Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ζεὺς Σκορπίου μοίρᾳ ιδ΄ ὁρίοις Κρόνου· αἱ ιδ΄ Ταύρου εἰσὶν ὅρια Κρόνου· οὗτος ἑαυτῷ ἐχθρὸς οὐ γίνεται. ἔστιν οὖν ἰσανάφορον Σκορπίου Λέων· εἰσὶν οὖν αἱ ιδ΄ μοῖραι Λέοντος ὅρια Ἡλίου ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τοῦ Ἡλίου τόπους ἀναρεῖ. Ἄρης Ταύρου μοίρᾳ κζ΄ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ Σκορπίου εἰσὶν ὅρια Ἡλίου. ἐχθρὸς δὲ αὐτὸς ἑαυτοῦ οὐ γίνεται· ζητεῖν οὖν τὰς Λέοντι μοίρας κζ΄ ἢ τῷ ἰσαναφόρῳ· εἰσὶ δὲ Ὑδροχόῳ κατὰ τὰς ὡριαίας διαστολάς. εἰσὶ δὲ αἱ κζ΄ Ὑδροχόου ὅρια Ἀφροδίτης· ἀποθανεῖται οὖν ὄντος Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσαναφόροις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν οὖν λογίσηταί τις τὰς κζ΄ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν Καρκίνῳ ἀποθανεῖται οὖν Ἄρεως ὄντος Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.