Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Δοκεῖ δὲ καὶ οὖτος ὁ λόγος φυσικὸς ὑπάρχειν, ἵνα ἀπὸ ἑκάστου τόπου σημαίνοντός τι ἡ ἄφεσις τῶν ἐτῶν γένηται, οἷον ἀπὸ τοῦ μεσουρανήματος ὅταν περὶ πράξεως ζητῶμεν, καὶ ἀπὸ τοῦ περὶ γάμων, ὅταν περὶ γυναικός, καὶ ἀπὸ τοῦ περὶ δούλων, ὅταν περὶ σωμάτων, καὶ ὁμοίως ἀπὸ τοῦ περὶ τέκνων. Εὰν οὖν εὕρωμεν εἰς τὸν καταλήξαντα τόπον ἀγαθοποιούς ἐπόντας ἥ μαρτυροῦντας ἥ καὶ χρηματιστικὸν ζῴδιον, ἐροῦμεν κατόρθωσιν ἤ ὠφέλειαν ἥ καταθυμίαν προαιρέσεως τὴν ἔκβασιν. ἐπὶ παντὸς δὲ εἴδους τὸν οἰκοδεσπότην τοῦ οἰκοδεσπότου συνθεωρεῖν δεήσει, ποίῳ ζῳδίῳ ἔπεστι καὶ πῶς ἐσχημάτισται· ἐὰν γὰρ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου κακῶς πεσὼν αἴτιόν τι δηλοῖ, ὁ δὲ τούτου οἰκοδεσπότης καλῶς πέσῃ, ἀντανάλυσις τοῦ κακοῦ γενήσεται καὶ ἀπὸ μέρους ὠφέλεια ἤ τῶν προσδοκωμένων κατόρθωσις· λαμβάνουσι δὲ καὶ πίστεις τινὲς ἢ δωρεάς ἀπὸ μειζόνων ἢ βασιλικῶν προσώπων, τῶν καθολικῶν χρόνων ὑπὸ Ἡλίου καὶ Σελήνης ἢ τῶν ἀγαθοποιῶν διακρατουμένων καὶ τῆς ἐπιδιαιρέσεως καλῆς γενομένης. μάλιστα δὲ καθολικῶς ἐπὶ γενέσεως, ἐὰν Ζεὺς Κρόνον καθυπερτερῇ ἢ καὶ τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος ὑπάρχη ἢ συμπαρῇ, ὁμοίως δὲ καὶ ἐὰν Ἄρης τρίγωνος ἢ τετράγωνος ἢ τῇ ἐπικαταδύσει εὑρεθῇ Διὸς τῳ ὑπογείῳ ὄντος, μείζονες αἱ δωρεαὶ καὶ ἐπωφελεῖς. ἐπὶ δὲ τῶν παρεχομένων ἑτέροις δωρεὰς ἢ φιλοδοξούντων εἰς δήμους καὶ ἀναλισκόντων εἰς ὄχλους, ἐὰν μὲν ὑπὸ Κρόνου καὶ [*](3 novum loci nomen 6 de integritate dubito 28 ἀντανάλησις V 29 προδοκμωμένων V)

187
Ἄρεως Ἑρμῆς εὑρεθῇ ἀκαταμαρτύρητος ἐπὶ γενέσεως ὑπὸ ??ιὸς καὶ Ἀφροδίτης μαρτυρούμενος, φιλόδοξοι γενήσονται καὶ πλείστης εὐφημίας μεθέξουσι καὶ τιμῆς· ἐὰν δὲ ὑπὸ Ἄρεως ἐπιθεωρηθῇ, μετάνοιαν καὶ μέμψιν καὶ ταραχὴν ἕξουσι καὶ εὐθρυλλήτους περιβοησίας, κἢν ἐκτενῶς εἰς τὰς ἀναλώσεις ὑπαχθῶσιν· ἐὰν δὲ ὑπὸ Κρόνου, πεφεισμένως καὶ ἐπιψόγως ἦ ἐπικινδύνως διατελοῦσιν· ἐὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν, ἀμφότερα συμβήσεται.

