Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔστω ὑποδείγματος χάριν Ἥλιος Ταύρον μοίρᾳ α΄, Σελήνη Διδύμων μοίρᾳ ις΄, ὡροσκόπος Ταύρου μοίρᾳ ιδ΄, ἡ σύνοδος περὶ μοίρας κζ΄ τοῦ Κριοῦ, ἀναβιβάζων Αἰγόκερω μοίρᾳ κε΄. ἔλαβον ἀπὸ τῆς συνόδου ἐπὶ τὸν ἀναβιβάζοντα ἀνωφερῶς· γίνονται 𝒢β΄· ταύτας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀνωφερῶς ἀπέλυσα· κατέληξεν εἰς τὴν τοῦ Ὑδροχόου μοῖραν ιβ΄. συνάγουσιν οὖν αἱ 𝒢β΄ κατὰ τὸ Ἀλεξανδρείας κλίμα ἔτη ο΄ μῆνα α΄· ἐτελεύτα τῷ ο΄ ἔτει καὶ μηνὸς α΄. ἀπὸ δὲ τῆς σπορᾶς οὕτως· ἐπεὶ ἡ πανσέληνος τῆς σποράς γέγονεν Αἰγόκερω μοίρᾳ κα΄ --- ἅτινα συνεγγίζει τοῖς εὑρεθεῖσιν ἔτεσιν. Ἄλλη. Ἥλιος Ὑδροχόου μοίρᾳ κθ΄, Σελήνη λήνη ἀρχαῖς Κριοῦ, ὡροσκόπος Αἰγόκερω μοίρᾳ τη΄, σύνοδος Ὑδροχόου μοίρᾳ κς΄, ἀναβιβάζων Σκορπίου μοίρᾳ ις΄. ἔλαβον ἀπὸ τῆς συνόδου ἀνωφερῶς ἕως τῆς τοῦ ὡροσκόπου μοίρας· γίνονται λη΄· ταύτας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας κατωφερῶς· συνάγεται ἔτη τῷ πρώτῳ κλίματι ἔγγιστα λγ΄· ἔζησεν ἔτη λβ΄ μῆνας πέντε. ὁ δὲ τῆς σπορᾶς τόπος οὐκ ἔσχε τὴν ἄφεσιν· κατὰ γὰρ τὰς αὐτὰς μοίρας καὶ ἡ πανσέληνος τῆς σπορᾶς καὶ ὁ ἀναβιβάζων ἔτυχεν. ὅθεν καὶ ἐπικίνδυνον τὴν ἐκτροπὴν ἔσχε καὶ τὸ τέλος βίαιον.