Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Ἑρμῆς Αἰγοκέρωτι, Κρόνος Ζεὺς Λέοντι, Ἄρης Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις, ὡροσκόπος Λέοντι, ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν, ὁ τοῦ δαίμονος Αἰγοκέρωτι· ἔνθεν καὶ ἡ ἄφεσις ἔστω τῆς τύχης ἀπὸ Ἰχθύων. ζητεῖν τοῦ τετάρτου ἔτους Μεσωρὶ ις΄ σὺν ταῖς ἀνὰ ε΄ ἑκάστου ἔτους. ἐπεὶ οὖν τοῖς Ἰχθύσι τὰ ιβ΄ οὐδέπω ἐμέρισε, δέδωκα αὐτοῖς ἔτος α΄, εἶτα Κριῷ ἔτος α΄ μῆνας γ΄, Ταύρῳ μῆνας η΄· γίνεται ἔτη β΄ μῆνες ια΄. εἶθ᾿ ἑξῆς δώσει Ἑρμῇ ἔτος α΄ μῆνας η΄ ἔως συμπληρώσεως τῶν τεσσάρων ἐτῶν καὶ μηνῶν ζ΄· οὐδέπω δʼ ἡ γένεσις πεπλήρωκε τοῦτον τὸν χρόνον. ἔστω οὖν χρονοκράτωρ Ἑρμῆς ἤδη ἔχων μῆνας η΄ ἡμέρας ιε΄ γίνονται ἡμέραι σνε΄· ταύτας δέον ἐπιμερίσαι κατὰ τὸ ἑξῆς· ἐξ ὧν ἑαυτῷ πρῶτον Ἑρμῆς τουτέστι τοῖς Διδύμοις ἔδωκεν ἡμέρας ν΄, εἶτα Καρκίνῳ ἡμέρας ξβ΄ ἥμισυ, εἶτα Λέοντι ἡμέρας μζ΄ ἥμισυ, εἶτα Παρθένῳ ν΄, εἶτα Ζυγῷ κ΄· γίνονται ἡμέραι σλ΄ λοιπαὶ ἡμέραι κε΄ ταύτας Ἄρης ἕξει ἐν Σκορπίῳ ἐκ τῶν τῆς Ἀφροδίτης ἡμερῶν καὶ μέχρι συμπληρώσεως τῶν λζ΄ ἥμισυ· τὰς οὖν κε΄ ἡμέρας ὁ Ἄρης ἐπιμερίσει τοῖς ἑξῆς· πρῶτον δὲ ἑαυτῷ ἡμέρας γ΄ ὥρας γ΄, εἶτα Τοξότῃ ἡμέρας β΄ ἥμισυ, εἶτα Αἰγόκερῳ ἡμέρας ε΄ ὥρας ιε΄, εἶτα Ὑδροχόῳ ἡμέρας ς΄ ὥρας ς΄, εἶτα Ἰχθύσι ἡμέρας β΄ ἥμισυ· Κριῷ ἡμέρας γ΄ ὥρας λ΄, Ταύρῳ εἰς συμπλήρωσιν τῶν κε΄ ἡμερῶν τὰς λοιπάς. καθολικὸς οὖν κοσμοκράτωρ Ζεύς, δεύτερος Ἑρμῆς ἀπὸ Διὸς παραλαβών. τρίτος Ἄρης ἀπὸ Ἑρμοῦ, τετάρτη Ἀφροδίτη [*](3 μηνῶν ex μῆνας aut contra V 4 mire stellis interponitur signum 5 μῆνες V ἡμέραι λ΄ V 19 μεσορὶ V 22 etiam Ἑρμῆς legere licet, cf. 25 28 νζ΄ V 36 nempe χρονοκράτωρ? cf. 171, 6)

171
ἀπὸ Ἄρεος. σκοπεῖν οὖν δεήσει δεήσει τούτους ἐπὶ γενέσειως, τῶς εἰσι κείμενοι καὶ πῶς πρὸς ἀλλήλους σχηματίζονται, καὶ οὔτως ἀποφαίνεσθαι.

