Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἐπει δέ τινες τῶν συνταγματογράφων ἠνίξαντο τὴν προκειμένην αῖρεσιν, οἱ δὲ μέλλοντες ἐντυγχάνειν τῇδέ μου τῇ συντάξει μνησθήσονται κατʼ ἀρχὰς ὡς μηδεμιᾶς τινος ἐπεξειργασμένης ἀγαωγῆς, ἀναγκαῖον καὶ τὰς κλεῖδας ἐπιδεῖξαι, διʼ ὧν ἡ παράδοσις κατὰ εἰδος τοῦ ἀποτελέσματος ἐνεργεθτέρα γενομένη θαυμαστὸν ὄρον ἀποτελεῖ· ἐὰν οὖν τις νηπτικῶς προσέχῃ τοῖς μέλλουσι λέγεσθαι τόποις ταῖς παραδόσεσι διὰ τῆς συγκρατικῆς θεωρίας τῆς τε τοῦ ἀστέρος καὶ τοῦ ζῳδίου ἐνεργείας, ἄπταιστος διαμενεῖ.
Αρχὴ δὲ ἔστω ἀπὸ τοῦ ὡροσκόπου, ὅς ἐστι ζωὴ οἴαξ σῶμα πνεῦμα· β΄ βίος, Αίδου πύλη, κατάσκιον δόσις λῆψις κοινωνία, γυναικὸς ἐπιπλοκή, συναλλαγὴ πρᾶξις, ἐκ νεκρικῶν ὠφέλεια, διαθήκης τόπος. γ΄ ἀδελφοὶ ξενιτεία βασιλεία ἐξουσία φίλοι συγγενεῖς ἐπικαρδία δοῦλοι. δ΄ δόξα τέκνα, γυνὴ ἰδία καὶ πρεσβύτερα πρόσωπα, πρᾶξις πόλις οἰκία κτήματα μοναὶ μετατροπαὶ μεταβολαὶ τόπων κίνδυνοι θάνατος συνοχή μυστικὰ πράγματα. ε΄ τέκνων τόπος φιλίας κοινωνίας σωμάτων ἀπελευθέρων ἐκποιήσεως ἀγαθοῦ τινος ἥ εὐεργεσίας. δούλων σίνους ἔχθρας πάθους ἀσθενείας ---. η΄ θανάτου νεκρῶν ὠφελείας, ἀργὸς τόπος, δίκης ἀσθενείας. θ΄ φιλίας ἀποδημίας ξένων ὠφελείας θεοῦ βασιλέως δυνάστου ἀστρονομίας χρηματισμῶν, θεῶν ἐπιφανείας, μαντείας, μυστικῶν ἢ ἀποκρύφμων πραγμάτων κοινωνίας. ι΄ πράξεως δόξης προκοπῆς τέκνων γυναικὸς μεταβολῆς καινισμοῦ πραγμάτων. ια΄ φίλων ἐλπίδων δωρεᾶς τέκνων σωμάτων ἀπελευθέρων. ιβ΄ ξένης ἔχθρας δούλων σίνους κινδύνων κριτηρίων πάθους θανάτου ἀσθενείας.
Ἕχιαστος μὲν οὖν τόπος καθὸ σημαίνει ἰδίως ἀποτελέσει, συνεργήσει δὲ καὶ ἡ τοῦ διαμετροῦντος τόπου φύσις. ἐπὰν οὖν παράδοσις ἐνιαυτοῦ εὑρεθῇ, σκοποῦμεν ἐπὶ ποίου τόπου ὁ παραδιδούς τυγχάνει καὶ ἐπὶ ποίου ὁ παραλαμβάνων κατὰ τὴν προκειμένην δωδεκάτροπον, καὶ κατὰ τὴν οἰκειότητα τοῦ ζῳδίου καὶ τοῦ τόπου ἀποτέλεσμα ἀποφαινόμεθα, τῆς παραδόσεως τῶν ἀστέρων [*](1 ἠνοίξαντο v 4 qui meos commentarios legent, recordabuntur apud ceteros auctores nullam ἀγωγήν aic explanatam fuisse, ut ea uti possent nexmape ἐναργεστέρα 7 συγκρατητκῆς V 16 an ἐπικαρπία? 19 an τόπων? 21 piger “ ocus „ Frmic. ΙΙ, 19, 9)
Ἀπὸ δὲ ὑψώματος εἰς ὕψωμα παράδοσις γινομένη ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων δοξαστικὴ καὶ ἐπωφελής, καὶ μάλιστα ἐὰν ἰδίῳ τόπῳ ὦσιν οἱ κύριοι. ὁμοίως δὲ καὶ ἀπὸ ἰδίων σἴκων εἰς ὑψώματα παραδιδόντες ἢ καὶ ἀπὸ ὑψωμάτων εἰς οἴους τῶν κυρίων ἐπόντων ἐνεργέστερα τὰ ἀποτελέσματα καὶ ἐπίδοξα δηλοῦσιν· ἀπὸ δὲ ταπεινωμάτων εἰς ταπεινώματα παραδιδόντες μέτριοι καὶ ἀνώμαλοι γίνονται. Κρόνος δὲ ἤ Ἄρης οἰκείως σχηματισθέντες καὶ ἀπὸ ἰδίων οἴκων ἥ ὑψωμάτων ἥ καὶ χρηματιστικῶν τόπων παραδιδόντες καὶ παραλαμβάνοντες μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελοῦσιν, μὲν οὖν τοῦ Κρόνου κληρονομίας, ἐγγείων κτημάτων, θεμελίων ἐπικαρπίας διοικήσεως παρεκτικὸς καὶ μυστικῆς ἐγχειρήσεως καὶ παλαιῶν πραγμάτων κατορθωτικός, ὁ δὲ τοῦ Ἄρεος ἡγεμονικός. τηρούντων δὲ τῶν ἀγαθοποιῶν καὶ Ηλίου καὶ Σελήνης οἰκείως ἐσχηματισμένων πρὸς αὐτοὺς μεγάλας τὰς προφανείας καὶ ὠφελίμους ἀποτελοῦσιν. ἀπόντων δὲ τῶν ἀγαθῶν καὶ τῶν φώτων ἐναντιουμένων καὶ ἀνοικείως ἐθχηματισμένων, Ερμοῦ δὲ παρεμ- [*](2 ποήσονται V 6 ἐπὶ ξένος Va 9 quod in mundi genitura horo- seopus in Cancro eat 16 παρέξονται V 22 possis ἐὰν (ἐν〉 aut (quod melius) ἰδιοτοπῶσιν 29 ἐγγίων V)