Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πρότερον μὲν οὖν χρὴ σκοπεῖν τὰς τῶν ἀστέρων φύσεις καὶ σχηματογραφίας· τῆς μὲν γὰρ οἰκείας αἱρέσεως ἕκαστος τυχὼν καὶ καλῶς σχηματισθεὶς κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἐνδείξεται, τῆς τῶν λοιπῶν μαρτυρίας καὶ τῆς ἐπεμβάσεως πολὺ δυναμένης θραῦσαι ἥ προσεπιτεῖναι κακὸν ἢ ὠφελῆσοι καὶ δοξάσαι. βέλτιον μὲν οὖν χρηματιστικοῖς ζῳδίοις εὑρίσκεσθαι αὐτούς καὶ ἀνατολικούς· ἐὰν δὲ ὑπὸ δύσιν τύχωσιν ἢ καὶ παραπέσωσιν ἀνοικείως κακωθέντες, εἰς τοὐναντίον τραπήσονται.

Σελήνη ἑαυτῇ ἐπιμερίσασα ἀηδής· ἐπάγει γὰρ ἔχθρας καὶ ἀντιδικίας ἀπὸ μειζόνων προσώπων καὶ βίου αὐξo --- οἰκείων τε ἥ γυναικὸς ἀντικαταστάσεις· ἐὰν δὲ κακοποιὸς ἐπιθεωρήύῃ, σωματικὰς ἀσθενείας καὶ κινδύνους αἰφνιδίους ἀποτελεῖ. σκοπεῖν δὲ δεῖ τούτῳ τῷ χρόνῳ καὶ αὐτὸ ζῴδιον ᾧ ἔπεστι ἡ Σελήνη, μήπως κακοποιὸς ἐπεμβάς χείρονά τινα ἀποτελέσει· εἰ δʼ ἀγαθοποιός, λύσιν τῶν αἰτιῶν, πλὴν ξενιτείας ἐπάγει καὶ μεταβολάς τόπων, εῖθ’ οὕτως ἀπόροις κατόρθωσιν τῶν πραγμάτων καὶ τῶν φαύλων ἴασιν ἀποτελεῖ, — Σελήνη Ἡλίῳ ἐπιμερίσασα κένωσιν βίου καὶ ἐξοδιασμούς πλείστους ἀποτελεῖ καὶ μάλιστα, ἐὰν ὑπὸ κακοποιῶν θεωρηθῇ, ἐγκοπὰς τῶν πράξεων καὶ κενὰς ἐλπίδας προδείκνυσι καὶ στάσεις καὶ ταραχὰς οἰκείων τε ἀκαταστασίας καὶ θηλυκῶν ἐπιπλοκὰς ἢ γάμους· τοῖς δʼ εὐσταθείᾳ καὶ δόξη βίου ὑπάρχουσιν ἐξοδιασμούς εἰς ἀγορασμὸν ἢ κατόρθωσιν πραγμάτων [*](9 an συνεμπέσῃ? 16 πολλῆς Va 23 αὐξο et lac. V litt. V; si verum αὐξο, fuit μὐξομειώσεις 27 ἀποτελέση fort. Va)