Τινὲς μὲν οὖν καὶ τὰς ἡμέρας κατὰ τὸ τρίγωνον ἐπιμερίζουσιν· ὅθεν ἐπί τινων γενέσεων καθολικὸς μὲν εὑρεθεὶς ἀγαθοπιὸς κοσμακράτωρ ἢ καὶ Ἥλιος ἢ καὶ Σελήνη δόξαν καὶ ἡγεμονίαν περιεποίησεν ἢ καὶ ἀρχὰς ἐπισήμοις καὶ ὡφελείας καὶ συστάσεις μειζόνων. ἐν οἷς χρόνοις κατʼ ἐπιμερισμὸν κακοποιὸς παραλαβὼν τὴν ἐπιδιαίρεσιν ἀσθενείας σωματικὰς ἢ καὶ κινδύνους ἐποίησεν ἢ καὶ ἄλλως ἡμέρας παραλαβὼν καὶ ἐναντιωθεὶς τῷ καθολικῷ χρονοκράτορι ἢ ἀνοικείως σχηματισθεὶς κατὰ γένεσιν καὶ κατὰ πάροδον ταραχὰς καὶ φόβους καὶ ζημίας κατεσκεύασε. καὶ ἐὰν μὲν ὁ καθολικὸς χρονοκράτωρ ἐπὶ γενέσεως κακῶς τύχῃ κείμενος ἤ ὑπὸ κακοποιῶν κατοπτευόμενος, ἐν ταῖς τούτων κατ᾿ ἐπιδιαίρεσιν ἡμέραις καθαιρεθήσονται ἢ κινδυνεύσουσιν ἢ ἐναντία γενήσονται. ἐὰν δὲ τούτων παραλαβόντων ὁ καθολικὸς χρονοκράτωρ ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος παροδικῶς, ἐπισκυλέντες τῷ βίῳ καὶ τῇ δόξῃ ἄπταιστοι διαμενοῦσι. δεῖ δὲ καὶ ἐπὶ τῶν ἡμερησίων διαιρέσεων συνδέσμου λύσιν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας φκη΄ τὰς λοιπὰς ἐν τῷ διαμέτρῳ τῆς ἀφέσεως ποιεῖσθαι ἐφεξῆς· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν κατὰ λεπτομέρειαν ἡμερῶν καὶ ὡρῶν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας μδ΄ τὰς λοιπὰς ἐκ τοῦ διαμέτρου κατὰ τὸ ἑξῆς ἀπολύειν.

Τῶν καθολικῶν καὶ χρονικῶν διαιρέσεων κατ᾿ οἰκειότητα οὕτως διατεταγμένων νῦν καὶ περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ τῆς τούτων ἀκολουθίας λεκτέον. ὀλίγα δέ τινα πρότερον εἰπεῖν πρὸς τοὺς τὰ τοιαῦτα γεγραφότας ἀναγκαῖον. οἱ πολλοὶ τὴν τῶν χρόνων διαίρεσιν ποικίλως καὶ ἐπιφθόνως ἐκθέμενοι οὐδεμίαν ἀληθείας αἵρεσιν παρέδωκαν, ἱκαναῖς δʼ ἀγωγαῖς τὸν τόπον καθείρξαντες πλάνην μεγίστην καὶ ἀΐδιον ζήτησιν τοῖς ἐντυγχάνουσι κατέλιπον. τινὲς μὲν γὰρ ἀπειρίᾳ ἐνεχθέντες διὰ τῆς τῶν λόγων [*](6 cf. ad 170, 36 7 ἀφελείας V 10 fors. ἄλλος 15 nempe ἐν αἰτίᾳ γεν. 19 fors. λύσιν 〈ποιεῖσθαι καὶ〉 20 per totum signiferum distribue dies quos stellae dant secundum domicilia, ita tamen ut Capricorno non 75 sed 67 1/2 des: habebis 527 1/2 dies 23 re vera sunt 43 23/24 dies 24 μερικῆς scripsi dubitanter] μ V 52 κατέλειπον Va)

