Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τούτων οὕτως ἐχόντων δεῖ καὶ τοὺς ἀνέμους ὑποτάξαι· πρότερον δὲ δεῖ σκοπεῖν, αἷς ἕκαστος μοίραις ὑψοῦται· ἐκ γὰρ τούτων ἡ διάκρισις γινώσκεται. ὁ μὲν οὖν Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθ΄ τοῦ Κριοῦ, ἡ δὲ Σελήνη περὶ τὴν τρίτην τοῦ Ταύρου, ὁ δὲ Ζεὺς περὶ τὰς ιε΄ τοῦ Καρκίνου, ὁ δὲ Ἄρης περὶ τὴν κη΄ τοῦ Αἰγόκερω, ὁ δὲ Κρόνος περὶ τὴν κα΄ τοῦ Ζυγοῦ, ὁ δὲ Ἐρμῆς περὶ τὴν ιε΄ τῆς Παρθένου, ἡ δὲ Ἀφροδίτη περὶ τὴν κζ΄ τῶν Ἰχθύων. δὲ ταῖς διαμέτροις μοίραις ταπεινοῦνται. οὖν προηγούμενον ἑκάστου ὑψώματος τετράγωνον βόρειον κληθήσεται καὶ ἑπόμενον νότιον. οἷον ἐπεὶ ὁ Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθ΄ τοῦ Κριοῦ, ἔσται προηγούμενον αὐτοῦ τετράγωνον ἀπὸ ιθ΄ μοίρας τοῦ Αἰγόκερω· ἐὰν οὖν εὑρεθῇ τούτῳ, λέγομεν αὐτὸν βορρὰν ἀναβαίνειν καὶ ὕψος ὑψοῦσθαι· ἀπὸ δὲ ιθ΄ τοῦ Κριοῦ ἕως ιθ΄ τοῦ Καρκίνου καταβαίνει τὸν βορράν· ἀπὸ δὲ ιθ΄ τοῦ Καρκίνου ἕως ιθ΄ τοῦ Ζυγοῦ καταβαίνει τὸν νότον· ἀπὸ δὲ ιθ΄ τοῦ Ζυγοῦ ἐως ιθ΄ τοῦ Αἰγόκερω ἀναβαίνει τὸν νότον. Ἐὰν δὲ καὶ τὸν βαθμὸν τοῦ ἀνέμου ζητῶμεν, οὕτως εὑρήσομεν. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιε΄, ἀπὸ τῆς ἑκάστης μοίρας λαβὼν διάστημα τοῦ ἀστέρος καὶ ἐκκρούσας τὸ ιε΄ ἐπιγνώσομαι. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄· λαμβάνω ἀπὸ τῆς ιθ΄ τοῦ Αἰγόκερω ἕως κβ΄ Ὑδροχόου· γίνονται λγ΄ ἀφαιροῦμεν τὰς δὶς ιε΄ μοίρας λ΄, οἵ εἰσι βαθμοὶ θ΄. λοιπαὶ γ΄, ὥστε εἶναι τὸν Ἥλιον τῆς τοῦ βορρᾶ ἀναβάσεως ἐπὶ βαθμοῦ τοῦ ἀνέμου γ΄. τοῦτο μὲν οὖν ὑποδείγματος χάριν ἐκτιθέμεθα· καὶ ἐπὶ τῶν ἀνέμων τῶν λοιπῶν λογισαμένους τό τε βόρειον καὶ νότιον ἡμικύκλιον ὡσαύτως χρὴ πραγματεύεσθαι τόν τε ἄνεμον καὶ τὸν βαθμόν. ἐπὶ πάσης οὖν γενέσεως ἐπιγνῶναι δεῖ, πότερον Ἥλιος ἢ ἡ Σελήνη ἢ ὡροσκόπος ἀφέτης ἐστὶ καὶ ποῖον ἄνεμον τρέχει καὶ οὕτως τοὺς λοιποὺς ἀστέρας συνορᾶν. ἐὰν γάρ τισι τινες τὸν αὐτὸν τῷ ἀφέτῃ ἄνεμον τρέχωσιν, ἔσονται οἰκεῖοι καὶ συμπαθεῖς καὶ μάλιστα τοῖς ἰδίοις χρόνοις· κρείσσονες δὲ καὶ ἐπωφελεῖς, ἐὰν καὶ ἀνατολικοὶ [*](23 ἑκίστης non verum 34 ἐὰν] V)