Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Εὗρον δὲ καὶ ταύτην τὴν αἵρεσιν περὶ χρόνων ζωῆς ὑπὸ μὲν τῶν ἀρχαίων ἀναπεπλεγμένην ποικίλως· αὐτὸς δὲ διὰ πείρας ἀναζητήσας διέκρινα καὶ οἴομαι μᾶλλον τοῖς πλείστοις ἀρέσκειν. γὰρ τῇ ιγ΄ βίβλῳ ὁ βασιλεὺς μετὰ τὸ προοίμιον καὶ τὰς τῶν ζῳδίων διατάξεις κλῆρον τύχης ἐπιφέρει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου, ὃ μεγίστην περιποιεῖ καὶ ὅλῃ τῇ βίβλῳ μνημονεύει καὶ κύριον κρίνει τόπον, περὶ οὗ καὶ αἴνιγμα τέθεικε τὸ ἔμπαλιν καὶ ἀνάπαλιν· καὶ ὁ Ἥλιος ἀπὸ ἠοῦς ἀρχόμενος παντὸς αἰῶνος κύτος παραδίδωσι ἕσπερον κύκλον διανύων, καθάπερ ὁρᾶται. νυκτὸς δὲ ἑπερχομένης οὐ πάντοτε ἡ Σελήνη φαεσφοροῦσα τεύξεται, ἀλλ᾿ ὁτὲ [*](3 κζ΄] κε΄ ut vid. V ex corr. 4 τὸν] τὸ V 6 ιβ΄] β΄ V 8 potius μηνὶ 9 συνεγκίζειν V 14 post κατωφερῶς compluria excidisae possunt 15 Capricorni partes XII efficiunt 21⅓, Aquarii XXVI 21⅔ annos 19 in mg. ια΄ V 24 fr. 19 Riess 26 ὃν μεγίστων πέρι ποιεῖται Riess; puto ᾧ μ. π. 〈φαντασίαν〉 vel sim. 28 haec ipsa Nechepsonis verba sunt, non in trimetros refingenda, id quod Us. conatus eat; eat oratio pedestris, sed elata et bacchabunda 29 εἰς ἑσπέραν Riess)

155
μὲν ἐσπέρας φανεῖσα δύεται, ὁτὲ δὲ ἐπίμονος μέχρι τινὸς μέρους, ἔσθ᾿ ὅτε δὲ διὰ τέλου τῆς νυκτὸς πορεύσεται· διόπερ ἀκολούθως ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρηγγεγύηκεν. περὶ μὲν οὖν τούτου τοῦ διανοήματος ἄλλοι ἄλλως φανοῦσιν· ἐμοὶ δʼ ἔδοξεν ἐπὶ μὲν ἡμερινῆς γενέσεως λαμβάνειν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτερινῆς, ἐφʼ ὅσον μὲν ἡ Σελήνη ὑπέργειός ἐστι τουτέστι μέχρις οὗ δύνει, ἀπʼ αὐτῆς ἐπὶ τὸν Ἥλιον λαμβάνειν καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, μετὰ δὲ τὴν δύσιν ἀπὸ Ἡλίου ἐπʼ αὐτήν. τὸ γὰρ ἐπιλέγειν· διόπερ ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρἐγγεγύηκε τοῦτο δοκεῖ, σκοπεῖν δὲ δεήσει, εἰς ποῖον τόπον ἐξέπεσεν ὁ κλῆρος, καὶ τοῦτον ἡγεῖσθαι κύριον, ἔπειτα συνορᾶν τοῦ ζῳδίου τὸν κύριον ποίῳ ζῳδίῳ τέτευχε, τρίτον δὲ τὸν τούτου οἰκοδεσπότην· ἐκ τούτων γὰρ τῶν τριῶν τόπων καὶ τῶν τούτων οἰκοδεσποτῶν ὁ βιώσιμος χρόνος εὑρεθήσεται κατὰ τοὺς τρεῖς ὅρους.

