Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος γ΄ Ἀδριανοῦ Ἀθὺρ κζ΄ κατὰ Ἀλεξανδρεῖς, ζητεῖν δὲ μετὰ ταῦτα Ἀντωνίνου τζ΄ Φαμενὼθ ια΄. ἔλαβον τὰ πλήρη ἔτη λε΄ καὶ γενέθλιον λοιπὸν γ΄ καὶ ἀπὸ Χοιὰκ ἕως Μεχὶρ ἑκάστου μηνὸς ἀνὰ δύο· ἐπὶ ἑβδομάδων δ΄ ὑφαιρουμένων καταλείπονται θ΄ καὶ τὰς τοῦ Φαμενὼθ ια΄ γίνονται αἱ πᾶσαι κ΄. καὶ ἐμβόλιμοι η΄ γίνονται αἱ πᾶσαι κη΄. ἔστω οὖν ἡ ια΄ τοῦ Φαμενὼθ κλιμακτηρικὴ ἑβδομαδικὴ ἡμέρα· ἐκπίπτει οὖν κατὰ τὴν τῶν ἡμερῶν ἀγωγὴν εἰς Σκορπίον. σκόπει οὖν τίνες ἐπιθεωροῦσι ζῴδιον καὶ τὴν Σελήνην. Ἡ δὲ ἐννεαδικὴ οὕτως εὑρίσκεται. τὰ πρῶτα ἔτη πολυπλασιάζω ἐπὶ τὸν ε΄ δ΄ ἐπεὶ ἕκαστος ἐνιαυτὸς ἔχει ἐννεάδας μ΄ καὶ περιλείπονται ε΄ δ΄ τῶν θὲ πλήρων μηνῶν ἑκάστου ἡμέρας γ΄, ἐπεὶ ἐννεάδας ἔχει ἕκαστος μὴν γ΄ καὶ λοιπαὶ γ΄, καὶ τὰς λοιπάς ἡμέρας ἕως τῆς ζητουμένης συναθροίσας ἀφαιρῶν ἄχρι οὗ δυνατὸν ἀνὰ ἐννέα τὰς λοιπὰς θεωρῶ, εἰ συμπληροῦσι τὰς ἐννέα· καὶ οὕτως ἔσται κλιμακτηρικὴ ἡμέρα, καθὼς καὶ ἐπὶ τῶν ἑβδομαδικῶν. τῷ δὲ αὐτῷ λόγῳ καὶ ἐπὶ μηνὸς καὶ ἐπὶ ἐνιαυτοῦ χρῆσθαι δεήσει. κλιμακτηρικὰ δὲ ζῴδια ἑβδομαδικὰ Κριὸς Ζυγὸς Καρκίνος Αἰγόκερως, ἐννεαδικὰ δὲ Ταῦρος Λέων Σκορπίος Ὑδροχόος, ἐπίκοινα δὲ Δίδυμοι Παρθένος Ἰχθύες.