172
ὕλης ψευδεῖς αἱρέσεις εἰσενεγκάμενοι ἐξηπάτησαν πολλούς, ?ἕτεροι δὲ τὴν δύναμιν τῆς πραγματείας ἰδόντες καὶ τὰς ἀρχὰς ἐκθέμενοι τὰς ἐπιλύσεις οὐκ ἐποιήσαντο διὰ τὸν φθόνον. ἡμεῖς δὲ πολλὴν μὲν χώραν διοδεύσαντες καὶ τὴν Αἴγυπτον διελθόντες διδασκάλοις φιλαργύροις περιπεσόντες τὰς μὲν τῶν χρημάτων δόσεις ἐποιησάμεθα διὰ τὴν περὶ τὸ ἔργον ἐπιθυμίαν, τῆς δʼ ἀληθείας μὴ τυγχάνοντες ἐγκρατέστερον καὶ αὐτάρκη ἑλόμενοι βίον περὶ ἕτερα ἠσχολήμεθα. ἐπεὶ δὲ τὸ πρόβλημα τῶν πλείστων καὶ μαθημάτων καὶ τῶν καθολικῶν χρόνων διαίρεσις ἀνθεῖλκον ἡμᾶς καὶ μείζω τὴν ἐπιθυμίαν κατεσκεύαζον, ἀνάγκη τὴν ἐπιμονὴν ἐποιούμεθα. διαβολῆς δὲ γενομένης περὶ τὰς καθολικὰς τῶν διαιρέσεων ἀγωγάς, αἷς τινες μὲν ἐχρήσαντο πρὸς τὰς τῶν ὁρίων ἀκολουθίας, ἕτεροι δὲ πρὸς τὰς μικρὰς περιόδους, οἱ δὲ πρὸς τὰ δωδεκατημόρια, ἃ συνάγεται ἔτη ι΄ καὶ μῆνες θ΄, ἄλλοι δὲ πρὸς τὰ ὑψώματα, αἱ δὲ τούτων ἐπιδιαιρέσεις τὰς ἐκβάσεις ψευδεῖς ἐσήμαινον — ἔδοξεν καὶ ἡμῖν αἴσχιστον ὑπάρχειν διορίζεσθαι ἀποτέλεσμα ἔτεσι β΄ ἢ ι΄ ἢ ζ΄, ἀλλὰ ζητῆσαι μεριστικοὺς καὶ ἐνιαυσιαίους χρόνους. καὶ δὴ πολὺν μὲν χρόνον ἀνιαρῶς διήγομεν καὶ ἐπιλύπως τὰς μεταβολὰς τῶν τόπων ποιούμενοι τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσι συμμίσγοντες διάπειραν ἐλαμβάνομεν, μέχρις οὗ τὸ δαιμόνιον βουληθὲν διά τινος προνοίας τὴν παράδοσιν ἔν τινι τόπῳ πεποίηται διά τινος φιλομαθοῦς ἀνδρός. ἀρχὴν οὖν λαβόμενοι καὶ πολὺν πόνον εἰσενεγκάμενοι κατελαβόμεθα τοῦ σκοποῦ, ὅν καὶ ἐκτησάμεθα ἐπεισενεγκάμενοι καὶ αὐτοὶ πολλὰς δυνάμεων εὐχρηστίας. ἐκ γὰρ τῆς καθημερινῆς τριβῆς καὶ πολυάνδρου συμβολῆς καὶ τῆς τῶν παθῶν αὐτοψίας ἱερὰν μὲν καὶ ἀθάνατον τὴν θεωρίαν ἐκρίναμεν, ἄφθονον δὲ τὴν μετάδοσιν ποιησόμεθα, ἐπειδὴ δοκεῖ συνεκτικώτατον κεφάλαιον παρὰ τὰ λοιπὰ ὑπάρχειν. τούτου γὰρ ἄνευθεν οὐδὲν οὔτε ἐστιν οὔτε ἔσται· ἀρχὴν γὰρ καὶ τέλος ἔχει προγινωσκόμενον.

