωσι? 30 an del. ἢ? 34 τε ἥ dixit ut τε καί)

200
πεῖραν λαμβάνουσι θανάτους τε ἰδίων ἢ ἀδελφῶν ἢ τέκνων θεωροῦσι καὶ περὶ νεκρικῶν δικάζονται ἢ ἀμφισβητοῦσιν. ἐὰν δὲ καὶ διάμετροι ἢ τετράγωνοι ἢ κακῶς πεσόντες ὑπὸ Ἄρεως θεωρηθῶσι, καὶ καθʼ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται ναυαγίοις τε καὶ κυλἱσεσι περιπίπτουσι καὶ ἐπωδύνως διάγουσιν. οἰκείως δὲ σχηματισθέντες μετὰ ἐξοδιασμῶν καὶ ὑπερθέσεως δόξας καὶ κατορθώσεις πραγμάτων ἐπάγουσι, ἀπόστροφοι δὲ μέτριοι πρὸς τὰς αἰτίας γενήσονται.

Ἑρμῆς Διὶ πρακτικὸς μὲν καὶ εὐεπήβολος συστάσεις καὶ φιλίας ἐπάγων κατορθώσεις τε πραγμάτων καὶ διοικονομίας καὶ μάντεις καὶ περὶ λόγους καὶ ψήφους εὐημερίας πλὴν καθολικῶς ὄχλοις ἐπιταράσσονται καὶ περιβοησίας καὶ φόβους ὑπομένουσιν ἀκαίροις τε ἐξοδιασμοῖς περιτρέπονται καὶ πρὸς οἰκεῖα ἢ φιλικὰ ἢ συγγενικὰ ἀκαταστατοῦσι καὶ ἀγῶνα σώματος ὑπομένουσι, κἂν μὴ ἴδιον πλὴν ὑπὲρ ἑτέρων.

Ἑρμῆς Ἄρεῖ οὐκ ἀγαθός· ἔχθρας καὶ κρίσεις ζημίας τε καὶ κακουργίας ἐπάγει πλαστογραφίας καὶ ἐγγύας καὶ δάνη ἐπιθέσεις τε καὶ συλήσεις ἀστασίας τε καὶ προδοσίας οἰκείων τε ἀκαταστασίας. ἐσθʼ ὅτε μὲν οὖν καὶ αὐτοὶ ἑτέροις τὰ αὐτὰ ἐνδείξονται· πλὴν περὶ τὰς ἐπιβολὰς θρασεῖς καὶ πρακτικοὶ γίνονται καὶ ποικίλως διευθύνουσιν ἐπιβολάς μηχανώμενοι καὶ ἐπιφόβως καὶ ἐπιταράχμς διάγουσιν ὑπόπτους αἰτίας ἢ καθαιρέσεις προσδοκῶντες.

Ἑρμῆς Ἀφροδίτη ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ περί τε τὰς δόσεις καὶ τὰς λήψεις ἀγορασμούς τε καὶ συναλλαγὰς ἐπαφροδίτους καὶ τοῖς διὰ λόγου ἢ παιδείας ἢ διʼ οἰκονομίας ὠφέλιμον, συστάσεις τε καὶ φιλίας καινοτέρας ἐπικτῶνται καὶ συνηθείας, καὶ ἐπιπλοκαῖς ἀρρενικῶν καὶ θηλυκῶν περιτρέπονται. τοῖς δʼ μείζονι τύχη καθεστῶσι σωμάτων καὶ κόσμου περίκτησιν ἐπάγει εἴς τε τὰς αἰτήσεις καὶ φιλίας καὶ προκοπάς εὐεπιτεύκτους ἀποτελεῖ καὶ πρὸς ἰδίους εὐεργετικούς.