[*](3 τῶν καρκίνων V 4 τὸν prius] τῶ V 5 sc. Mars domicilium habet in Ariete et Scorpio 9 in margine paginae antecedentis scholia extant huc pertinentia: οἶμαι ὅτι ἡ ἀντιγένεσις ἣ γένεθλον θέλει ἀθὺρ γέγονεν κζ΄ et in mg. inf.: ὁ τῶν Ἀλεξανδρέων μὴν λ΄ ἡμερῶν ὑπάρχει· ἐὰν οὖν ὑφέλῃς ἡμέρας κη΄ τουτέστιν ἑβδομάδας δ΄ ἑκάστου μηνός, λοιπαὶ ἡμέραι β΄. γίνεται οὖν ἡ μὲν ὑπόλοιπος (-λοπος V) τοῦ Ἀθὺρ ποσότης (πεσέτης V) ἡμέραι γ΄, τοῦ δὲ Χοιὰκ Τυβὶ Μεχὶρ ἀνὰ ἡμέρας β΄ μετὰ τὴν τῶν (τὴν V) ιβ΄ ἑβδομάδων ὑφαίρεσιν ἡμέραι Ϛ΄ γίνονται ἡμέραι θ΄ καὶ τοῦ Φαμενὼθ ἡμέραι ια΄· γίνονται ἡμέραι κ΄. τὰ δὲ μεταξὺ ἔτη λε΄ τετραετηρίδας ποιοῦσι η΄, ἃς ἐμβολίμους ἐκάλεσεν· γίνονται κη΄. τοῦτο δὲ κεφάλαιον σαφέστατα κεῖται τῇ ε΄ βίβλῳ τῶν ἐπῶν Δδωροθέου (δορ- V) κεφαλ. ρλη΄ (cf. Philol. N. S. XI 129) κϚ΄ V cf. schol. 11 dicere vult: mensis natalis qui reliqui sunt tres 12 ἐπὶ dubium 18 τὸν] τὴν V 20 πλήρης V ἡμέραι V 22 ἀφαιρῶ V)
150

Ἐπεὶ δὲ καθʼ ἕκαστον κεφάλαιον τὴν ἐμὴν ἀφθονίαν ἐλέγχων ὑπομιμνήσκω, ἵνα μὴ δόξω διὰ τῦφον ταῦτα ποιεῖν, ἀναδραμών εἰς τὰς τῶν παλαιῶν συνταγματογράφων βίβλους κατάμαθε τὸν λόγον μὲν εἶναι κεκαλλωπισμένον καὶ κακόζηλον, ἐκπλῆξαι δυνάμενον τὰς τῶν ἐντυγχανόντων καὶ ἀμαθῶν ψυχάς, ἀληθείας δʼ ἀνέφικτον καὶ τοῖς σωφρονοῦσι πολέμιον. πολλοὺς γὰρ τῶν ἀνθρώπων ἐγχρονίσας καὶ βουκολήσας οὕς μὲν τοῦ ζῆν περιέγραψε, οὓς δὲ τελέως ἐκόλασεν. ἐντυχέτω δέ τις τῇ λεγομένῃ ὁράσει Κριτοδήμου, πῶς μὲν τὴν ἀρχὴν εὐφαντασίωτον ἔχει καὶ τὰ λοιπὰ τετερατολογημένα πρὸς τοὺς ἀμαθεῖς· πελαγοδρομήσας, φησί, καὶ πολλὴν ἐρημον ὁδεύσας ἠξιώθην ὑπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. εἶτα αἱρέσεις ἐκτίθεται καὶ παραδόσεις διὰ φρικωδεστάτων ὅρκων καὶ κατ᾿ ἄλλους τινὰς τρόπους ἀπαθανατίζων τοὺς ἐντυγχάνοντας καὶ ὄνησίν τινα ἐνδειξάμενος διὰ τῆςδε τῆς βίβλου τὰ ὅλα συνέχεσθαι διʼ ἑτέρων τὰς δυνάμεις ἐσήμαινεν, περικλείσας εἰς ἄπειρον ὕλην τὴν τῶν μαθημάτων ἀλήθειαν. ἄξιον μὲν οὖν ἐπαινεῖν καὶ θαυμάζειν τὸν ἄνδρα, διὰ πάσης ἐμπειρίας διεληλυθότα καθηγεμόνα τε τῶν ἐπιζητουμένων γενόμενον. μυστικῶς γὰρ καὶ ποικίλως μερίσας αὐτὰ εἰς κανονικὰς ὀργανοθεσίας καὶ πεζικάς λόγων συντάξεις πολλοὺς ἐραστὰς ἐπηγάγετο, ὧν οἱ μὲν τὰς ματαιολογίας παραπεμψάμενοι καὶ διεξιχνεύσαντες τὰ δοκοῦντα κεφάλαια μετὰ παντὸς πόνου καὶ ἔπαινον καὶ ἀρετὴν κατὰ τοῦ ἀνδρὸς ἐπεισηνέγκαντο, οἱ δὲ ἀφερέπονον ἦθος ἀναλαβόντες ψόγον τῇ θεωρίᾳ περιεποιήσαντο. ὁ δὲ ἐμὸς λόγος πειθήνιος μὲν καὶ διδασκαλικὸς καθὼς οἶμαι τοῖς ἐντυγχάνουσιν ἔσται καὶ ἀμετανόητος, ὡς καὶ τοὺς ἤδη ἀπεχθήραντας πάλιν ἀγκαλίσασθαι διὰ τὴν τῶν λεχθέντων καὶ ῥηθησομένων ἐνέργειαν.