Ὁρκίζω σε, ἀδελφέ μου τιμιώτατε, καὶ τοὺς μυσταγωγουμένους ταύτῃ τῇ συντάξει οὐρανοῦ μὲν ἀστέριον κύτος καὶ κύκλον δυοκαιδεκάζῳδον Ἥλιόν τε καὶ Σελήνην καὶ τοὺς πέντε πλανήτας ἀστέρας, διʼ ὧν ὁ πᾶς βίος ἡνιοχεῖται, αὐτήν τε τὴν πρόνοιαν καὶ τὴν [*](7 αὐτάρκως V 8 sequentia corrupta, possis καὶ μαθηματικωτάτων 〈ὂν〉 καὶ 〈ἡ〉 τῶν 10 κατασκεύαζον V ut vid. 12 ἃς, V 13 τὰ] τὰς V 14 ι΄] ρ΄ V 18 δεῖ V 19 ἐπὶ λύποις V 20 non opus συμμιγέντες 24 ἐκτησόμεθα V (an ἐκθησόμεθα?) 28 παρὰ aut περὶ V 31 fors. 〈ὅθεν〉 ὁρκίζω 32 ἀστήρικτον V possis δυοκαίδεκα ζῳδίων sed verbum male fictum mutare dubito)

173
ἱερὰν ἀνάγκην, ἐν ἀποκρύφοις ταῦτα συντηρῆσαι καὶ μὴ μεταδοῦναι τοῖς ἀπαιδεύτοις, εἰ μὴ τοῖς ἀξίοις καὶ δυναμένοις διαφυλάσσειν καὶ ἀμείβεσθαι δικαίως, αὐτῷ τε ἐμοὶ Οὐάλεντι τῷ εἰσηγησαμένῳ ἀείμνηστον καὶ ἀγαθὴν φήμην ἀπονέμειν, καὶ μάλιστα ἐπιγνόντας τὸ ἄφθονον καὶ τὸ τῆς ἀληθείας μέρος ὡς ὑπὸ οὐδενὸς ἀνδρὸς ἐπιλελυμένον αὐτὸς ἐφώτισα, μηδὲ παρέντας τὸ ἐμὸν ὄνομα ἑτέρους ἐπεισφέρειν ταύτῃ τῇ συντάξει μηδὲ λωβῆσαί τι τῶν προγεγραμμένων ἢ μελλόντων λέγεσθαι πρὸς τὸ ἀθετῆσαι τοὺς ἐντυγχάνοντας καί μοι ψόγον ἐπενέγκαι. καὶ ταῦτα μὲν διαφυλάσσουσιν οἱ προειρημένοι θεοὶ πάντες εὐμενεῖς ἔσοιντο καὶ βίος εὐσταθὴς καὶ καταθύμιος λογισμῶν συντέλεια, ἐπιορκοῦσι δὲ τὰ ἐναντία, μήτε γῆ βατὴ μήτε θάλασσα πλωτὴ μήτε τέκνων σπορά, τυφλός τε νοῦς καὶ πεπεδημένος ὑπάρχων ἀσχήμονα βίον καὶ ἀνεπίτευκτον ἀγαθῶν ἐπάγοι. ἐὰν δὲ τις καὶ μετὰ θάνατόν ἐστι κακῶν τε καὶ καλῶν ἀμοιβή, κἀκεῖ τῶν ὁμοίων μεταλάβοιεν. ὅθεν εἰ καὶ μετὰ τὴν ἐπίγνωσίν τις τῆς ἐνθάδε διδασκαλίας ἐν ἑτέρῳ συντάγματι αἰνιγματωδῶς εὕροι προκειμένην τὴν αἵρεσιν, οὐκ ἐκείνῳ δεῖ ἐγκώμιον ἀπονέμειν, ἀλλὰ ἡμῖν χάριν ὁμολογεῖν ὡς οὐ μόνον προμηνυταῖς ἀλλὰ καὶ εὑρεταῖς πολλῶν γενομένοις καὶ συγκοσμήσασι τὴν αἵρεσιν· καὶ γὰρ πολλοὶ ἀφθόνως τινὰ παραλαμβάνοντες μετὰ φθόνου συνέταξαν. διὸ προτρέπομαι τοὺς μάλιστα ἐντυγχάνοντας ταύτῃ τῇ συντάξει καὶ εἰς ἀθάνατον χῶρον εἰσερχομένους ἐπί τινας χρόνους καὶ θεῶν χορείας καὶ μυστήρια κατοπτεύσαντας