Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐπεὶ δέ τινες φθόνῳ φερόμενοι ἢ ἀπειρίᾳ μονομερῶς καὶ σκοτεινῶς πραγματεύονται τὴν ἄφεσιν (πάντοτε γὰρ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς πλῆθος τῶν μοιρῶν κατὰ τὰς ἀναφορὰς ποιούμενοι ἀποφαίνονται), ἀναγκαῖον ἡμᾶς τὴν διάκρισιν ἐπιδιασαφῆσαι. εὑρίσκομεν γὰρ γενέσεις καὶ τὴν τετράγωνον πλευρὰν διαβεβηκυίας καὶ μάλιστα τοῖς ὀλιγαναφόροις ζῳδίοις, καίπερ τοῦ παλαιοῦ ἀκριβῶς λέγοντος ὡς ἀδυνάτου ὄντος, καὶ πάλιν ἄτερ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας μηδὲ τὴν τετράγωνον διεληλυθυίας. τεθείσης οὖν γενέσεως σκοπεῖν δεήσει, εἰ οἰκοδεσποτεῖται ἡ γένεσις ἢ ἀνοικοδεσπότητος ἔσται, καὶ πότερον Ἥλιος ἢ Σελήνη ἢ ὡροσκόπος ἀφέτης. καὶ ἐὰν μὲν ὁ Ἥλιος ἢ Σελήνη τὸν ἀφετικὸν τόπον λάχῃ, λογίζεσθαι δεῖ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς, πόσος χρόνος συνάγεται καθʼ κλίμα τι γεγένηται, καὶ συναγαγόντας ἀποφαίνεσθαι τοσαῦτα ἔτη ζήσεσθαι. τοῦτο δὲ συμβαίνει, ἐάνπερ ὁ οἰκοδεσπότης ἰδίοις ὅροις ὑπάρχων καὶ οἰκείως ἐσχηματισμένος τῷ ἀφέτῃ συνάπτῃ ἢ ἐπιμαρτυρῇ καὶ μηδεὶς τῶν ἀναιρετῶν τὴν ἀκτῖνα ἐπιφέρων λοιπογραφήσῃ πλῆθος τῶν ἐτῶν. ἐὰν δὲ ὁ οἰκοδεσπότης ἀκαταμαρτύρητος πρὸς τὸν ἐπικρατήτορα τύχῃ, ἄλλως δὲ καλῶς σχηματιζόμενος εὑρεθῇ, οἷον ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ ἀνατολικός, αὐτὸς τὰ τέλεια ἔτη μερίσει· ἐὰν δὲ τῶν κέντρων, λοιπογραφήσας τὴν διαίρεσιν τοῦ διαστήματος κατὰ τὸν τῆς κοινωνίας λόγον τὰ λοιπὰ μερίσει.