191
καὶ προκοπὴν ἢ εἰς δωρεάς τινας καὶ εὐεργεσίας. — Σελήνη Κρόνῳ ἐπιμερίσασα ποικίλον καὶ μετέμωρον ἔτος καὶ μητρὸς ἀσθένειαν ἢ θάνατον, ἐὰν περιῇ, ἔχθρας τε καὶ ἀκαταστασίας πραγμάτων καὶ τόπων μεταβολάς καὶ ψύξεις πράξεων καὶ σωματικούς κινδύνους καὶ κρυπτῶν πόνους ἡ αἰσθητηρίων καὶ μάλιστα λειψίφως οὔσα· ἀνατολῆς δὲ οὔσης ἦττον κακόν, πλὴν βλαβερὸς καὶ λυπηρὸς ὁ χρόνος. — Σελήνη Διὶ ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ περιποιήσει καὶ συστάσει μειζόνων, δόξας τε καὶ ἀρχάς ἀπό τε θηλυκῶν ὠφελείας καὶ δωρεάςʼ ἀγάμοις γάμον, γεγαμηκόσι τέκνωσιν συνηθείας τε προσφιλεῖς ἢ μητρὸς αὔξησιν βίου ἢ δόξης τοῖς ἔχουσι κατόρθωσίν τε πραγμάτων καὶ προσδοκωμένων καὶ ὲλπίδων συντέλειαν. —Σελήνη Ἄρει παραδιδοῦσα, χαλεπὸς ὖ ἐνιαυτὸς καὶ μάλιστα ἐὰν ἀπὸ ἀνατολῆς φέρηται ἡμέρας· κινδύνους γάρ καὶ ἀσθενείας ἀποτελεῖ, αἱμαγμοὺς καὶ πτώσεις ἢ πυρὸς ἐπιφοράς ζημίας τε καὶ οἰκείων ἀκαταστασίας θηλυκῶν τε θανάτους ἡ χωρισμοὺς ἔχθρας τε καὶ κρίσεις συνοχάς τε καὶ ὄχλων ἐπαναστάσεις. ἐὰν δʼ ἀφαιρετικὴ τύχη ἡ Σελήνη ἢ ὑπὸ δύσιν φέρηται μάλιστα νυκτὸς πρὸς τά φαῦλα ἐπιόντων τῶν χρόνων, καὶ πρὸς τάς ἐπιβολὰς οὐκ εὐκατόρθωτον ἀποτελεῖ μετὰ φόβων καὶ μόχθων. — Σελήνη Ἀφροδίτη εὐεπήβολον καὶ ἀνυστικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ συστάσεις ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας τε καὶ γάμους. ἐὰν δέ πως ἀνοικείως τύχωσιν ἥ ὑπὸ κακοποιῶν θεωρούμενοι, ἀηδίας καὶ φθόνους καὶ εἰς θηλυκὰ πρόσωπα δαπάνας καὶ ἀθετήσεις. καθολικῶς μὲν οὖν πάντοτε ἡ παράδοσις αὕτη ζηλοτυπίας καὶ στάσεις καὶ ἀκαταστασίας ἐπάγει ἔχθρας τε πρὸς συγγενικὰ ἢ οἰκεῖα καὶ φιλικά πρόσωπα. — Σελήνη Μρμῇ πρακτικὸν καὶ εὐκατόρθωτον πρός τε θηλυκὰ πρόσωπα καὶ τὰς συστάσεις, καὶ ἐὰν μάλιστα μετά ἀγαθῶν συσχηματίζηται· ἐὰν δὲ μετά κακοποιῶν, δίκας καὶ ταραχἀς ὑπομενοῦσι χάριν ἀργυρίων ᾗ γραπτῶν ἥ ψηφικῶν πραγμάτων καὶ ἀγῶνα μέγαν ὑπομενοῦσι· καὶ ἐὰν μὲν ἐπιτόπως ὁ Ἑρμῆς εὑρεθῇ κείμενος, περιγίνονται· ἐὰν δὲ ἀτόπως, καταδικασθήσονται καὶ ἐξοδιασμούς πλείστους ποιήσονται.

[*](4 φοξοῖς V 6 λειφόφος V nempe ἀνατολμκῆς 12 ante ἐλπίδων fort. est καὶ in V 13 χαλεπὸν V, corr. S 14 fora. ρητμκὴ V 23 εἰς] ἐκ V 30 nempe άργυρκῶν μέγα V 31 ἐπιτόμως V 32 ὠτόπαως aut ἀτιτῶς aut sim. V)
192

