Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὑποδείγματος χάριν ἔστω τινὰ ὡροσκοπεῖσθαι κατὰ β΄ κλίμα Διδύμοις μοίρᾳ η΄, μεσουρανεῖσθαι δὲ ὑπὸ Ὑδροχόου μοίρας κβ΄. καὶ τῆς ἀφέσεως οὔσης ἀπὸ τῆς ὡροσκοπούσης μοίρας οὐ πάντως ἡ κατάληξις τῶν ἐτῶν ἕως τῆς τετραγώνου πλευρᾶς Παρθένου μοίρας η΄, ἀλλʼ ἕως τοῦ ὑπογείου Λέοντος μοίρας κβ΄, καὶ συνηγμένον πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης τὴν ἀκτῖνα ἐπιφέρῃ. ἐὰν γὰρ τῇ κ΄ μοίρᾳ τῶν Διδύμων τοῦ Καρκίνου ὁποιᾳδήποτε μοίρᾳ ἀναιρέτης ἐπῇ ἢ ἀκτινοβολήσῃ, τοσαῦτα ἔτη ζήσεται, ὅσα ἀπὸ τῆς ἀφετικῆς ἕως τῆς ἀναιρετικῆς συνάγεται. ὁμοίως δὲ καὶ ἂν ἀπὸ τοῦ μεσουρανήματος Ὑδροχόου μοίρας κβ΄ τὴν ἄφεσιν ποιησώμεθα, τὴν συμπεραίωσιν τῶν ἐτῶν οὐκέτι ἕως τῆς τετραγώνου πλευρᾶς Ταύρου μοίρας κβ΄ ἕξομεν, ἀλλʼ ἕως τῆς η΄ μοίρας τῶν Διδύμων. προφανὲς οὖν ὅτι ζῳδιακῶς μὲν τὴν τετράγωνον πλευρὰν ἡ ἄφεσις ὑπερτέθεικε, κεντρικῶς δὲ οὔ. ἐσθʼ ὅτε μὲν οὖν οὗτος ὁ τρόπος καὶ ἐπὶ Ἡλίου καὶ Σελήνης ἁρμόσει· πρὸς μὲν τὴν ὑπέρθεσιν, ἐὰν ὑπὸ τῶν οἰκοδεσποτῶν βοηθῶνται, τουτέστιν ὅταν μαρτυρῶνται ὑπὸ αὐτῶν καλῶς πεπτωκότων καὶ δυναμένων τὰ τέλεια μερίζειν. ὡσαύτως δὲ καὶ ἐκ τῆς δύσεως τὴν ἄφεσιν ἐὰν ποιησώμεθα, τουτέστι Τοξότου μοίρας η΄, ἕως τῆς κβ΄ τοῦ Ὑδροχόου, τέλος εὑρήσομεν. πάντοτε οὖν τὴν ἀφετικὴν μοῖραν εὑρόντας σκοπεῖν δεήσει κεντρικὸν διάστημα ποῦ φθάνει καὶ ἕως ἐκείνης τῆς μοίρας τὴν ἄφεσιν ποιεῖσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης διακόπτῃ.