Πᾶσα μὲν οὖν ἀστέρος μαρτυρία δυναστική, ἐξαρέτως δὲ ἡ κατὰ τετράγμωνον ἢ διάμετρον· κριθήσεται δὲ καὶ ἐν τοῖς ίσαναρόροις· δὲ Ταύρῳ καὶ Παρθένῳ ἡ παράδοσις γινομένη ἀπὸ τούτων ἀβέβαια καὶ τὰ ἀποτελέσματα δηλοῖ καὶ ὑπερθετικὰ ἢ ἐπίδικα ἢ παν ---ἐν δὲ Τοξότῃ καὶ Αἰγόκερῳ αἰνιγματώδη καί ἐπιζήμια διὰ εῖναι ἀτελῆ τὰ ζῴδια. φυσικωτέρας δὲ τῆς διαιρέσεως οὔσης οὐ μόνον ἐπὶ γενέσεμως σκοπεῖν δεήσει τάς παραδόσεις, ἀλλὰ καὶ ἐπὶ καταρχῶν καὶ δραπετῶν ἐπιγνόντας τὴν ὥραν καὶ ἀστερίσαντας τῳ αὐτῳ τρόπῳ χρῆσθαι καθάπερ ἐπὶ γενέσεως καταρχῶν. ἐπὰν Κρόνος καὶ Ἄρης λόγον ἔχωσι πρὸς Ἥλιον καὶ Σελήνην ἢ τὸν ὡροσκόπον ἤτοι κατʼ ἐναντιότητα ἢ καθυπερτέρησιν ἢ κατὰ ἑτέραν κακώσεως δύναμιν, ἐὰν δέ πως γένεσις παιδὸς δοθῇ μηδέπω δυναμένου χμρεῖν ἀποτέλεσμα οῖον πράξεως ἀρχήν, παραδόσεις δὲ τῶν ἀστέρων εὑρίσκωνται, πρὸς τὸν πατέρα καὶ τὴν μητέρα γενήσεται τὰ ἀποτελέσματα, ἔσθʼ ὅτε καὶ πρὸς τὸν δεσπότην, ἕως ἄν τὸν τῆς ἀκμής χρόνον καταλαβών ὁ γεννηθεὶς αὐτὸς ἀναλάβῃ τὰ σημαινόμενα· μόνον δὲ τὰ δυνάμενα χωρεῖν αὐτῷ προσνέμειν οῖον ὀωρεὰν κατάλειψιν ἡ διωνυμίαν χάλασμα καὶ ἐξανθήματα καὶ τὰ λοιπά, ἔσθ’ ὅτε μὲν οὖν καὶ παράδοξά τινα ἀποτελέσματα τοῖς τοιούτοις εἴωθεν συμβαίνειν, ἅτινα πρόδηλα γίνεται ἐκ τῆς καθολικῆς καὶ συγκρίσεως τῶν ἀστέρων. δεῖ οὖν καὶ κατὰ τὰς ἡλικίας καὶ κατὰ τὰ ἔθη τῶν τόπων καὶ τοὺς νόμους καὶ τὰ ἀποτελέσματα συναρμόζεσθαι κατὰ τοὺς σημαινομένους χρόνους· οὕτως γὰρ ἀδιάψευστος ἡ πραγματεία κριθήσεται. πρὸς δὲ δοιοῖν γενέσεων ἤτοι ἀδελφῶν ἢ ἀνδρὸς ἢ γυναικὸς ἢ συγγενῶν ἢ ἄλλων φιλικῶν προσώπων δεῖ κατὰ γένεσιν τῷ προσοικειωμένῳ ἀποτέλεσμα [*](6 πεφησμέναως Vb 9 τετραγώνου per comp. V possis συγκριθήσεται δὲ καὶ ἡ ἐν 10 sunt videntia signa 12 post παν lac. VII lit. V; possia e. g. πανπόλεθρα haec enim αἰνιγματώὁη et ἡμιτελῆ (Maxim. 107, 26 109, 2 Ludv.; Catal. 1, 166, 7) καὶ ἐπιζήμια] κατεζητημία V 16 an del. κατρχῶν 19 fors.  lacuna post δύναμιν 21 εὑρίσκονται V 24 σημαί- νοντα Vb ζ νέμειν V 25 an χαλάσματα? 31 πρός ubi expectas ἐπὶ δυοῖν S recte, opinor)