Ὡροσκόπος ἐὰν κακοποιῷ παραδιδοῖ, κάκιστον τὸν χρόνον ἀποτελεῖ, μάλιστα Κρόνῳ νυκτός, ἡμέρας δὲ Ἄρει· κινδύνους γὰρ σωματικούς καὶ βιωτικὰς ἀνωμαλίας ἐπάγει φόβους τε καὶ αἰτίας ἐπιταράχους πτώσεις τε ἢ σίνη. — Ὡροσκόπος Διὶ λαμπρῶν καὶ περικτητικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ τάξεις ἐπισἡμους· οἱ δὲ ἀπὸ μειζόνων φελοῦνται καὶ προάγονται, τινὲς δᾶ καὶ κινδύνων ἡ αἰτιῶν ἀπαλλαγέντες εὐπαρηγόρητοι καθίστανται, οἰ δὲ καὶ ἐλευθερίας πειρῶνται. — Ὡροσκόπος Ἀφροδίτη ἀγαθὸν ναὶ ἐπαφρόδιτον τὸν χρόνον δηλοῖ συστάσεις τε καὶ θηλυκῶν ἐπιπλοκὰς ἀγοραθμούς τε καὶ εὐφροσύνην καὶ κακῶν ἀπαλλαγήν.— Ὡροσκόπος Ἡλίῳ πρὸς τὰ μείζονα καὶ ὑπερέχοντα συμπαθέστερον καὶ περιποιητικὸν τό ἔτος δηλοῖ· τοῖς δὲ δόξῃ μείζονας τὰς τάξεις καὶ προκοπάς. — Ὡροσκόπος Σελήνη ἀμετάβολον καὶ πρακτικὸν ἀπό τε θηλυκῶν ὠρελείας καὶ συστάσεις καινισμούς πράξεις τε καὶ ξενιτείας εὐκατορθώτους, καὶ μάλιστα ἐὰν ἀγαθοποιοὶ μαρτυρήσωσιν, ἐπὶ ξένης εὐημερίας· ἐὰν κακοποιοί, τὰ ἐναντία, πρὸς ἐπὶ τούτοις δὲ καὶ ταραχάς. — Ὡροσκόπος Ἑρμῇ πρακτικὸν καὶ ἐπικερδῆ καὶ εὐκατόρθωτον· ἐὰν δʼ ὑπὸ κακοποιῶν βλάπτεται, ἐπίδικον καὶ ἐπιζήμιον.

Ὁμοίως δὲ καὶ οἱ ἀστέρες τῳ ὡροσκόπῳ παραδιδόντες τὰ αὐτὰ ἀποτελοῦσι· κατὰ δὲ τὴν ἑκάστου οἰκείαν τοποθεσίαν ἢ ὡς ἐναλλὰξ καὶ ἀποτέλεσμα κριθήσεται εἴτε ἀγαθοποιὸν ἢ φσῦλον.

Κρόνος ἐαυτῳ ἐπιμερίσας σκυλμούς καὶ ἀπραξίας σημαίνει καὶ ἀπὸ μειζόνων ἢ πρεσβυτέρων ἔχθρας καὶ ἀτιμίας πρός τε τὰς ἐπιβολὰς ἐγκοπτικὸς γενήσεται ἢ καὶ ἐάν τι πράξῃ ἀβέβαιον ἔσται. ἐὰν δὲ καὶ ὑπὸ Ἑρμοῦ καὶ Ἄρεως θεωρηθῇ, ἕνεκα γραπτῶν συκοφαντίος ἕξει καὶ κρίσεις καὶ παλαιῶν πραγμάτων ἢ θανατικῶν ἀνασκευὰς ἢ κακουργίας δόλους τε καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχων διατελέσει --- ἠπιώτερος γενήσεται καὶ μετά βραδυτῆτος καί τινων ἀνυστικός. — Κρόνος Ἡλίῳ πατρὸς κίνδυνον ἢ θάνατον, ἐὰν παρῇ ἤδη ἀσθένεια αὐτῷ, καὶ μετέωρον τὸν ἐνιαυτὸν ἀποτελεῖ [*](22 an del. ὡς? 30 ὡς] ὅσα V εἶγον V 31 excidit fere ἐὼν δʼ ἀγαθοποιοὶ μαρτυρὴσαωσιν)

