Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πρὸ πάντων οὖν στήσαντα τὴν ὡροσκοποῦσαν καὶ μεσουρανοῦσαν μοῖραν καὶ τῶν λοιπῶν κέντρων λαμβάνειν χρὴ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ἀντιμεσουρανούσης καὶ τοῦ συναχθέντος πλήθους τρίτον μέρος ἡγεῖσθαι κεντρικῷ σχήματι χρηματιζούσας μοίρας ἀπὸ τῆς ἑξῆς δυναστικούς τε τοὺς ἀστέρας ἤτοι ἀγαθοποιοὺς ἢ κακοποιοὺς ταύταις ταῖς μοίραις, τὰς δὲ λοιπὰς ἕως τοῦ ὑπογείου ἀχρηματίστους καὶ τοὺς ἐπόντας ἀστέρας ἀχρηματίστους ἢ ἀπράκτους. τὴν δὲ αὐτὴν δύναμιν τὰ διάμετρα τοῦ τε ὡροσκόπου καὶ τῶν λοιπῶν κέντρων ἐφέξει πρός τε τὰς χρηματιζούσας μοίρας καὶ ἀχρηματίστους καὶ οἱ ἐπόντες ἀστέρες ὁμοίως εὐτονήσουσι. φανερὸν οὖν ὅτι οὐκ ἀεὶ τριάκοντα μοῖραι ἐπίκεντροι, ἀλλʼ ὅτε μὲν πλείους ὅτε δὲ ἐλάττους· ἐὰν δέ πως τῷ ὡροσκοποῦντι καὶ δύνοντι ζῳδίῳ δυναστικαὶ μοῖραι ἐλάττους [*](1 λύει S (item v. 2) 2 ἀφέτης S 24 possis 〈τὴν〉 τῶν 17 ἐπὶ τἀς ἑξῆς opinor 29 ἀχρηματίστου S)

135
ὦσι τῶν τριάκοντα, τότε τῷ μεσουρανήματι καὶ ὑπογείῳ κέντρῳ πλείους ἔσονται τῶν τριάκοντα μοιρῶν. ἐὰν δὲ τῷ ὡροσκοποῦντι καὶ ἀνθωροσκοποῦντι κέντρῳ πλείους ὦσι τῶν τριάκοντα, τότε τῷ μεσουρανήματι καὶ ὑπογείῳ ἐλάττους.

Οἷον ἔστω ὡροσκοπεῖν Ἰχθύας περὶ μοίρας ιγ΄, μεσουρανεῖν Τοξότου μοίρας κβ΄, ὑπὸ γῆν εἶναι Δσιδύμους τῶν αὐτῶν, δύνειν Παρθένου μοῖραν ιγ΄. ἔλαβον ἀπὸ τοῦ ὡροσκόπου διάστημα ἕως τοῦ ὑπογείου· γίνονται μοῖραι 𝒢θ΄. τούτων τρίτον γίνονται λγ΄ ταύτας ἀπέλυσα ἀπὸ τοῦ ὡροσκόπου, κατέληξεν εἰς τὴν τοῦ Κριοῦ μοῖραν ιϚ΄· αὗται ἔσονται δυναστικαὶ μοῖραι καὶ οἱ ἐπʼ αὐτῶν ἀστέρες, αἱ δὲ λοιπαὶ μοῖραι ἀπὸ ιζ΄ ἕως τοῦ ὑπογείου ἀχρημάτιστοι, καὶ αἱ τούτων δὲ διάμετροι ὅμοιον ἐφέξουσι. πάλιν ἔλαβον ἀπὸ τῆς μεσουρανούσης μοίρας ἕως τῆς ὡροσκοπούσης· γίνονται πα΄· τούτων τρίτον γίνονται κζ΄ ταύτας ἀπέλυσα ἀπὸ τῆς μεσουρανούσης μοίρας, κατέληξε εἰς τὴν τοῦ Αἰγόκερω μοῖραν ιθ΄. αὗται οὖν χρηματιστικαὶ καὶ τούτων διάμετροι, αἰ δὲ λοιπαὶ ἀχρημάτιστοι. δʼ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων δεῖ ποιεῖν πρὸς γινώσκειν τοὺς ἀστέρας πότερον χρηματιστικαῖς μοίραις εἰσὶν ἢ ἀχρηματίστοις. Ἔδοξε δέ μοι φυσικώτερον οὕτως ἔχειν. μὲν διάστημα ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ὑπογείου λαμβάνοντα καὶ τούτων τρίτον λογισάμενον καθὼς πρόκειται καὶ ἀπολύσαντα ἀπὸ τῆς ὡροσκοπούσης κατὰ ἐξῆς κρίνειν δυναστικὰς μοίρας καὶ τὰς τούτων διαμέτρους, δὲ ἕτερον μέρος τῶν μοιρῶν κρίνειν πάλιν μέσον, μήτε πλέον ἀγαθὸν μήτε φαῦλον, διὰ τὴν ἐπαναφορὰν τοῦ ὡροσκόπου καὶ τὴν θεὰν καὶ διάμετρον τοῦ θεοῦ. ἔσται οὖν μὲν πρῶτον τρίτον μέρος τῶν ἀπὸ ὡροσκόπου μοιρῶν χρηματιστικὸν καὶ δυναστικόν, δὲ ἕτερον τρίτον μέρος μέσον, δὲ ἕτερον τρίτον αἰτιατικὸν καὶ φαῦλον. κατὰ ταὐτὰ δὲ καὶ οἱ ἀστέρες ἐνεργήσουσι· δεῖ γὰρ ἀπὸ τῆς τοῦ μεσουρανήματος καὶ τῆς κεντρικῆς τάξεως --- δὲ ἕτερον τῆς ἐπαναφορᾶς, καθὸ καὶ παρὰ τοῖς παλαιοῖς Ἀγαθοδαίμων ὠνομάσθη· δὲ λοιπὸν τρίτον ἕως της τοῦ ὡροσκόπου ἀποκεκλικυίας μοίρας κακωτικὸν καὶ ἀσχημάτιστον. ὁμοίως δὲ καὶ τὰ τούτων διάμετρα συνεπισχύσει.