188
ἀποφαίνεσθαι κατὰ τὸν ἐπιβάλλοντα χρόνον καὶ λέγειν ἐκείνῳ πρότερον ἢ ὕστερον συμβήσεσθαι, τῷ δʼ ἑτέρῳ ἐκ δευτέρου μέρους τὸν τρόπον ἀπονεῖμαι. οἷον ἐάν τινι φέρῃ ὠρεληθῆναι ἀπὸ νεκρικῆς προφάσεως, ἑτέρῳ δὲ καθολικῶς κληρονομίαν, ἦς ὁ προειρημένος προσδοκᾷ τὴν ὠφέλειαν, οὐκ τοῖς χρόνοις τούτοις γενήσεται ἡ ὠφέλεια ἀλλʼ τοῖς τοῦ τὴν κληρονομίαν προσδοκῶντος· ἐκ γὰρ τοῦ μεσουρανήματος καὶ ἀποτέλεσμα γενήσεται ἢ πολλάκις περὶ ἑνὸς μὲν τάχιον γέγονε ἀποτέλεσμα, περὶ δὲ τὸν ἕτερον μετὰ χρόνον αὐτὸ ἤτοι διʼ ἀποδημίαν ἥ κρίσιν ἢ κατηγορίαν ἢ ἑτέραν τινὰ αἰτίαν· δὲ ὅμοιον ἐπὶ δόξης καὶ δωρεᾶς καὶ ἀγορασμῶν καὶ πράσεως καὶ κοινωνίας καὶ συναρμογῆς ἥ ξενιτείας καὶ τῶν λοιπῶν τῶν βίῳ συντελουμένων νοείσθω. ἔνθεν ὁτὲ μὲν εἴωθεν προλαμβάνειν τὰ ἀποτελέσματα, ὁτὲ δὲ ἐπιβραδύνειν διὰ τὰς τῶν γενέσεων συμπαθείας ἦ καὶ ἐναντιότητας· καὶ καθάπερ διʼ ἀργάνου ἡ φύσις ἐκ τῆς τῶν ἀστέρων ἀνακυκλήσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἀνήπλωσε, ὁτὲ μὲν αίφνιδίως ἢ ἀπροσδοκήτως ἐπιφέρειν, ὁτὲ δʼ ἐπιτείνειν καὶ διακατέχειν μετʼ ἀνάγκης, μέχρις οὖ ὁ τὴν ἐναρμόνιον τῶν πραγμάτων κεκτημένος πρόφασιν παραλάβη τοὺς ἀστέρας.

Δεῖ δὲ καὶ ἐκ τῶν κοσμικῶν τὰ τοιαῦτα ὑποδείγματα μαθόντας συγκρίνειν, ὅπου οὐ πάντοτε ὁ Ἥλιος ἐκ τῶν τροπικῶν μοιρῶν τὰς μεταβολὰς τῶν ἀέρων τὰς αὑτὰς ποιεῖται, ἀλλʼ ὁτὲ μὲν εἰς εὐκρασίαν προλαμβάνων κοσμικὸν κατάστημα ἄγει, ὁτὲ δὲ τὰς χειμερίους τροπὰς εὔδιος διελθών ὑστέρου πολλὴν ζάλην καὶ φοβερὰν ἀνέμων ῥοπὴν κατεσκεύασεν· οὔτε μὴν ἡ Σελήνη κατὰ τὰς δοκούσας φάσεις τάς ἐπομβρίας συντελεῖ ἢ μετὰ τούς συνδέσμους ἀνίσχει τὸν ἀέρα, ἀλλʼ ὁτὲ μὲν προχειμάζει καὶ προλαμβάνει τὴν τῆς φύσεως αἰτίαν ὡς παρὰ προσδοκίαν σύγχυσιν οὐ τὴν τυχοῦσαν τῶν καιρῶν γίνεσθαι, ὁτὲ δὲ μηδʼ ὅλως ἐνδειξαμένη χειμερινὴν στάσιν αὐτῇ τῇ φάσει εὔδιον τὸν ἀέρα κατέστησεν, ἐσθʼ ὅτε δὲ παραλλάξασα τὴν τοῦ συνδέσμου λύσιν εἰς χειμέριον μεταβολὴν ἐχώρησεν. ὁμοίως δὲ καὶ αἰ λοιπαὶ ἐπισημασίαι τῶν ἀστέρων καὶ δύσεις οὐ κατὰ τὰ αὐτὰ γενήσονται, ἀλλʼ ὁτὲ μὲν προλήψονται ὁτὲ δὲ ὑστέρου τὰς ᾁσεις ποιήσονται, ἔσθʼ ὅτε δὲ οὐδʼ ὅλως ἐνδείξονται. ταῦτα δὲ συμβαίνει ἐναλλάσσεσθται παρά τὰς τοῦ [*](2 συμβήσεται Va 4 ἑξῆς V 7 ἐποτέλεσμα scripsi ubi ln V signum (χ) 8 an περὶ ἕνα? 10 ἀγορασμοῦ Wendl. 19 an τοὺς χρόνους? 24 τρόπους V, corr. S 27 ἐνίσχει haud sanum, possis ἀναψύχει (άνοίγει Wendl.) 29 χειμερεινὴν Vb)

189
ἔτους ἀνατολάς καὶ συνόδους καὶ πανσελήνους καὶ ἐκλείψεις καὶ τετραετηρίδας καὶ καθολικούς καὶ κυκλικούς οἰκοδεσπότας καὶ πρὸς τὰς τῶν κατὰ καιρὸν ἐπεμβάσεων ἐναλλαγάς.