193
ἔχθρας τε καὶ ζημίας ἥ κρίσεις αἰσθητηρίων τε πόνους καὶ παθῶν ὑπομνήσεις καὶ πρὸς φίλους καὶ οἰκείους μικροψυχίας· ἐὰν δʼ ἡμέρας σχηματιζόμενος καλῶς τύχῃ, μετὰ ἐγκοπῶν καὶ ἐξοδιασμῶν ποιήσονται ἢ ἀπὸ θανάτου ὠφεληθήσονται. — Κρόνος Σελήνη μητρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ μή, θηλυκῶν προσώvπων· ἔχθρας τε καὶ χμωρισμοὺς βλάβας τε καὶ κακουργίας καὶ πραγμάτων ταραχάς καὶ κινήσεις ἐπισφαλεῖς καὶ σωματικὰς ἀσθενείας καὶ χρονικὰ πάθη τῶν τε ἐντὸς ὀχλήσεις καὶ νεύρων αἰσθήσεις ἐκλύσεις τε καὶ σκοτισμούς καὶ πάθη ἀπροσδόκητα. — Κρόνος Ἄρει κάκιστον καὶ ἐπικίνδυνον ἔτος δηλοῖ· ἀσθενείας γὰρ καὶ ἐπιβουλὰς καὶ ὀχλήσεις ἀποτελεῖ καὶ κινδύνους ἰδίων τε θανάτους καὶ ὑπὲρ ἰδίων ταραχάς ἢ κρίσεις ὑπομένοντας φίλων ἀχαριστίας οἰκείων ἀκαταστασίας ἀπολογίας τε καὶ πρὸς μείζονας φόβους καὶ ἔχθρας πατρός τε θάνατον τοῖς ἔχουσιν ἢ πρεσβυτέρων προσώπων ξενιτείας τε ἐπισφαλεῖς ἢ ἀπράκτους. ἐὰν δέ πως κακῶς πέσωσι, καὶ ναυάγια καὶ καθαιρέσεις πάθη τε καὶ σίνη ἀποτελοῦσιν· ἐὰν δὲ χρηματιστικοῖς ζῳδίοις καλῶς σχηματισθῶσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθῶσιν, αἱ πλείους αἰτίαι διασκεδασθήσονται. — Κρόνος Διὶ καλὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ· κληρονομίας γὰρ ἢ καταλείψεις λαμβάνουσι καὶ ἀπὸ πρεσβυτέρων ἢ νεκρικῶν ὠφελοῦνται καὶ θεμελίων ἢ κτημάτων κυριεύρουσιν. οἱ δὲ καὶ ὑγρῶν περικτῶνται ἢ ναυκληροῦσιν ἢ ἀγοραθμοὺς πλοίων ποιοῦνται ἀνοικοδομοῦσί τε ἢ καταφέρουσι παλαιῶν τε πραγμάτων κατορθώσεις ποιούμενοι συγκοσμοῦνται τῳ βίῳ. ἐὰν δέ πως τοῦ Ἄρεως ἢ ὁ τοῦ Ἑρμοῦ συνεπιμαρτιρήσῃ, κρίσεις ἢ ἀντιδικίας ὑπομένοντες ἀκαίρους ἐξοδιασμούς ποιήσονται. — Κρόνος Ἀφροδίτῃ χυρισμοὺς γυναικῶν ἢ ἀπὸ θηλυκῶν ἀδικουμένους· τινὲς δὲ καὶ θανάτους θεωροῦσι ἀστατοῦσί τε περὶ τὰς συμβιώσεις καὶ τὰς ἐπιπλοκάς. οἱ δὲ καὶ ἐπιβουλεύονται ἢ φαρμάκων πεῖραν λαμβάνουσιν καὶ τῶν ἐντὸς ὀχλήσεις ὑπομένουσιν ἀσθενείαις τε καὶ ψυγμοῖς καὶ ῥευμάτων ἐπιφοραῖς περιπίπτουσι καὶ ἐναντιώμασι καὶ κρίσεις καὶ καινοποιίας πράξεων. ἐὰν δὲ γυναικὸς ἡ γένεσις εὑρεθῇ, ἐπωδύνως διάξει, καὶ μάλιστα ἐὰν κατά γαστρὸς [*](3 κενεῶς (et o supra ω ut vid ) V 4 fort. θανατ’ V possis etiam θανατικῶν 8 αἰσθήσεις “ dolores „; ἀναισθησίας Cumont 13 possa ἀντιλογίας 14 οὖσιν V 18 διασχεδασθήσονται V 20 καταλήφεις V 21 κυριεύσωσιν V 23 καταφέρουσι “ destru- unt „ 28 an V 32 aut dativi restituendi aut verbum (velut ὑπομένουσι) addendum Valane.)
194
ἔχη· καὶ τοῖς κατʼ ἄνδρα φίλοις ἀκαταστατήσει. — Κρόνος Ἑρμῇ παλαιῶν πραγμάτων ἢ μυστικῶν ἀμρισβητήσεις ἀργυρικῶν τε ἢ ψηρικῶν δόσεών τε καὶ λήψεων ἔν τε τοῖς διαπρασσομένοις ἐγκοπὰς καὶ ζημίας προδοσίας τε καὶ ἔχθρας· θεωροῦσι δὲ καὶ ιδίων θανάτους καὶ πολυίστορες καὶ περίεργοι γίνονται τούτοις τοῖς χρόνοις ἐγγύαις τε καὶ δάνεσι περιπίπτουσι καὶ διὰ γραπτὰ ἐπιταράσσονται κατὰ τὴν τοῦ θέματος σχηματογραίαν αὐτῶν οἰκείαν ἢ ἀλλοτρίαν· τετράγωνοι γὰρ ἢ ὁιάμετροι κάκιστοι τυγχάνουσι καὶ καθαιρετικοί· ἐπάγουσι γὰρ καὶ διὰ νεκρικάς ἀφορμὰς φόθους καὶ ταραχάς.

