Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁρκίζω σε, ἀδελφέ μου τιμιώτατε, καὶ τοὺς μυσταγωγουμένους ταύτῃ τῇ συντάξει οὐρανοῦ μὲν ἀστέριον κύτος καὶ κύκλον δυοκαιδεκάζῳδον Ἥλιόν τε καὶ Σελήνην καὶ τοὺς πέντε πλανήτας ἀστέρας, διʼ ὧν ὁ πᾶς βίος ἡνιοχεῖται, αὐτήν τε τὴν πρόνοιαν καὶ τὴν [*](7 αὐτάρκως V 8 sequentia corrupta, possis καὶ μαθηματικωτάτων 〈ὂν〉 καὶ 〈ἡ〉 τῶν 10 κατασκεύαζον V ut vid. 12 ἃς, V 13 τὰ] τὰς V 14 ι΄] ρ΄ V 18 δεῖ V 19 ἐπὶ λύποις V 20 non opus συμμιγέντες 24 ἐκτησόμεθα V (an ἐκθησόμεθα?) 28 παρὰ aut περὶ V 31 fors. 〈ὅθεν〉 ὁρκίζω 32 ἀστήρικτον V possis δυοκαίδεκα ζῳδίων sed verbum male fictum mutare dubito)

173
ἱερὰν ἀνάγκην, ἐν ἀποκρύφοις ταῦτα συντηρῆσαι καὶ μὴ μεταδοῦναι τοῖς ἀπαιδεύτοις, εἰ μὴ τοῖς ἀξίοις καὶ δυναμένοις διαφυλάσσειν καὶ ἀμείβεσθαι δικαίως, αὐτῷ τε ἐμοὶ Οὐάλεντι τῷ εἰσηγησαμένῳ ἀείμνηστον καὶ ἀγαθὴν φήμην ἀπονέμειν, καὶ μάλιστα ἐπιγνόντας τὸ ἄφθονον καὶ τὸ τῆς ἀληθείας μέρος ὡς ὑπὸ οὐδενὸς ἀνδρὸς ἐπιλελυμένον αὐτὸς ἐφώτισα, μηδὲ παρέντας τὸ ἐμὸν ὄνομα ἑτέρους ἐπεισφέρειν ταύτῃ τῇ συντάξει μηδὲ λωβῆσαί τι τῶν προγεγραμμένων ἢ μελλόντων λέγεσθαι πρὸς τὸ ἀθετῆσαι τοὺς ἐντυγχάνοντας καί μοι ψόγον ἐπενέγκαι. καὶ ταῦτα μὲν διαφυλάσσουσιν οἱ προειρημένοι θεοὶ πάντες εὐμενεῖς ἔσοιντο καὶ βίος εὐσταθὴς καὶ καταθύμιος λογισμῶν συντέλεια, ἐπιορκοῦσι δὲ τὰ ἐναντία, μήτε γῆ βατὴ μήτε θάλασσα πλωτὴ μήτε τέκνων σπορά, τυφλός τε νοῦς καὶ πεπεδημένος ὑπάρχων ἀσχήμονα βίον καὶ ἀνεπίτευκτον ἀγαθῶν ἐπάγοι. ἐὰν δὲ τις καὶ μετὰ θάνατόν ἐστι κακῶν τε καὶ καλῶν ἀμοιβή, κἀκεῖ τῶν ὁμοίων μεταλάβοιεν. ὅθεν εἰ καὶ μετὰ τὴν ἐπίγνωσίν τις τῆς ἐνθάδε διδασκαλίας ἐν ἑτέρῳ συντάγματι αἰνιγματωδῶς εὕροι προκειμένην τὴν αἵρεσιν, οὐκ ἐκείνῳ δεῖ ἐγκώμιον ἀπονέμειν, ἀλλὰ ἡμῖν χάριν ὁμολογεῖν ὡς οὐ μόνον προμηνυταῖς ἀλλὰ καὶ εὑρεταῖς πολλῶν γενομένοις καὶ συγκοσμήσασι τὴν αἵρεσιν· καὶ γὰρ πολλοὶ ἀφθόνως τινὰ παραλαμβάνοντες μετὰ φθόνου συνέταξαν. διὸ προτρέπομαι τοὺς μάλιστα ἐντυγχάνοντας ταύτῃ τῇ συντάξει καὶ εἰς ἀθάνατον χῶρον εἰσερχομένους ἐπί τινας χρόνους καὶ θεῶν χορείας καὶ μυστήρια κατοπτεύσαντας ἰσόθεον δόξαν ἐπαναιρουμένους ἀποτίθεσθαι μὲν τὰς πολλὰς τῶν αἱρέσεων καὶ βίβλων ἀγωγάς, ἐγγυμνασθέντας δὲ τῇ πινακικῇ καὶ φυσικῇ τῶν ἀστέρων καὶ ζῳδίων θεωρίᾳ καὶ τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείᾳ ταύταις ταῖς ἀγωγαῖς προσέχειν καὶ ταῖς προσυντεταγμέναις· καὶ πρὸς μὲν μοιρικὴν διάκρισιν μοιρικῶς τοὺς ἀστέρας συνορᾶν, πρὸς δὲ ζῳδιακὴν ὁμοίως, ἵνα καὶ τὸ λεγόμενον μετʼ ἀληθείας λέγηται. πολλάκις γὰρ αὐτὸς ἐγὼ κατελαβόμην κατὰ μὲν τὴν τῶν ἐκβάσεων χρονογραφίαν ἐν ἑτέροις ζῳδίοις ὄντας τοὺς ἀστέρας καὶ κατὰ τὰ φαινόμενα ἐν ἑτέροις, καὶ μάλιστα ὅταν ἐν ἀρχῇ ἢ ἐπὶ τέλει τῶν ζῳδίων ὦσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς στηριγμοῖς καὶ ἐν ταῖς ἀκρωνυχίαις διαπταίοντας. δεῖ οὖν ἀκριβῶς ἐπιγνόντας, ἐν ποίοις τε εἰσὶ ζῳδίοις ἢ μοίραις, καὶ μάλιστα τὸν ὡροσκόπον τὴν διάκρισιν ποιεῖσθαι.

[*](2 post καὶ ἀπαιδεύτοις repetit Va 5 μέρος suspectum 13 αὐχήμονα V 14 ἀγαθὸν V, corr. H ἐπάγει Va 17 προσκειμένην V εὕρεσιν V 18 δεῖ] δὴ V 35 nolui ἀκρονυχίαις)
174