Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἥλιος Ἰχθύσι μοίρᾳ κε΄ η΄, Σελήνη Διδύμοις μοίρᾳ ιϚ΄ νγ΄, Κρόνος Ἰχθύσι μοίρᾳ α΄ κε΄, Ζεὺς Τοξότη κδ΄ ιη΄, Ἄρης Ταύρῳ κα΄ η΄, Ἀφροδίτη Ὑδροχόῳ μοίρᾳ θ΄, Ἑρμῆς Κρόνος Ταύρῳ λβ΄, ὡροσκόπος Ζυγῷ ιε΄, μεσουράνημα Καρκίνῳ ιϚ΄. τὰ φῶτα ἀπέκλιναν, ὡροσκόπος ἀφέτης, ὅρια Διὸς καὶ Ζεὺς παρέπεσεν, ἀνοικοδεσπότητος ἡ γένεσις, ἡ ἄφεσις ἕως τῆς διαμέτρου Ἄρεως τῆς Σκορπίῳ μοίρας κα΄· τοῖς γὰρ ἀφετικοῖς ἐρίοις ἐφεστὼς εἰς τὰ αὐτὰ ὅρια βάλλων ἀνεῖλεν. ἐτελεύτα τῷ να΄. ἔτει. ἐστιν οὖν τὰ ἀφετικὰ ὅρια καὶ τῶν κακοποιῶν ἀναιρετικὰ οὐ μόνον ἐφ᾿ ὧν ἔπεισι μοιρῶν οἱ ἀναιρέται τὰς ἀκτῖνας βάλλουσιν, ἀλλὰ καὶ ὅταν ἡ ἄφεσις ἀρχῇ τοῦ ὁρίου γένηται. ἄλλως τε οὐ μόνον τὸν χρόνον τοῦ ἀκτινοβολουμένου ζῳδίου συλλογίζεσθαι δεῖ, ἀλλὰ καὶ τοῦ ἀκτινοβολοῦντος, ἐφ᾿ οὗ ὁ ἀναιρέτης τυγχάνει.