Ζεὺς έαυτῷ ἐπιμερίσας ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον ἀποτελεῖ καὶ ὠφελείας ἀπὸ φίλων καὶ δωρεὰς καὶ πραγμάτων κατορθώσεις πίστεις τε καὶ οἰκονομίας καὶ συστάσεις μειζόνων καὶ τέκνων σποράς· ἐὰν δέ πως ὑπὸ Ἄρεως θεωρηθῇ, ἀνμωμαλίας καὶ ἀκαίρους ἐξοδιασμούς προδηλοῖ, — Ζεὐς Ἡλίῳ ἐπιμερίσας λαμπρὸν καὶ περιποιητικὸν τὸν χρόνον δηλοῖ --- πρὸς τὰ ὑπερέχοντα πρόσωπα καὶ ὀχλικὰς εὐημερίας ἐπάγει ἀρχάς τε καὶ προκοπάς, καὶ τιμῶν καὶ στεμμάτων καταξιοῖ ἡγεμονίας τε καὶ στραταρχίας καὶ ἐξουσιαστιικῆς τύχης πρόδηλος κατὰ τὴν τοῦ θέματος τάξιν καὶ τοποθεσίαν. τοῖς δὲ μετρίοις πράξεις καὶ κακῶν ἀπαλλαγὴν καὶ ἐλευθερίαν συστάσεις ἐπωφελεῖς μεταβολὰς καὶ ιλίας συμπαθεῖς τεκνοποιίας ἐπικτήσεις σωμάτων, καὶ μάλιστα ἡμερινὸς καλῶς σχηματιζόμενος. —Ζεὺς Κρόνῳ μετεώρους κινήσεις καὶ ἐξοδιασμούς ποιεῖ καὶ οἰκείων ἀπειθείας, τινῶν δὲ καὶ θανάτους καὶ τόπων καὶ πραγμάτων μεταβολάς καὶ κοινωνίας ἀβεβαίους καὶ φίλων ἔχθρας καὶ τοῖς διαπρασσομένοις δυσεπιτεύκτως μετὰ ύπερθέσεως κατορθοῦντας καὶ ἐντεύξεις ποιουμένους καὶ αἰτήσεις καὶ ὀχλήσει γινομένους. — Ζεὐς Ἄρει, βλαβερὸς καὶ ἐπιτάραχος ὁ ἐνιαυτὸς καὶ πρὸς ὑπερέχοντας ἔχθρας καὶ διαβολάς καταγνώσεις τε καὶ προδοσίας ἐπέχων ἐπικινδύνους τε ξενιτείας καὶ νόσους ἐπισραλεῖς ἰδίων τε κλιμακτῆρας ἢ θανάτους ἀνωμαλίας τε βίου καὶ ἐξοδιασμούς. ἐὰν δὲ δημοσία ἢ στρατιωτικὴ ἡ γένεσις εὑρεθῇ καὶ σχῆμα καλῶς τύχῃ, συστάσεις καὶ προκοπὰς μετὰ ἐξοδιασμῶν ἀποτελεῖ δωρεάς τε καὶ ὑποσχέσεις, ἐπιφόβως δὲ ἢ ὑπόπτως [*](1 cum mmariti amicis rixabitur ? 2 an μυστικῶν ? 7 αὐτῶν] an ἤτοι? 17 fors. δηλοῖ 〈καὶ συστατκὸν〉 20 de πρόδηλος cf. 92, 22 28 sq. ἐνοχλήσεις V 29 γινομένας ut vid. Va)

195
διάγοντας. — Ζεὺς Ἀφροδίτη ὠφέλιμος καὶ περικτητικὸς ἐπαροδισίας ἐπάγων συστάσεις τε καὶ δωρεάς καὶ ἀπὸ γυναικῶν ἢ διὰ γυναικῶν ὠφελουμένους συνηθείαις τε καὶ ἐπιπλοκαῖς καὶ φιλίαις περιτρεπομένους ἀγάμοις τε γάμον γεγαμηκόσι τε σπορὰν ἦ τέκνωσιν. ἐπὶ δὲ τῶν ἐνδόξων γενέσεων στεμματοφορίας καὶ τάξεως ἐπισήμους ἀρχάς τε πολιτικὰς καὶ δωρεάς εἰς ὄχλους καὶ προκοπάς μείζονας καὶ προστασίας ἀποτελεῖ καὶ σωμάτων καὶ κόσμου ἐπικτήσεις. — Ζεὺς Ἑρμῇ πρακτικὸς ἐπικερδὴς ἐκπλοκὰς πραγμάτων καὶ τοῖς διὰ λόγων ἢ ψήφμων ἥ γραπτῶν ἐπωφελὴς καθέστηκε κοινωνίας τε καὶ φιλίας μειζόνων ἐπάγει καὶ δωρεὰς ῇ καταγραφάς καὶ ἐκ παραθηκῶν ἢ εὑρεμάτων ὠφελουμένους· ὅθεν καὶ σωμάτων ἀγοραθμοὺς ποιοῦνται καὶ φιλόκαλοι καθίστανται. τινὲς δὲ καὶ προβιβάζονται, καὶ μάλιστα ἐὰν καλῶς τύχωσι κείμενοι· καθολικῶς δὲ ἐν ὄχλοις διαβάλλονται καὶ ἐπιταράσσονται ἢ περιβοησίας ὑπομένουσι, μάλιστα κακῶς σχηματισθέντες ἢ ὑπὸ κακοποιῶa διαμετρούμενοι ἢ συνόντες ἢ τετραγμενιζόμενοι ἀγῶνα οὐ τὸν τυχόντα ὑπομένουσι καὶ ἐπιφόβως διάγουσιν. — Ζεύς Σελήνη εὐκατόρθωτον καὶ περιυμτητικὸν τὸν χρόνον δηλοῖ ἀπό τε θηλυκῶν καὶ μειζόνων προσώπων συστάσεις καὶ ὦφελείας δόξας τε καὶ ἀρχἀς καὶ προστασίας καὶ ἀπαλλαγὴν κινδύνων καὶ περίκτησιν κόσμου σωμάτων, σποράς τε ἥ τεκνώσεις καὶ ἐπιπλοκὰς θηλυκῶν δωρεάς τε καὶ καταγραφάς καὶ μητρὸς εὐεργεσίαν τοῖς ἔχουσιν. ἐὰν δὲ καλῶς σχῆμα τύχῃ, καὶ παραθηκῶν κυριεύσουσιν ῇ θησαυρῶν εὑρετὰς ἀποτελεῖ εύχρημάτους καὶ θεῷ εὐχαριστοῦντας κακώσεως τε ἢ σαδουλείας ἀπαλλακτικούς.

Ἄρης ἐαυτῳ ἐπιμερίζμων ἡμερινὸς ἀηδὴς καὶ ἐπιτάραχος γενήσεται· ἐπάγει γὰρ ἔχθρας καὶ βλάβας καὶ δημοσίων πραγμάτων ἐπηρείας ἥ εἰς δημόσια ἀναλίσκονταςʼ τινὲς μὲν οὖν καὶ ἀπὸ στρατηγιακῶν ῇ ἐξουσιαστικῶν προσώπων ἐπηρεάζονται ῇ συνέχονται. νυκτὸς δὲ οὐ κακός, ἀλλὰ κατορθωτικὸς καὶ ἐπωφελὴς καὶ μάλιστα εὶ τοῖς χρηματίζουσι ζῳδίοις καθίσταται, καὶ μάλιστα τοῖς τὰς Ἀρεῖκὰς πράξεις μετερχομένοις ἢ δημοσίας καὶ στρατιωτικάς.