ἰσόθεον δόξαν ἐπαναιρουμένους ἀποτίθεσθαι μὲν τὰς πολλὰς τῶν αἱρέσεων καὶ βίβλων ἀγωγάς, ἐγγυμνασθέντας δὲ τῇ πινακικῇ καὶ φυσικῇ τῶν ἀστέρων καὶ ζῳδίων θεωρίᾳ καὶ τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείᾳ ταύταις ταῖς ἀγωγαῖς προσέχειν καὶ ταῖς προσυντεταγμέναις· καὶ πρὸς μὲν μοιρικὴν διάκρισιν μοιρικῶς τοὺς ἀστέρας συνορᾶν, πρὸς δὲ ζῳδιακὴν ὁμοίως, ἵνα καὶ τὸ λεγόμενον μετʼ ἀληθείας λέγηται. πολλάκις γὰρ αὐτὸς ἐγὼ κατελαβόμην κατὰ μὲν τὴν τῶν ἐκβάσεων χρονογραφίαν ἐν ἑτέροις ζῳδίοις ὄντας τοὺς ἀστέρας καὶ κατὰ τὰ φαινόμενα ἐν ἑτέροις, καὶ μάλιστα ὅταν ἐν ἀρχῇ ἢ ἐπὶ τέλει τῶν ζῳδίων ὦσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς στηριγμοῖς καὶ ἐν ταῖς ἀκρωνυχίαις διαπταίοντας. δεῖ οὖν ἀκριβῶς ἐπιγνόντας, ἐν ποίοις τε εἰσὶ ζῳδίοις ἢ μοίραις, καὶ μάλιστα τὸν ὡροσκόπον τὴν διάκρισιν ποιεῖσθαι.

[*](2 post καὶ ἀπαιδεύτοις repetit Va 5 μέρος suspectum 13 αὐχήμονα V 14 ἀγαθὸν V, corr. H ἐπάγει Va 17 προσκειμένην V εὕρεσιν V 18 δεῖ] δὴ V 35 nolui ἀκρονυχίαις)
174

Ἀρχὴ δὲ τῆς ὑφηγήσεως ἔστω ἐντεῦθεν. τὰ καταγόμενα ἔτη τῆς γενέσεως σκοπήσαντες ἐκκρούομεν ὁσάκις δυνάμεθα δωδεκάδας, τὸν δὲ περιλειπόμενον ἀριθμὸν ἐπὶ τὸν δυνάμενον παραλαβεῖν ἀποδόντες ἐπιγνωσόμεθα, τίνι παραδίδωσι τὸ ἔτος. τὸ δὲ λεχθὲν σύντομον μὲν ἔχει τὴν κατάληψιν, τὴν δὲ διάκρισιν ποικίλην. πάντες οὖν οἱ ἀστέρες καὶ ὁ ὡροσκόπος καὶ Ἥλιος καὶ Σελήνη παραδώσουσιν ἀλλήλοις καὶ ἀντιπαραλήψονται. ἔστω δὲ ἐπὶ ὑποδείγματος, ἵνα σοφωτέραν τὴν εἴσοδον ποιησώμεθα, Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ· ζητοῦμεν ἔτος λε΄. ἀφεῖλον δωδεκάδας δύο, ἃ ἐστιν κδ΄ λοιπὰ ια΄· λογιζόμεθα οὖν τὰ ια΄ ἀπὸ ποίου ἀστέρος ἐπὶ ποῖον φθάνει· εὕρομεν οὖν ἀπὸ τοῦ ὡροσκόπου καὶ Ἄρεος ἐπὶ Κρόνον ἐν Καρκίνῳ καὶ πάλιν ἀπὸ Σελήνης ἐπὶ Ἄρεα τὰ ια΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην. αὗται πᾶσαι αἱ παραδόσεις ἐνεργοῦσιν ἐν τῷ λε΄ ἔτει· καὶ καθʼ ἣν ἕκαστος τῶν ἀστέρων ἀποτελέσματος δύναμιν ἔχει, ἀποτελέσει ἤτοι ἀγαθὴν ἢ φαύλην ἐν ταῖς παραδόσεσιν, ἃς ἐν τῷ προϊόντι λόγῳ σημανοῦμεν.