Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλως. ἐπιγνόντας, ποίῳ ζῳδίῳ γέγονεν ἡ σύνοδος ἢ ἡ πανσέληνος, ἀριθμεῖν ἀπὸ τῆς αὐτῆς μοίρας κατὰ τὸ ἑξῆς ἕως ἀναβιβάζοντος καὶ τὸ συναχθὲν πλῆθος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ᾖ, ἀπὸ ὡροσκόπου κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινή, ἀνωφερῶς ἐπὶ τὸ μεσουράνημα· ἐὰν δὲ εἰς τὸ μεσουράνημα ἐμπέσῃ ὁ ἀναβιβάζων, ἀπολύειν δεῖ τὸ συναχθὲν πλῆθος ἀπὸ τοῦ μεσουρανήματος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ἦ, ὡς ἐπὶ τὸν ὡροσκόπον κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινὴ ἦ, ἀνωφερῶς ἐπὶ τὸ δῦνον. ἐὰν δέ πως εἰς τὸ δῦνον ἐμπέσῃ ὁ ἀναβιβάζων, ἡμερινῆς μὲν οὔσης τῆς γενέσεως ἀπολύειν τὸν ἀριθμὸν ἀπὸ τοῦ δυτικοῦ ὡς ἐπὶ τὸ μεσουράνημα, νυκτερινῆς δὲ ὡς ἐπὶ τὸ ὑπόγειον. ἐὰν δὲ ὁ ἀναβιβάζων τῷ ὑπογείῳ τύχῃ, εὑρεθῇ δʼ ἡμερινὴ ἡ γένεσις, ὡς ἐπὶ τὸν ὡροσκόπον ἀπολύειν ἀνωφερῶς ἀπὸ τοῦ ὑπογείου τὸ πλῆθος τοῦ ἀριθμοῦ· ἐὰν δὲ νυκτερινὴ ᾖ, ὡς ἐπὶ τὸ δῦνον ἀπὸ τοῦ ὑπογείου. Ἔστω δὲ ὑποδείγματος χάριν ἀναβιβάζων Διδύμοις μοίρᾳ κγ΄, τὴν δὲ σύνοδον Ἰχθύσι περὶ μοίρας η΄, ὡροσκόπον δὲ Ἰχθύσι μοίρᾳ δ΄, τὸ μεσουράνημα Τοξότῃ μοίρᾳ ιγ΄. ἔλαβον ἀπὸ τῆς συνόδου ἕως τοῦ ἀναβιβάζοντος· γίνονται μοῖραι ρε΄. ταύτας ἀπὸ ὡροσκόπου, ἐπεὶ ἡμερινὴ ἡ γένεσις· καταλήγει εἰς τὴν τῶν Δσιδύμων μοῖραν ιθ΄· κατὰ δε τὸ β΄ κλίμα συνάγουσιν ἔτη ος΄ μῆνας --- ἔγγιστα· ταῦτα ἐβίωσε.