Ἄρης ἁλίῳ παραδιδούς πατρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ [*](8 κόσ V 9 subaudi aut adde παρέχει vel. sim. 15 nemupe μάλιστα lineae 25 possis ἀπαλλακτικός 32 εἰ add. Cumont)

196
μή γε, ὁμοίου πατρός, ἔχθρας τε μειζόνων καὶ φίλων χαωριθμούς ἀποτελεῖ νόσους τε ἐπισραλεῖς καὶ αἰσθητηρίων πόνους καὶ ἀπὸ πυρὸς ἢ ὕψους ἥ τετραπόδων κίνδυνον αἰμαγμούς τε καὶ τομάς καὶ καταπτώσεις φθόνους τε καὶ ἀμρισβητήσεις ἐπάγει καὶ ξενιτείας ἐπιφόβους. ἐὰν δέ πως ἐπὶ χρηματιζόντων ζῳδίων τύχωσιν ἢ ὑπὸ ἀγαθεποιῶν μαρτυρηθῶσι, πράξεις καὶ ὠφελείας καὶ δόξας ἐπάγει καὶ ὑπερεχόντων συστάσεις μετὰ φόβων τε καὶ ταραχῶν καὶ ἐπιβουλῶν καὶ περὶ τὰς πράξεις ἐπιρθόνους καὶ ἐγκοπτικούς.

Ἄρης Σελήνη σφαλερὸς καὶ ἐπικίνδυνος ἀκαταστασίας καὶ συνοχὰς καὶ δίκας καὶ φόβους ἐπέχων καὶ ξενιτείας ἐπισφαλεῖς ἢ ἀπὸ ξένων ἐπιθέσεις καὶ ἐπηρείας μητρός τε κίνδυνον ἢ θηλυκῶν προσώπων μάχας τε καὶ χωρισμοὺς καὶ πρὸς ὄχλον ἢ πόλιν ἐπιτάραχος, ἐπάγει δὲ καὶ ἀσθενείας καὶ αἱμαγμοὺς ἢ πτώσεις παθῶν τε ὑπομνήσεις ἢ ἀπὸ πυρὸς κίνδυνον καὶ ναυάγια. μάλιστα δὲ ἐὰν ἡμερινὴ ἦ ἡ γένεσις καὶ αὐξιφωτοῦσα ἡ Σελήνη τύχη καὶ κακῶς πέσωσιν, ἔτι χεῖρον τὰ πρσγεγραμμένα ἀποβήσεται, ἔτι ὁὲ καὶ ἐπισκιασμούς τραύματα συνθραύσεις μελῶν ὀφΦαλμῶν πόνους καὶ σίνη. ἐὰν δὲ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι τύχωσιν χημαιστικοῖς τόποις, ἐπιφόβους πράξεις καὶ προκοπάς ἀποτελοῦσιν ἐπὶ δὴ θηλυκῶν κινδύνους σωματικοὺς αἱμαγμούς τε καὶ φθοράς ἦ ἐμβρυοτομίας φυσικῶν τε τόπων πόνους ἐπάγει.

Ἄρης Κρόνῳ κάκιστον καὶ ταραχῶδες τὸ ἔτος δηλοῖ· γίνονται γὰρ ἐν δίκαις καὶ ἐπηρείαις ζημίαις τε καὶ ἀθετήσεσι καὶ ἰδίων κινδύνους ἢ θανάτους καὶ φθορὰς ὁρῶσι βιαίοις τε πράγμασι καὶ ἐπιταράχοις περιπίπτουσι ξενιτείαις τε ἐπιβλαβέσι καὶ ἐπιλύποις ἥ λῃστηρίων ἐπιδρομαῖς ἀσθενείαις τε καὶ αἰφνιδίοις κινδύνοις, ἐχθρῶν ἐπαναστάσεις καὶ ἀπὸ δουλικῶν ἀδικίας ἢ λύπας, ἐγγύς τε συνοχῆς καὶ φόβων ἢ ἀπολογιῶν γενόμενοι ἀνιαρῶς διατεθήσονται, ἐκτὸς εἰ μή πως οἰκείοις ζῳδίοις τυχόντες ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθέντες ἀκροθιγεῖς τὰς αἰτίας ἀναδέξονται.