Τῆς οὖν οἰκοδεσποτικῆς καὶ ἀναιρετικῆς ἀκτινοβολίας οὕτως καθὼς πρόκειται διατεταγμένης τοῦ τε ἀριθμίου κλήρου καὶ τῶν [*](1 in mg. ζ΄ 5 ὑπομιμνήσκων V 11 τέλους V εἰ τυχέτω V 12 κοιτωδείμου V 13 τετεραλογ. V cf. IX pr. (Catal. V 2 p. 48,30) πέλαγος προσορμήσας V, corr. ex altero loco 14 ὁιοδεύσας altero loco 17 τόπους V 18 an οἴησιν? fort. συνοχεῖσθαι V 19 διὰ τερῶν Rad. 20 ὕθλημα Rad. 27 ἐπεισενέγκαντο V 30 ἀποχθήραντας V 31 ἐνάργειαν Rad)

151
ἀναιρετικῶν καὶ δυναστικῶν τόπων δοκιμάσας οὐκ ἐβουλήθην ἀποκρύψαι ἀλλὰ μεταδοῦναι. πρὸ πάντων οὖν σκοπεῖν δεήσει ἐπὶ πάθης γενέσεως, πότερον ἐπικράτησιν ἢ καὶ οἰκοδεσποτείαν ἔχει. ἐὰν μὲν οὕτως εὑρεθῇ, χρὴ τοῖς προκειμένοις ὁρίοις χρῆσθαι· ἐὰν δὲ ἀνοικοδεσπότητος ἢ ἀνεπικράτητος ἡ γένεσις εὑρεθῇ ὑπὸ μηδεμιᾶς κακωτικῆς ἀκτῖνος ἀναιρουμένη, τὴν προγεγονυῖαν σύνοδον ἢ πανσέληνον μοιρικῶς ἐπιγνόντας ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων λαμβάνειν ἀπὸ τῆς συνοδικῆς ἢ πανσεληνιακῆς μοίρας ἕως ὡροσκόπου ἢ ἑτέρου κέντρου, δυναστικώτερον δὲ ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀνωφερῶς, καθὼς καὶ αὐτὸς κοσμικῶς κινεῖται. εἶτα ἐπιγνόντας πλῆθος τοῦ ἀριθμοῦ τὰς αὐτὰς μοίρας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀπολύειν ἀνωφερῶς ὡς ἐπὶ μεσουράνημα, καὶ ὅπου δἂν ἡ κατάληξις γένηται, λογίζεσθαι πόσα ἔτη συνάγεται ἀπὸ τῆς ἀφέσεως πρὸς ἀναφοράν, καθʼ ὃ κλίμα τις γεγένηται, καὶ ταῦτα ἀποφαίνεσθαι. ἐὰν δὲ ἡμερινῆς τῆς γενέσεμως οὔσης ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀπὸ συνόδου ἢ πανσελήνου ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀφελόντας κεντρικὸν διάστημα, τουτέστι ἀπὸ ὡροσκόπου ἕως τοῦ μεσουρανήματος, τὰς λοιπὰς πάλιν ἀπὸ τοῦ ὡροσκόπου ὡς ἐπὶ μεσουράνημα ἀνωφερῶς πραγματεύεσθαι τῷ αὐτῷ τρόπῳ. ἐπὶ δὲ νυκτερινῆς γενέσεως μὲν ἀπὸ συνόδου καὶ πανσελήνου διάστημα ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἢ καὶ κέντρου ἀνωφερῶς χρὴ λαβόντας τὰς αὐτὰς ἀπὸ τοῦ ὡροσκόπου μοίρας ἀπολύειν κατὰ ἐξῆς, καὶ οὗ ἂν καταλήξῃ ὁ ἀριθμός, κατὰ τὰς ἀναφορὰς τὰ ἔτη λογισαμένους ἀποφαίνεσθαι. ἐὰν δὲ ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀφελόντας κέντρου διάστασιν τὴν ἀπὸ ὡροσκόπου ἕως ὑπογείου τὰς λοιπὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἀπολύειν κατὰ ἐξῆς ὡς ἐπὶ μεσουράνημα· καὶ ὁ συναχθεὶς πρὸς ἀναφορὰν χρόνος ἔσται βιώσιμος. κατὰ πλεῖστον δὲ οὗ ἂν προσνεύσῃ ὁ ἀναβιβάζων ἢ ὁ καταβιβάζων ἢ ἡ σύνοδος ἢ ἡ πανσέληνος, τουτέστι πότερον τῷ ὐπὲρ γῆν ἢ τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐκείνῳ καὶ τὴν ἄφεσιν δεῖ ποιεῖσθαι ἀπὸ ὡροσκόπου καὶ δύνοντος· ἐὰν μὲν συνοδική, ἀπὸ ὡροσκόπου· ἐὰν δὲ πανσεληνιακή, ἀπὸ τῆς δύσεως. ἐὰν δὲ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν ζῳδίων ἢ εἰς τὰ τούτων διάμετρα ἢ τετράγωνα ὁ ὡροσκόπος ἢ ἀναβιβάζων ἢ καταβιβάζων εὑρεθῇ, τὸν συναγόμενον τοῦ διαστήματος ἀριθμὸν ἡμέρας μὲν ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀπὸ τοῦ δύνοντος κατὰ ἑξῆς [*](1 possis 〈τὰς ἀγωγὰς〉 δοκιμάσας 8 γενωμένων V 15 ἀποφέρεσθαι V 23 possis 〈τῆς〉 τοῦ ἀπολύει V 26 τὴν] τοῦ V 30 πρότερον V)
152
ἀπολύειν. ἔχει δὲ καὶ τὰ τετράγωνα τοῦ ἀναβιβάζοντος δύναμιν ἀναιρετικήν, ἀλλὰ δὴ καὶ ἀπὸ Ἡλίου καὶ Σελήνης ἄφεσις ἡ μοιρικὴ πρὸς τὸν ἀναβιβάζοντα καὶ τὰ τούτου διάμετρα ἢ καὶ τὰ τούτου τετράγωνα.

Ἔσθʼ ὅτε δὲ καὶ ἐπικρατήσεως καὶ οἰκοδεσποτείας οὔσης καὶ αὕτη ἡ αἵρεσις συντρέχει τῇ ἀφέσει ἢ τῇ οἰκοδεσποτείᾳ καὶ εὐτονεῖ πρὸς ἀναίρεσιν. ἐὰν οὖν ἡ ἐπικράτησις οἰκείως εὑρεθῇ καὶ ὁ δοκῶν οἰκοδεσπότης μερίζει χρόνους, τότε καὶ ἡ ἄφεσις τῆς πραγματείας ταύτης ἀνωφερῶς ἢ κατωφερῶς πρὸς τὸ πλεονάζον μέρος τῶν ἀναφορῶν κριθήσεται ἐπὶ τῶν πάραυτα τελευτώντων ἢ ἐπὶ τῶν τῇ μήτρᾳ. ὁ δʼ αὐτὸς τρόπος νοείσθω καὶ ἐπὶ τῆς σπορᾶς· τῷ μέντοι τῆς ἐκτροπῆς μᾶλλον ὡροσκόπῳ χρηστέον. ἀναιρεῖ δὲ καὶ κατὰ μόνας ἡ σπορά, ἐάνπερ τις τῇ συνόδῳ ἢ πανσελήνῳ χρήσηται πρὸς τὸν ἀναβιβάζοντα ἢ καταβιβάζοντα καὶ πρὸς τὰ κέντρα. ἐὰν δὲ καὶ ἀπὸ τῆς ἐκτροπῆς καὶ ἀπὸ τῆς σπορᾶς εὑρεθῇ τὰ αὐτὰ ἔτη συνεγγίζοντα, ἀναμφιλέκτως ὁ θάνατος εὑρεθήσεται.