Ταῦτα πάντα καὶ ὁ Ωρίων τῷ βιβλίῳ ἐξέθετο.

[*](1 ἐν] ἀεὶ ut vid. S 6 eadem (i. e. XXII.) pars Geminorum est in imo caelo 10 αὕτη οὖν καὶ αὗται S 29 an τρίτον vel τελευταῖον τρίτον? αἰτιατιστικὸν S)
136

Ἐπεὶ δέ τινες φθόνῳ φερόμενοι ἢ ἀπειρίᾳ μονομερῶς καὶ σκοτεινῶς πραγματεύονται τὴν ἄφεσιν (πάντοτε γὰρ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς πλῆθος τῶν μοιρῶν κατὰ τὰς ἀναφορὰς ποιούμενοι ἀποφαίνονται), ἀναγκαῖον ἡμᾶς τὴν διάκρισιν ἐπιδιασαφῆσαι. εὑρίσκομεν γὰρ γενέσεις καὶ τὴν τετράγωνον πλευρὰν διαβεβηκυίας καὶ μάλιστα τοῖς ὀλιγαναφόροις ζῳδίοις, καίπερ τοῦ παλαιοῦ ἀκριβῶς λέγοντος ὡς ἀδυνάτου ὄντος, καὶ πάλιν ἄτερ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας μηδὲ τὴν τετράγωνον διεληλυθυίας. τεθείσης οὖν γενέσεως σκοπεῖν δεήσει, εἰ οἰκοδεσποτεῖται ἡ γένεσις ἢ ἀνοικοδεσπότητος ἔσται, καὶ πότερον Ἥλιος ἢ Σελήνη ἢ ὡροσκόπος ἀφέτης. καὶ ἐὰν μὲν ὁ Ἥλιος ἢ Σελήνη τὸν ἀφετικὸν τόπον λάχῃ, λογίζεσθαι δεῖ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς, πόσος χρόνος συνάγεται καθʼ κλίμα τι γεγένηται, καὶ συναγαγόντας ἀποφαίνεσθαι τοσαῦτα ἔτη ζήσεσθαι. τοῦτο δὲ συμβαίνει, ἐάνπερ ὁ οἰκοδεσπότης ἰδίοις ὅροις ὑπάρχων καὶ οἰκείως ἐσχηματισμένος τῷ ἀφέτῃ συνάπτῃ ἢ ἐπιμαρτυρῇ καὶ μηδεὶς τῶν ἀναιρετῶν τὴν ἀκτῖνα ἐπιφέρων λοιπογραφήσῃ πλῆθος τῶν ἐτῶν. ἐὰν δὲ ὁ οἰκοδεσπότης ἀκαταμαρτύρητος πρὸς τὸν ἐπικρατήτορα τύχῃ, ἄλλως δὲ καλῶς σχηματιζόμενος εὑρεθῇ, οἷον ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ ἀνατολικός, αὐτὸς τὰ τέλεια ἔτη μερίσει· ἐὰν δὲ τῶν κέντρων, λοιπογραφήσας τὴν διαίρεσιν τοῦ διαστήματος κατὰ τὸν τῆς κοινωνίας λόγον τὰ λοιπὰ μερίσει.