Ἄρης Διὶ καλὸν καὶ πρακτικὸν τὸ ἔτος δηλοῖ, ἐπάγων κατορθώσεις ἢ μειζόνων ὠφελείας καὶ συστάσεις καὶ ἐλπίδας ἀγαθὰς καὶ τῶν προσδοκωμένων συντέλειαν καὶ ἂν λόγον ἔχῃ στρατείας, στρατευθήσεται ὁ τοιοῦτος ἢ προκόψει. οἱ δὲ μείζονι τύχῃ ὄντες ἐν ἡγεμονίαις καὶ δόξαις ἐπίσημοι γενήσονται καὶ τόπων [*](7 τε] an δὲ? 11 possis ἐπάγων aut παρέχων, sed cf. 194, 31. 197, 11 15 de ὑπομνήσες cf. 193, 2 16 ἦ] ἦν V αὐξηφωτοῖσα V 22 τόπων πόνους] τόπους V 24 δίους V 38 τύχῃ ἕντες] τυχόντες ἥ V)

197
μεταβολὰς ἐπʼ ἀγαθῷ ποιήσονται καὶ συγκοσμηθήσονται τῇ περὶ αὐτούς ὑποστάσει, πρότερον ἀνωμαλίαις καὶ ἐξοδιασμοῖς γενόμενοι. ἐὰν δὲ διάμετρος τύχῃ, ἐναντιωμάτων καὶ ζημίας δηλωτικός.

Ἄρης Ἀφροδίτη ἔχθρας καὶ χωρισμοὺς θηλυκῶν προσώπων καὶ ἀκαταστασίας οἰκείων καὶ μητρὸς θάνατον τοῖς ἔχουσιν εἴτ’ οὖν θηλυκῶν, συνηθείας τε καὶ μοιχείας ἀπαραμόνους τε φιλίας δειγματισμούς τε. ἐὰν δὲ καὶ συμπάθειάν τινα ἔχμωσι, ψύξεις ὑπομενοῦσι καὶ περὶ τὰς πράξεις ἀστάτως ἐνεχθήσονται, αἱ δὲ γυναίκες ἐν αἱμαγμοῖς ἢ ἐκτρώσεσι γινόμενοι ἐπικινδύνως διάγουσιν.

Ἄρης Ἑρμῇ παραδιδούς ἐπιτάραχον τὸ ἔτος δηλοῖ· κινδύνους γὰρ καὶ ζημίας ἐπέχων χάριν γραπτῶν καὶ ἀργυρικῶν ἢ ψηφικῶν ἀμφισβητήσεις μυστικῶν τε κακουργίας ἐγγύας τε καὶ χρεμστίας ἐπιθέσεις τε καὶ ἀπολογίας· καὶ ἐὰν εἰς δίσωμα ζῴδια τύχωσι, καὶ αὐτοὶ τὰ ὅμοια ἑτέροις ἐνδείξονται ἢ ῥᾳδιουργήσουσι. καὶ ἐάν μὲν τρεῖς ἀφέσεις σώζωνται, τῶν προειρημένων περιγενήσονται· ἐὰν δὲ κἀκεῖναι κακῶς τύχωσιν, ἐν τοῖς διαπρασσομένοις ἀστατήσουσι, καὶ ἐὰν δίκην σχῶσιν, ἡττηθήσονται ἢ καὶ μείωσιν πλείστην ὑπομείναντες αἰτίαις οὐ ταῖς τυχούθαις περιτραπήσονται.

Ἀφροδίτη ἑαυτῇ ἐπιμερίζουσα καλῶς κειμένη ἐπάγει φιλίας καὶ συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας καὶ δωρεάς καὶ συνηθείας ἐπιτερπεῖς καὶ γάμους καὶ οἰκείων εὐνοίας καὶ ἡδονὰς καὶ ὠφελείας. ἐὰν δὲ μετὰ Κρόνου εὑρεθῇ ἢ ὑπὸ τούτων θεωρηθῇ ἢ καὶ ἀχρηματίστοις ζῳδίοις τύχῃ, ψόγους καὶ δειγματισμοὺς καὶ μοιχείας ἐπάγει ζημίας τε καὶ ἀθετήσεις καὶ δόλους γυναικῶν κρίσεις τε καὶ ἀκαταστασίας· ὁμοίως δὲ καὶ ταῖς γυναιξὶν ἀνδρῶν.