Οἷον ἕκαστος τῶν ἀστέρων ἰδίας περιόδου δεσπόζει, Κρόνος μὲν οὖν ἐτῶν λ΄, Ζεὺς ιβ΄, Ἄρης ιε΄, Ἥλιος ιθ΄, Ἀφροδίτη η΄, Ἑρμῆς κ΄, Σελήνη κε΄ ὁμοίως δὲ καὶ ἕκαστος ἰδίων ἀναφορῶν κατὰ κλῆρον. κατὰ τὸ κλίμα οὖν συγκρίνειν δεήσει, πότερον ἐπίκεντρος ὁ κλῆρος καὶ χρηματίζων ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλικώς, καὶ τοὺς τῶν ζῳδίων οἰκοδεσπότας, καθὼς καὶ ὁ παλαιὸς μέμνηται λέγων· πᾶς ἀστὴρ ἐπίκεντρος τοὺς ἰδίους χρόνους πλήρεις δίδωσι, ἔκκεντρος δὲ ὅσους ἐὰν μερίζῃ λοιπογραφουμένους ἐκ τῶν ἰδίων ἀριθμῶν. μερίζουσι δὲ καὶ τὰς τελείας αὐτῶν περιόδους καὶ τὰς ἀναφοράς, ὅταν καλῶς τύχωσι· συμμερίζουσι δὲ καὶ οἱ συναιρετισταὶ συμπαρόντες ἢ μαρτυροῦντες ἢ οἰκείοις ζῳδίοις τυγχάνοντες, εἰ μή τι ἀμφότεραι αἱ αἱρέσεις συμμεριοῦσι· καὶ οὕτως δὲ ὁμοίως. πρότερον δὲ δεῖ λογίζεσθαι τοὺς ἀριθμούς, ὥρας ἡμέρας μῆνας εἶτα ἐνιαυτούς, καὶ τοῖς τρισὶν ὅροις χρῆσθαι, ἐλαχίστῳ μέσῳ τελείῳ, ἐπισυντιθέντας τὸν πρῶτον τῷ δευτέρῳ ἢ τὸν τρίτον. πολλάκις γὰρ ὅδε μὲν τόπος ἐμέρισεν ἡμέρας ὁ δὲ μῆνας ὁ δὲ ἐνιαυτούς παρὰ τὰς διαφορὰς τῶν χρηματιστικῶν ζῳδίων καὶ τῶν οἰκοδεσποτῶν ἢ τῶν κακωτικῶν αἰτιῶν καὶ ἐναντιώσεων. προσεπιμερίζουσι δὲ [*](2 an διὰ τελείας? 4 ἡλίου Riess, in V compendium sine casus significatione; cf. ad v. 10 7 ὅσων V 10 (ἡλί)ου V 12 συνορᾶν] συνορα et supra τὸν V possis igitur συνορᾶν τὸν τοῦ ζ. [τὸν] 17 περιόδους V 22 novum Petosiridis fragm. 25 λοιπογραφομένους Va aut Vb 26 τελείους V 29 οὕτως] αὐτὸς V 32 an ἢ τὸν δεύτερον τῷ τρίτῳ?)

156
μετὰ τὰ ἔτη καὶ μῆνας ἰσαρίθμους τοῖς χρόνοις. τὸ δʼ αὐτὸ καὶ ὁ δαίμων καὶ ὁ ὡροσκοπικὸς τόπος ἐφέξει τῷ κλήρῳ κατὰ τὸν μερισμόν, ὑπόταν οἱ κληρικοὶ τόποι ἢ οἱ κύριοι παραπέσωσι, μάλιστα ὁπόταν ὁ κλῆρος τῷ δαίμονι τὸν μερισμὸν ἐκχωρήσῃ· καὶ γὰρ οἱ ἀστέρες ἀντιπαραχωροῦσιν ἀλλήλοις· δηλώσομεν δὲ καὶ τῷ προϊόντι λόγῳ εἰς τοὺς ἐπιμερισμούς.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσι, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Καρκίνῳ ἀγαθοδαιμονῶν. ἡ κυρία τοῦ κλήρου ἐπὶ τοῦ κέντρου εὑρέθη· ἔθηκα τὰ ἐλάχιστα τῆς Σελήνης κε΄ ἔτη καὶ τοῦ Καρκίνου τὴν ἀναφορὰν τοῦ δευτέρου κλίματος ἔτη λβ΄ καὶ τοῦ οἰκοδεσπότου τῆς Σελήνης Διὸς ἔτη ιβ΄· γίνονται ἐπὶ τὸ αὐτὸ ἔτη ξθ΄· τοσούτων ἐτῶν ἐτελεύτα.

Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη ὡροσκόπος Παρθένῳ, ὁμοίως δὲ καὶ Ἄρης· Κρόνος Ζεὺς Ἑρμῆς Αἰγόκερῳ, Ἀφροδίτη Ἰχθύσιν, ὁ κλῆρος τῆς τύχης Ὑδροχόῳ ἀποκεκλικώς. ὁ κύριος ἀγαθοδαιμονῶν παῤ αἵρεσιν ἐμέρισε τὰ ἴδια ἔτη λ΄ καὶ μῆνας τοὺς αὐτοὺς ἰδίῳ τυχὼν ζῳδίῳ. τούτῳ δὲ συμπαρὼν Ζεὺς ἐμέρισεν ἐνιαυτόν· ἐτελεύτα τῷ λδ΄ ἔτει.

Παρατηρητέον οὖν ἐπὶ πάσης γενέσεως τὰς προγεγραμμένας ἀρχῇ παραγγελίας καὶ τὰς φάσεις καὶ τὰς μοίρας, ἵνα μὴ δόξωμεν καθʼ ἕκαστον εἶδος ὑπομιμνήσκειν καὶ τὰ αὐτὰ γράφειν· ὡς ἐπὶ ὑποδείγματος γὰρ ἀνάγκην ἔσχον προτάξαι γενέσεις.