Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄρης ἁλίῳ παραδιδούς πατρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ [*](8 κόσ V 9 subaudi aut adde παρέχει vel. sim. 15 nemupe μάλιστα lineae 25 possis ἀπαλλακτικός 32 εἰ add. Cumont)

196
μή γε, ὁμοίου πατρός, ἔχθρας τε μειζόνων καὶ φίλων χαωριθμούς ἀποτελεῖ νόσους τε ἐπισραλεῖς καὶ αἰσθητηρίων πόνους καὶ ἀπὸ πυρὸς ἢ ὕψους ἥ τετραπόδων κίνδυνον αἰμαγμούς τε καὶ τομάς καὶ καταπτώσεις φθόνους τε καὶ ἀμρισβητήσεις ἐπάγει καὶ ξενιτείας ἐπιφόβους. ἐὰν δέ πως ἐπὶ χρηματιζόντων ζῳδίων τύχωσιν ἢ ὑπὸ ἀγαθεποιῶν μαρτυρηθῶσι, πράξεις καὶ ὠφελείας καὶ δόξας ἐπάγει καὶ ὑπερεχόντων συστάσεις μετὰ φόβων τε καὶ ταραχῶν καὶ ἐπιβουλῶν καὶ περὶ τὰς πράξεις ἐπιρθόνους καὶ ἐγκοπτικούς.