Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καθολικῶς οὖν ἐπὶ πάντων τῶν ἀστέρων παρατηρητέον· ἐπὰν γάρ ἀνατολικοὶ εὑρεθῶσι παραδιδόντες ἡ παραλαμβάνοντες καὶ τοῦ ἔτους κυριεύοντες ἢ τῶν καθολικῶν χρόνμων, κατὰ δὲ τὴν ἐπέμβασιν εἰς τούς χρηματιστικοὺς τόπους γένωνται καὶ τὴν ἀνατολὴν ποιήσωνται, προφανῶς τάς πράξεις ἀποτελοῦσι· ἡ γὰρ δύναμις αὑτῶν τότε διεγείρεται καὶ κἄτι τὴν ἰδίαν φύσιν ἕκαστος ἴδίον ἀποτελεῖ, ὁποίας γὰρ δυνάμεως καὶ ἀποτελέσματος κυριεύει κατὰ γένεσιν ἢ ὅ δηλοῖ ὁ ἐνιαυτὸς ἐφʼ οὖ ἐστι ζῳδίου, ἐκείνου ἐνεργήσει ἀποτέλεσμα. ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ἐπέχωσι καὶ ἀναποδιστικοὶ εὑρεθῶσι, τά τε προσδοκώμενα καὶ τὰ πράγματα καὶ τάς ὠφελείας καὶ τὰς ἐγχειρήσεις ὑπερθέσει ποιοῦσιν. ὁμοίως δὲ καὶ ταῖς ἀκρμρνυχίαις ἀσθενέστεροι καὶ ἐμποδιστικοὶ γενήσονται, φαντασίας μόνον καὶ ἐλπίδας προδεικνύντες. [*](4 ποιήσονται v καταρίπτοῦσι v 5 nempe del. περιτρέπουσιν fors. καθαίρεσιν θέντες〉 29 sententia non sana; fort. δεκνόντες V)

183
εἰ δέ πως δεύτερον στηρίζοιεν, τάς μὲν ὑπερθέσεις διεκλύουσι καὶ εἰς τὰς αὐτἀς πράξεις ἀποκαθιστῶσι καὶ εἰς εὐστάθειαν καὶ κατόρθωσιν τοῦ βίου ἄγουσιν ἐὰν δὲ ὑπὸ δόσιν φέρωνται, ἐγκοπὰς καὶ λύπας τοῖς διαπρασσομένοις ἐπάγουσιν, ἔτι δὲ καὶ σωματικούς κινδύνους καὶ ἀσθενείας καὶ κρυπτῶν τόπων πόνους. πολλάκις δὲ καὶ δόξας ἥ μεγάλας ἐλπίδας προδείξαντες ἐπὶ τὀ χεῖρον ἐτράπησαν. ἐπὰν οὖν κακοποιοῦ τι κατὰ γένεσιν ἀποτελοῦντος καὶ τὸν ἐνιαυτὸν ἔχοντος κατʼ ἐπέμβασιν κακοποιὸς ἐπεμβῇ, ἐπίτασιν τοῦ κακοῦ ποιήσεται· εἰ δὲ ἀγαθοποιός, παρηγορίαν τινὰ καὶ βοήθειαν. τὀ ὅμοιον δὲ καὶ ἐπὶ τῶν ἀγαθοποιῶν νοείσθω· ἐπὶ πάσης δὲ γενέσεως ἐξαιρέτως ὁ τοῦ Διὸς ἀστὴρ κατʼ ἐπέμβασιν γενόμενος ἐπὶ τοὺς ἐνιαυτούς ἢ τὰ τούτων τετράγωνα ἤ διάμετρα καλῶς μὲν ὄντων τῶν χρόνων ἢ χρηματιστικοῖς τόποις μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελεῖ, καὶ μάλιστα ἀνατολικὸς γενόμενος μᾶλλον ἐπισχύσει τῶν δοκούντων ἐπικρατεῖν τούς χρόνους· κακῶν δὲ ὄντων καὶ αὐτὸς κατʼ ἐπέμβασιν γενόμενος ἀσθενέστερος γενήσεται καὶ τὰς εὐεργεσίας καὶ δόξας ὑπερθέμενος μετέμωρος γενήσεται· εἰ δὲ ἀνατολικὸς τύχῃ, μετρίως παρηγορήσει ἢ ὠφελήσει.